1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

164

περιγενέσθαι· οὐδὲ γὰρ ἐκ τοῦ ἀντιπάλου σφίσι τε καὶ τοσαύτῃ πόλει ξυνέβαινε τὸν ἀγῶνα εἶναι.

34. Ἀνδρέας δὲ Μουρίσκος, ὃν καὶ βεστιάριον πρὸς βα σιλέως καταστῆναι ἐν τοῖς πρόσθεν λόγοις ἐλέγομεν (οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς τοῖς ἐπὶ τῶν νηῶν ὀνομάζεται), ὕπαρχος τοῦ στρατιωτικοῦ πάλαι γενόμενος, ἐν δυσὶ ναυσὶ Τενέδῳ προσ σχὼν καρτερῶς ἐπολιόρκει τὸ ἐκεῖσε φρούριον. καὶ ἤδη μὲν οὗ τος ἐπίδοξος ὡς ἁλώσων ἦν, Γεννουῗται δὲ τυχόντες ἐκ παρόδου σφίσι τε ἐκοινολογοῦντο, καὶ τὸν ἅπαντα λόγον ἐν τούτοις ἵστων, ὡς εἰ μὲν κατασχεῖν τὸ φρούριον θέλοιεν αὐτῶν μεσολαβούντων, ἀκονιτί γε λήψαιντ' ἄν, εἰ δέ γε τῶν ἐντὸς ἐς ἅπαν περιγενέσθαι, οὐκ ἂν ἀναιμωτὶ τὸ σύνολον ἀπαλλάξειαν. καὶ ὅπῃ σφίσιν ἐπι χειρητέα ἐς τὴν πρᾶξιν εἴη, διεπυνθάνοντο. ξυμφέρον δὲ τό γε 557 μετ' εἰρήνης ἀπηλλάχθαι δόξαν, αὐτοὶ τοῖς ἐνῳκηκόσι τῇ νήσῳ ἐπίκοινα βουλευσάμενοι τὰ μὲν σώματα σφῶν ἐπὶ ταῖς ἰδίαις ναυ σὶν ἐπιβήσαντες περιεποιήσαντο, κενὸν δὲ τὸ φρούριον ἀφιᾶσι. καὶ μέγα τι ἐφημίσθη τοῦτο, ὡς αὐτὴν Καλλιούπολιν κατασχόν των· ἐς τόδε ὅμως καὶ μόνον ἀπεκρίθη τὸ φημιζόμενον. Οὐδὲν δὲ τέως ἐνεώχμωσε καὶ τὸ περὶ τῆς Αὐγούστης φη μισθὲν Εἰρήνης, ἥτις ἐπὶ δυσὶν ἤδη χρόνοις Θεσσαλονίκῃ παρα μείνασα τὰ πρὸς αὐτῆς καὶ τῶν παίδων διῴκει, εἰς ἐπιγάμους ὁρμῶσα συμβάσεις. τὸ δ' ἦν τῶν εἰς τὰ τῇδε ἁπτομένην συμ μαχικὸν ἐπάγεσθαι ἔκ τε Βελεγράδων Ῥωμαίων κατήκοον καὶ πλεῖστον ἄλλο Τριβαλλικὸν ξενικόν. ἀλλ' οἱ αὐτοὶ ἦσαν καὶ τὰ αὐτὰ ἔπραττον πάλιν οἱ ἐναντίοι. τέως δὲ ἐκεχειρία ἦν τῶν πο λέμων, ἐξ ἐγγίονος τῶν κατ' Ἄβυδον στενῶν τῶν βασιλικῶν τριή ρεων πλεουσῶν κατὰ κωλύμην τῆς ἕωθεν τῶν Περσῶν περαιώ σεως. οὓς οὐδ' αὐτοὶ προσεποιοῦντο, ὡς ἐλέγετο, Ἀμογάβα ροι, ἵνα γοῦν δυνατὰ σφίσιν εἴη ἄγειν καὶ φέρειν οὓς φθάσαντες διεπέρασαν, κατὰ τὸ αὐτοῖς ἀρέσκον, τῇ καθ' αὑτοὺς πληθύϊ δουλαγωγουμένους, εἰ καὶ πολλοὶ τὴν περαίαν διακατέχοντες, ἰοῖς τιτυσκόμενοι, τῆς ἠϊόνος ἀπήρτων τοὺς ἡμετέρους, ἤν τί που 558 καὶ ἐγχειροῖεν ὅπῃ παρατύχοι ὁρμίζεσθαι ἢ μὴν ὑδρεύεσθαι. πᾶσαν γὰρ ἠϊόνα διηνεκῶς ξυνέβαινε Πέρσαις κατέχεσθαι, πλὴν τῶν ὅσον κατ' Ἀτραμύτιον καὶ Φώκαιαν ἦν, ὃ δὴ τῷ Μανουὴλ Ζαχαρίᾳ κατείχετο, οὐ τόσον χωρίων ἰσχύϊ ὅσον τῷ τῶν περὶ ἐκεῖνον Ἰταλῶν ὄντων εἰς πόλεμον θράσει πεφυλαγμένον. τῷ τοι καὶ ἀτημελημένας τὰς ἑκατέρωθεν νήσους ὁρῶντες οὗτοι ἐπιμα χωτάτας κειμένας τοῖς τολμησείουσι ξυμβαλεῖν (οὐδὲ γὰρ σφίσιν ἀπόδραστα ἦν τὰ ἐς κίνδυνον σφῶν ἁλωμένων) πέμψαντες βα σιλέα ἠξίουν ἢ αὐτὸν ταῖς νήσοις τὸ ἀδῄωτον προνοεῖν, ἢ αὐτοῖς ἐπαγγεῖλαι τὰ ἐς φυλακήν, ἀνέντα καὶ τὰς ἐκεῖθεν εἰσπράξεις, αἷς εἴη ἂν χρᾶσθαι ναῦς ἐξαρτυομένοις εἰς τὴν τῶν ἐπιτιθεμένων ἀνταγώνισιν· ἐκείνοις γὰρ καὶ πρὸς χρόνον ὁ βασιλεὺς Μιχαὴλ τὸν τόπον ἐδίδου πρὸς ἐργασίαν στυπτηρίας ἐπιτηδείως ἔχοντα. οἳ δὴ καὶ τὴν πόλιν καταλαβόντες βασιλέως εὐμενοῦς ἐτύγχανον ἐς ὃ πρᾶξαι σφίσι τὸ κατὰ βούλησιν, εἰ καὶ ταῦτα ἐν ἀναβολαῖς ἦν ἔτι.

35. Τότε καὶ ἡ πάλαι συζυγεῖσα τῷ Σμίλτζῃ καταλα βοῦσα τὴν πόλιν, ὡς ἐλέχθη τὸ πρότερον, τὰς μετὰ τοῦ βασι λέως ἐπιγαμίας κατησφαλίζετο. ἃ δὴ μαθὼν Ὀσφεντίσθλαβος, 559 ζητῶν καὶ αὐτὸς λιπαρῶς κῆδος ἐκ βασιλέως, καὶ ἤδη τὸν Ἐλτι μηρῆν ἀπογνοὺς ὡς πρὸς βασιλέα καὶ αὐτὸν ἀποκλινοῦντα, γαμ βρόν γε ὄντα Σμιλτζαίνης, πέμψας δύο φρούρια τῶν καλλίστων, Ὑάμπολιν καὶ Λαρδαίαν, ἃ δὴ Ῥωμαίους ἀφελόμενος πρότερον ἐδίδου κατὰ χάριν Ἐλτιμηρῇ θείῳ γε πρὸς πατρὸς ὄντι, δι' ὁμο λογίας καὶ αὖθις ἀναλαμβάνει καὶ φρουροῖς εἰσαχθεῖσι κατασφα λίζεται, ἐπίδοξος ὢν καὶ τοῖς λοιποῖς ἐγχειρήσων. ἡ γὰρ ἀπο τυχία τοῦ βασιλικοῦ πρὸς αὐτὸν κήδους τὰς ὁρμὰς ἐκείνῳ παρώ τρυνεν, εἰ καὶ ὕστερον καιροῖς ἰδίοις καὶ τοῦτο γεγόνει. καὶ ὡς πάλαι Βουλγάρων ὄντα τὰ χωρία ἐσφετερίζετο. ἐῴκει δὲ τὸ δαι μόνιον Ῥωμαίους καὶ κατὰ δύσιν εἰσπραττόμενον δίκας ὧν ἐμφα νῶς οὐχ οἷοί τ'