1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

14

τούτοις τῶν ἱερῶν τελετῶν. ὡς γοῦν ἐκεῖσε συναχθέντες ὑπ' ὀπτῆρσι πιστοῖς, ὡς μὴ λαθών τις εἰσίοι τῶν σφίσιν ἀκοινωνήτων, τὰς συνάξεις ἐτέλουν, καὶ συ χνάκις πέμπων ὁ βασιλεὺς τοῦ τὰ κατ' αὐτοὺς ἐν φροντίσι μεγά λαις ἔχειν παρεῖχε δόκησιν, αὐτοὶ ἐπὶ πλέον θαρσήσαντες πρὸς τὰ ἐν Χαλκηδόνι πάλαι τελεσθέντα, ὡς ὁ λόγος αἱρεῖ, ἐπὶ τῷ τῆς καλλιπαρθένου καὶ μάρτυρος Εὐφημίας σώματι ἀνάγουσι τὴν ἐνθύμησιν, καί γε καὶ αὐτοὶ ὑπὸ σώματι ἁγίῳ πάλαι κατατε θνεῶτος νεκρῷ τὰ καθ' αὐτοὺς ὡς ἀρεσκείας ἐξημμένα θείας δει κνύειν ἤθελον, καὶ ἅμα τῷ δεῖξαι, ὡς ἤλπιζον, σφίσι προσσχεῖν ἠξίουν τοὺς ἄλλους καὶ πείθεσθαι, κἂν ὅ τι λέγοιέν τε καὶ πράτ τοιεν. πείθεται τούτοις ὁ βασιλεύς, καὶ σῶμα μὲν τὸ τοῦ ∆α μασκηνοῦ καὶ θείου πατρὸς Ἰωάννου αὐτοῖς αἰτήσασι δίδωσιν, 41 ὡς ἂν δὲ μή τι καὶ ῥᾳδιουργηθείη ἐπὶ τοῖς προσδοκωμένοις τέρα σιν ἢ μὴν καὶ ὑποπτευθείη ῥᾳδιουργηθέν, (τόμοις γὰρ ἐπιτεθη σομένοις τῷ σώματι τὰ καθ' αὐτοὺς ἐπιτρέπειν ἠβούλοντο) ἐξ αὐτῆς βασιλεὺς προστάσσει ἐπισκευασθῆναι μὲν ἑτέραν μείζονα θήκην, καὶ σῶμα καὶ θήκην αὐτὴν ἐν ᾗ τὸ σῶμα χωρήσουσαν, οὕτω δὲ ταύτην οἵαν τ' εἶναι ἀσφαλισθῆναι καὶ κλεισὶ καὶ σφρα γῖσιν ὡς μηδὲ τὸν ἐντεχνότατον κατὰ ∆αίδαλον παρεγχειρεῖν μηδ' ὁτιοῦν δύνασθαι. αὑτὸν μέντοι παρεῖχεν ἕτοιμον, εἰ προσ ληφθείη ταῖς τοῦ ἁγίου χερσὶν ὁ τόμος πρὸς ποσὶ τεθείς, τὰ γε γραμμένα πράττειν ἀναμφιβόλως. ἐν ὅσῳ μὲν οὖν ταῦτ' ἐπράτ τετο, κἀκεῖνοι νηστείαις καὶ προσευχαῖς παντοίαις προετελοῦντο καὶ παννυχίσιν ὑμνῳδίαις ἐσχόλαζον, ὁ βασιλεύς, κἂν αὐτὸς ἐφ' ἑαυτοῦ κἂν ἄλλου γε ὑπομνήσαντος, περὶ ἑαυτῷ, ὡς ἔδοξεν, ὑπονοήσας, μήπως καὶ ἐπ' αὐτῇ βασιλείᾳ καὶ τῇ περὶ ταύτης ζητήσει (καὶ ταῦτα γὰρ ἐλέγετο ζητεῖν ἐκείνους) ἀμφισβητεῖν προαχθεῖεν, καί γ' ἐπὶ τοῦτ' ἀδοξήσας ἀναλαμβάνει τε τὰς ὁμο λογίας ἐξαίφνης, καὶ πέμψας, ὀστράκου φασὶ μεταπεσόντος, διακωλύει τοὐγχείρημα, τὸ τῶν πολλῶν καχυπονόητον ἀναστέλ λων, εἰπὼν πρὸς αὐτοὺς ὡς εἴπερ μὴ ἐπιτρέπειν ἐννοίαις ἡμετέ 42 ραις τὰ πράγματα ἀξιοῖμεν ἀλλὰ τὴν θεόθεν ζητεῖν συμβουλὴν (καὶ γὰρ οὕτω καὶ ἄξιον), ἀργεῖν μὲν ἀνάγκῃ ἐκ παλαιοῦ τὰ ση μεῖα, τῆς εὐσεβείας πλατυνθείσης, ἔχειν δὲ τὰς γραφὰς τῶν πα τέρων, ἐξ ὧν καὶ χειραγωγουμένους τὰ κατ' ἀρέσκειαν τοῦ θείου τελεῖν· τοῦ γὰρ πλουσίου ζητοῦντος ἐξαναστῆναί τινα καὶ διδά ξαι τοὺς ἀδελφούς, ἔχειν ἐκείνους Μωσέα καὶ τοὺς προφήτας λελέχθαι, ὡς αὐτῶν ἱκανῶν ὄντων πείθειν τε καὶ διδάσκειν. οὕτω μὲν οὖν ἐκκρουσθέντων τῆς ἐγχειρήσεως τῶν Ἀρσενιατῶν, ὁ βασιλεὺς μᾶλλον τῷ μέρει τοῦ Ἰωσὴφ ὡς εὐθυτέρῳ προσκείμε νος οὐδὲ τοὺς Ἀρσενιάτας καθάπαξ ἀπεδοκίμαζε· τὸ γὰρ περὶ ἐκείνους πλῆθος παρεῖχε καὶ σφῶν ἐπὶ μᾶλλον φροντίζειν.

14. Τῷ τοι καὶ τὴν μέσην ἐγνωκὼς βαδίζειν, ὡς μήτ' ἀ νιᾶν τούτους, κἀκείνους δέχεσθαι τῷ τὰ ζητούμενα παρ' ἐκείνων συγχωρεῖν γίγνεσθαι (τὰ δ' ἦσαν πάντως ἡ τῆς ἐκκλησίας ὡς εἰ πεῖν μεταποίησις), ἐκλέγεται μὲν εἰς πατριάρχην τὸν ἐκ Κύπρου Γεώργιον, ἄνδρα λόγοις ἐντραφέντα καὶ σφραγῖδα τοῦ πατριάρ χου Ἰωσὴφ φέροντα, τὸ τοῦ πρωτοαποστολαρίου εἰς ἀνακτόρων ἐπιφερόμενον σέμνωμα, κἀν τούτῳ δὲ δόξας Ἰωσηφίτας μὲν ἐκ 43 τῆς σφραγῖδος ὑποποιούμενος, Ἀρσενιάτας δὲ τῷ μὴ κατὰ τὰ διατεταγμένα τῷ Ἰωσὴφ ἐπὶ τῇ ἐκκλησίᾳ συγχωρεῖν γίνεσθαι καὶ λίαν ἐξευμενίζειν εἰς εἰρήνην ἐλπίζων, ἀρχιερεῖς μὲν ἐκείνους καὶ τὴν παρ' αὐτῶν ἐπὶ τῷ πατριαρχεύσοντι ψῆφον μηδ' ἴκταρ εἰς νοῦν βάλλων, ἀψηφίστως δὲ πάλιν ἀνάγειν μὴ εὐπρεπὲς δοκιμά ζων καὶ εὔσχημον. μᾶλλον μὲν οὖν τῇ πράξει καὶ εἰς καιρὸν προ στησόμενον, τινὰς τῶν δοκούντων ἐκλεξάμενος, καὶ τούτους καθ' ἕνα, ἅμα μὲν αὐτοῖς τὴν βουλὴν ἐκοινοῦτο, πληροφορῶν ὡς εἶχε καὶ τὸ σφίσιν ἐσαῦθις ἀκίνδυνον, ἅμα δὲ καὶ ὡς ψῆφον τὴν ἀπ' ἐκείνων ἐκχώρησιν ἐλογίζετο. ἐφ' οἷς καὶ τὴν τοῦ ἀπὸ Σάρδεων Ἀθανασίου εἴτ' οὖν Ἀνδρονίκου γνώμην δεξάμενος, ὃνδὴ καὶ εἰς πατέρα ἔταττε γράφων ὁ βασιλεύς, κἀντεῦθεν τὸ τῆς ἀπεντεύξεως τῆς πατριαρχείας ἐκείνου τὰ πολλὰ τεχνιτεύοντος ἐπὶ τούτοις ὡμάλιζεν, ὡς καὶ αὐτὸν