1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

113

ὑπὸ πολλῷ μὲν καὶ δαψιλεῖ τῷ φωτὶ καί γε ποικίλαις ταῖς μελῳδίαις, ἀντηχούντων τῶν γοερῶν θρηνητηρίων τοῖς ᾄσμασι, πολλῇ δὲ τῇ δορυφορίᾳ καὶ τῇ λαμπρότητι, ὡς τὴν πόλιν ἅπα σαν γέμειν ὁμοῦ μὲν θυμιαμάτων ὁμοῦ δὲ παιάνων τε καὶ στε ναγμάτων, ἐν καιρῷ νιφάδων τε καὶ βορβόρου ἐξέφερον τὸν νεκρόν, οὐδ' αὐτοῦ βασιλέως τὰ ἐς τιμὴν ἐλλείποντος, ἀλλὰ σοροῦ μὲν ἐκείνης ἡμμένου, διὰ βορβόρου δὲ πλείστου καὶ ὀλι σθηροῦ βαίνοντος, μέχρι καὶ τὴν Λείψη καταλαβόντες μονὴν ἐφ' ἡμέραις ὡς εἰκὸς ἐτέλουν τὰ τῆς ὁσίας, ἀναγκαίαν ἀσχολίαν ἐπὶ ταύτῃ καὶ βασιλέως ἔχοντος.

5. Ἀλλ' ἐπέστησαν αἱ πασχάλιοι, καὶ δόξαν δεσποίνῃ ἐπὶ Θεσσαλονίκης ἀποδημεῖν, ἐν φροντίσι καὶ διὰ ταῦτα ταῖς ἀναγκαίαις ὁ κρατῶν γίνεται. καὶ πρῶτα μὲν τῷ υἱῷ Ἰωάννῃ 379 καὶ δεσπότῃ τελεῖ τοὺς γάμους, καὶ τῇ ἐπὶ τοῦ κανικλείου θυ γατρὶ τοῦ Χούμνου, ἀνδρὸς σοφοῦ τε καὶ εὐνοϊκοῦ τῷ κρατοῦντι διαφερόντως δόξαντος, πρὸ καιροῦ μνηστῇ τῷ Ἰωάννῃ ἐξ ἱερο λογίας οὔσῃ, βασίλισσα δεσπότην εἰς ταὐτὸν τὸν υἱὸν ἄγει καὶ διὰ γάμων· ἐδόκει γὰρ ξυνεκδημεῖν τῇ δεσποίνῃ κἀκεῖνον. καὶ διὰ τοῦτο ἔνθεν μὲν τὸ ἐπὶ Αὐγούστῃ πένθος, ἐκεῖθεν δὲ διὰ τὸν υἱὸν καὶ οἱ γάμοι ἐσχεδιάζοντο. ὡς δ' ἐπ' ἐξόδοις ἡ δέσποινα ἦν (ἤπειγε γὰρ αὐτὴν ἡ ἐπὶ θυγατρὶ στοργή, ὡς ἐλθοῦσαν ἴδοι καὶ περιπτύξαιτο), ἐφ' ἡμέραις καὶ ὁ κρατῶν συνεξέρχεται, καὶ κατὰ τρόπον ἐξετοιμασάμενος τὰ ἐξιτήρια ὑποστρέφει. 6. Καὶ τότε τῶν πολλῶν ἀνεθεὶς φροντίδων ὁμόσε χωρεῖ ταῖς τῆς ἐκκλησίας καὶ αὖθις μερίμναις. καὶ πάλιν συνάξεις, καὶ πάλιν σύνοδοι καὶ συνδιασκέψεις καὶ λόγοι καὶ συζητήσεις, προηγουμένως περὶ τοῦ ἐκφωνηθέντος παρ' Ἰωάννου ἀφορισμοῦ, εἰ δίκαιον εἶχεν ἀφορίζειν ἐκεῖνος. καὶ τοῖς μὲν ἐδόκει· μέχρι γὰρ καὶ τότε αὐτὸν ἐπὶ τῶν ἐκκλησιῶν μνημονύεσθαι, ἰσχυρὸν δ' εἶναι καὶ ἄλλως τὸ ἐπιτίμιον, πατριάρχην ἐκεῖνον βασιλέως 380 ὁμολογήσαντος. καὶ οἱ μὲν οὕτως, οἱ δέ, οἳ δὴ καὶ πρὶν ἐκεί νῳ διὰ τὸν ὅρκον προσίσταντο, ὁμόλογα ἑαυτοῖς δρᾶν ἐθέλοντες μήτ' ἔχειν ἐκεῖνον πατριάρχην καὶ πρότερον ἢ ὅτ' ἀφώριζε, μήτε τὸν ἀφορισμὸν ἰσχύειν διισχυρίζοντο, ὥστε καὶ ἐν μιᾷ τῶν συνά ξεων βασιλέα μανθάνειν αἱρούμενον οἵ τινες τῆσδε τῆς γνώμης καὶ τίνες θατέρας καὶ πόσοι, ἐρωτᾶν ἕκαστον, καὶ τοὺς τῆς αὐτῆς καὶ μιᾶς γνώμης εἰς μέρος ἑκατέρους καθίζειν. ἐκείνοις μὲν οὖν μετὰ τὰς πολλὰς ἐκείνας συνάξεις, συναγομένοις καὶ καθ' αὑτοὺς ἐπὶ τῷ περιωνύμῳ τῶν ἁγίων ἀποστόλων ναῷ, ἐκέλευε διασκέπτεσθαι ὡς ἄν γε καὶ συνελθόντες ἐπὶ τῷ Ἀθανα σίῳ τὸ δοκοῦν πράξαιεν· δοκιμάζειν γὰρ καὶ μᾶλλον ἐκεῖνον, εἴτε καὶ βούλοιτο τέως. αὐτὸς δὲ συχνάκις ὑπήρχετο διὰ μηνυμάτων τὸν Ἰωάννην. ὁ μέντοι γε Ἰωάννης τοῦτο μὲν καὶ ταῖς τοῦ βασιλέως ἱκετείαις θηλυνθεὶς τέως, ὑβριοπαθῶν δὲ τὸ πλέον ἐπὶ τοῖς ἀρχιερεῦσιν, ὡς αὐτὸς μὲν συναίροιτο σφίσι τῆς γνώμης καὶ τὸν ἀφορισμὸν ἱσταίη ὡς ἔρυμα, ἐκείνοις δὲ ἐξ ἐθελοκάκου γνώ μης προδιδοῦσι τὸ ἔρυμα ἀτιμοῦν καὶ αὐτὸν ἐπίοι, καταπροϊσα 381 μένοις ἅμα μὲν τὴν αὐτοῦ τιμὴν ἅμα δὲ καὶ τὴν ἑαυτῶν ἀσφά λειαν, βασιλεῖ διὰ ταῦτα κατανεύει καὶ τὸ αἴτημα ἐκπληροῖ, ἐγ γράφως ἐξαποστείλας τάδε. "∆έσποτά μου ἅγιε βασιλεῦ, καὶ ὑμεῖς θεία καὶ ἱερὰ σύνοδος, ἥ τε σύγκλητος, καὶ ὁ παρεστὼς καὶ ἀκούων τοῦ κυ ρίου λαός, ὅσοι τε ἐν κλήρῳ καταλέγεσθε, οἱ μοναχικῷ διαπρέ ποντες σχήματι, καὶ ὁ λοιπὸς ὄχλος. ἐγὼ παρ' ὀρθοδόξων γο νέων γεννηθεὶς καὶ εὐσεβείᾳ τραφεὶς πρῶτον μὲν τῆς ἱερατικῆς ἠξιώθην τιμῆς, εἶτα καὶ τὰ μοναχῶν τελεσθείς, κρίμασιν οἷς οἶδε θεός, εἰς τὸν θρόνον ἀνήχθην τὸν πατριαρχικόν, εὐδοκίᾳ μὲν θεοῦ πρῶτον, ἔπειτα δὲ βουλῇ καὶ θελήσει καὶ γνώμῃ ἐξε τασμοῦ πάντων ὑμῶν τῶν προεχόντων ἐν ἀξιώμασι. καὶ ὡς διέπρεψα εὐσεβῶς καὶ ὀρθῶς, οἶδε μόνος θεός· καυχᾶσθαι γάρ μοι οὐ συμφέρει κατὰ τὸν θεῖον ἀπόστολον. συνέβησαν οὖν ἐν τῷ μεταξὺ σκάνδαλα, ὅσα καὶ ὑμεῖς οἴδατε, καὶ διὰ τὸ μὴ παραβλαβῆναι ψυχήν τινος Χριστιανοῦ καὶ διὰ τὸ ἐν εἰρήνῃ καὶ καταστάσει εἶναι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὑπεχώρησα και ρὸν τοῦ θρόνου καὶ