1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

36

δοκοῦντας προκαταλαμβάνουσι τῶν ἀρχιερέων, ὧν καὶ μείζους καὶ πρῶτοι ὁ Ἐφέσου τ' ἦσαν Ἰωάννης ἔτι ἀπών, ὁ Κυζίκου ∆ανιὴλ καὶ ὁ Φιλαδελφείας Θεόληπτος, ὃς δὴ καὶ παρὰ τῷ μεγάλῳ λογοθέτῃ πολλὴν καὶ μεγάλην εἶχε κατὰ πληροφορίαν τὴν οἰκειότητα. οἳ δὴ καὶ μέχρι μέν τινος καὶ αὐτοὶ διερχόμενοι τὰ τοῦ τόμου οὐ προσαπεδέχοντο τὴν ἐξή γησιν. τὸ γοῦν ταυτίζειν τήν τε πρόοδον τήν τ' ἔκφανσιν, καὶ ἐπὶ τούτοις τὸν γράψαντα καταμέμφεσθαι ὡς ταὐτὰ τῷ Βέκκῳ δοξάζοντα, οὐκ ἔκρινον ξυνετὸν οὐδ' ἄλλως εὔσχημον καὶ εἰς ἀπολογίαν εὐπρόσωπον· δοκεῖν γὰρ τοῖς πολλοῖς ἐντεῦθεν ἐπὶ κακίαις εὐθύνειν τὸν Βέκκον καὶ οὐ διὰ δογμάτων παραβασίαν, οἷς ὅτι καὶ αὐτοὶ ἀληθείας ἀνάγκῃ συνελαυνόμενοι τὰ αὐτὰ ἐκείνῳ θεολογοῦσι, καὶ ὃ φεύγειν ἔδοξαν βασκανίας χάριν, τοῦθ' ὁμο 117 λογοῦσιν ἀληθείας ἕνεκα. τὸ γοῦν οὕτω τὸν τόμον καταιτιᾶσθαι οὐκ ἔγνωσαν δεῖν· τὸ δ' ὅτι τὸ προβολεὺς ὄνομα, ὃ ἰδιοτρόπως παρὰ τῶν πατέρων ἐπὶ τοῦ αἰτίου τοῦ πνεύματος παραλαμβάνε ται ὥσπερ καὶ τὸ γεννήτωρ ἐπὶ τοῦ αἰτίου τοῦ μονογενοῦς λόγου, αὐτὸς ὁμωνυμίσας ἐπὶ τῆς ἁπλῶς ἐκφάνσεως ἐξελάβετο καὶ οὐκ ἐπὶ τῆς αἰτίας τοῦ πνεύματος καθαρῶς, ἣν καὶ πρόοδον λέγων τὴν λέξιν ἀπέφασκε, τοῦτ' οὐκ ἠφίουν ἀκαταιτίατον, καὶ παρα βασίας ἐκεῖνον ἐντεῦθεν δογμάτων ἐγράφοντο. τὸ μὲν οὖν ὑπ' ὀ δόντα παρὰ τούτων καὶ ἔτι ἐφεῖρπε, τὸ δὲ καὶ ἀναφανδὸν λέγειν πρὸς πάντας αἱ ἐπὶ τῷ τόμῳ ὑπογραφαὶ σφῶν οὐκ ἐπέτρεπον. ἐζήτουν οὖν εὐπρεπῆ καταστῆσαι τὴν κατηγορίαν, καὶ δεῖξαι τὸν Βέκκον Νέσσον ἄλλον ἄντικρυς, ὃς δὴ καὶ μετὰ θάνατον τὸν μέ γιστον Ἡρακλέα κατηγωνίσατο. καὶ ταχὺ παρέσχεν αἰτίαν οὐκ οἶδα εἴτε γ' ἡ τύχη εἴτε μὴν τὸ δαιμόνιον μήνιμα.

(4) μοναχὸς γάρ τις Μάρκος τοὔνομα, ἐκ γένους ἐξωτέρου Ῥωμαίων ὢν καὶ πρὸς λόγον φιλοτιμούμενος, συνήθειαν ἔχων ἐκ τοῦ πάλαι πρὸς πατριάρχην φοιτᾶν αὐτῷ καὶ διδάσκεσθαι, τότε δόξαν ἐκεί 118 νῳ, οὐκ οἶδα πόθεν, συνιστᾶν αὐτὸν ἐκ λογογραφίας τὰ δόγματα, γράψας ὡς δῆθεν τὰ εἰς ἀντίρρησιν ἐμφανίζει τῷ πατριάρχῃ. ὁ δ' ἀνὰ χεῖρας λαβών τε καὶ διελθὼν καί τισιν ἐπιστήσας, καὶ ὡς εἴωθε πάλαι ποιεῖν, διδασκάλου τρόπον χερσὶν οἰκείαις τιν' ἄττα διορθωσάμενος ἀποδίδωσιν. ἐντεῦθεν ὁ Μάρκος λαβὼν τὰ πι στὰ ὥς τις εἶναι δόξας καὶ ὑπὲρ δογμάτων γράψας, τὸ γραφὲν ἐνεφάνιζε τοῖς πολλοῖς θαρρούντως, προστιθεὶς ὡς καὶ πατριάρχῃ ἐμφανίσειε τοῦτο καὶ ἐκεῖνός τινα διορθώσειεν, ἐγκαθιστῶν ἐν τεῦθεν τὰ τῆς ἐκδόσεως. ταῦτα λαβοῦσί τισι, καὶ μαθοῦσιν ἐκεῖθεν ὡς καὶ αὐτὸς ὁμωνυμίζει τὴν λέξιν τὴν προβολεύς, ἄφυ κτον ἔχειν τὸν πατριάρχην ἐπὶ τῇ κατηγορίᾳ ἐδόκει· εἶναι γὰρ κἀκεῖνον ταῦτα φρονοῦντα, οἷς ὅτι λαβὼν εἰς χεῖρας τὰ γράμ ματα καὶ διεξελθὼν ἄλλα μὲν διωρθώκει καὶ οἰκείοις γράμμασι διεσήμηνε τὴν διόρθωσιν, αὐτὴν δὲ τὴν λέξιν ἀκαταιτίατον εἴα σεν, ὥστε τὸν ἐν τῷ τόμῳ γρῖφον, ὡς ἄν τις εἴπῃ, καὶ τὸ τῆς γνώμης γλαφυρόν τε καὶ ὕπουλον ἐν τῷ τοῦ Μάρκου παραγυμνῶ σαι καὶ δεῖξαι γράμματι. ταχὺ γοῦν τὸ τοῦ Μάρκου γράμμα λαβὼν ὁ Θεόληπτος, ἐπιστὰς τῷ μεγάλῳ λογοθέτῃ, ἀνδρὶ λογίῳ καὶ περὶ τὴν τῶν δογμάτων ἐκκαιομένῳ, ὥστε πολλοὺς πιστεύειν, 119 ἀσφάλειαν, ἐκφανίζει, καὶ μεθ' ὅσης εἴπῃς τῆς ἐπιστάσεως διεξ ήρχετο, καί γε προοικονομησάμενος τὸ κακόδοξον ἐκ πολλῶν, εἰ οὕτως ἔχοι καὶ αὐτῷ ξυνδοκοίη, διεπυνθάνετο. καὶ τὸν ὁμολο γεῖν παραυτίκα, καὶ καταρριπτεῖν τε καὶ ἀποβάλλεσθαι ὡς κα κῶς ἔχον καὶ τολμηρῶς τὸ σύμπαν. ταῦτ' ἐκείνου διευλαβου μένου περὶ τὰ γράμματα ὡς τὸ μέγιστον ἔχοντα σφάλμα περὶ τὰ δόγματα, τὸν Φιλαδελφείας αὐτίκα τὸν τόμον ἐξενεγκεῖν, καὶ "τί γε ἄλλο" φάναι "δοκεῖ σοι πρὸς ταῦτα τὸ παρὰ τοῦ πα τριάρχου λεγόμενον;" ἐπέστησε κἀκεῖνος εὐθὺς τῇ λέξει, καὶ τὰ αὐτὰ ὡμολόγει, καὶ ἀγνοίας τὸν πατριάρχην μεγίστης ἐγράφετο. καὶ τὸ πρᾶγμα δῆλον τοῖς πολλοῖς γεγονὸς μέχρι καὶ αὐτῶν τῶν βασιλικῶν ἀκοῶν ἄνεισιν. ὁ δὲ καὶ αὐτὸς ἐπιστήσας τοῖς λεγο μένοις, καὶ πολλοὺς καὶ μεγάλους βλέπων τοὺς καταιτιωμένους, δεῖν ἔγνω διορθοῦν τὸν λόγον πρὸς ὅ τι