1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

141

οὕτω περιαι ρεθείσεις τῆς ταραχῆς κατὰ τρόπον γίνεσθαι τὴν διάλεξιν." Ταῦτα τοῦ βασιλέως εἰπόντος οἱ τῶν λοιπῶν προηγούμε νοι, καὶ μάλιστα οἱ τυφλοί, "ἡμεῖς" εἶπον, "ὦ βασιλεῦ, ἓν ζητοῦμεν, τὴν κατὰ τρόπον τῆς ἐκκλησίας κατάστασιν. τὸ μὲν γὰρ κακῶς ἔχειν αὐτὴν καὶ αὐτοὶ μαρτυρεῖτε καὶ πᾶσιν ἔγνωσται. καὶ ὅτι παραβέβασται μὲν τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον, ἀδίκως, ὢ δίκη, καθαιρεθέντα, παραβέβασται δὲ καὶ τὰ ἐς τάξιν αὐτὴν καὶ σχεδὸν δογμάτων ἀκρίβειαν, κοινωνούντων οἷς οὐ κοινωνεῖν ἄξιον, ταῦτα κἂν ἡμεῖς μὴ λέγομεν, ὑμῖν ὡμολόγη ται. τὸ μὲν οὖν τὰ κατὰ τὴν ἐκκλησίαν παρατραπῆναι εὔδηλον ἐντεῦθεν καὶ φανερόν, τὸ δὲ τῆς τῶν σφαλέντων διορθώσεως, εἰ μηδὲν παρορᾶν ἔστιν, ἀλλὰ ζητεῖν ὅπως καὶ ἐπὶ τίσι πέπρα κται, τοῦθ' ἡμῖν, εἰ κελεύεις, ζητητέον· οὕτω γὰρ ἂν ὁπουδή ποτε τοῦ θεμέθλου φανέντος καὶ τὸ ἐποικοδόμημα γνωρισθήσε ται." καὶ δὴ ἀρξαμένων λέγειν τὰ προσεχέστερα, ταῦτα δὴ τὰ ἀπὸ τοῦ Γρηγορίου καὶ καθεξῆς, ὁ βασιλεὺς ἀνεῖχε τούτους καὶ πρὸς τὰ ἀρχαιότερα μετεβίβαζε, καὶ τὸν τοῦ ἀφορισμοῦ θρύλ λον ἀπήλεγχε μάταιον, μὴ ὅτι γε τὸν κατὰ τοῦ Ἰωσήφ, ὃν ἐς 476 ἅπαν ἐθρύλλουν, ἀλλὰ καὶ τὸν κατ' αὐτοῦ βασιλέως. πῶς γὰρ ἀσφαλὲς εἶναι ἔχειν ἂν ὑπ' ἀφορισμόν, οὗ λειτουργῶν ἐκεῖνος ἐμέμνητο; πῶς δὲ καὶ ἄλυτον εἶναι καὶ χρῄζειν τοῦ λύσοντος, ὃν ὁ δεσμῶν ἐκεῖνος ἐμπράκτως ἔλυεν; ὥστε καὶ εἰ μὴ ἦν τὸ ἐπιγε γονός, ἔλεγε τὸ κατὰ τὸν πάπαν, οὐκ ἂν πάντως οἱ τὴν ἐπ' ἐκ κλησίας εὔφημον μνήμην κεκώλυτο. ταῦτα λέγων ἐδείκνυ καί τινας ἐξ αὐτῶν κοινωνοῦντας τῷ Ἰωσήφ, καὶ οὐ σχισθέντας ἄλ λως εἰ μὴ μεθὸ τὰ κατὰ τὸν πάπαν πέπρακται. ἐτρίβοντο τοί νυν οἱ λόγοι ἕως ὀψὲ τῶν νυκτῶν. ἦν δὲ τοῖς μοναχοῖς ὁ σκο πός, καὶ πολλοὺς ἔνθεν κἀκεῖθεν ἡ ὁρμὴ ὑπέκνιζε καὶ ἐθρύλ λουν, τοὺς περὶ τὸν πατριαρχοῦντα ἐξουθενεῖν, χρωμένους τοῖς αὐτῶν λήμμασιν ὅτι τε τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον σφίσιν αὐτοῖς παραβέβασται, καὶ ὅτι ἡ ἐκκλησία ἄγους αἱρέσεως κεκοι νώκηκε. τοιούτων ὄντων τῶν φανερῶν λημμάτων, αὐτοὺς ἐπά γειν τὸ ἀναγκαῖον σύμμετρον. τὸ δ' ἦν μὴ καθῃρημένους ἐκεί νων τελέως παρ' ὧν ἦν ἄξιον, τῶν ἀθίκτων τέως τοιούτων μει 477 νάντων εἰς τέλος, μηδ' ἱερᾶσθαι ἀξίους εἶναι, καὶ ταῦτ' ἐπὶ πολλοῖς καὶ αὐτοὺς παραβάντας, ὡς καὶ πολλὰ καὶ παρὰ τὸ εἰ κὸς πράξαντας, κανονικοὺς θεσμοὺς ὑπερβάντας, καὶ κακίᾳ μᾶλλον καὶ ἀμαθίᾳ ἢ ἀγάπῃ καὶ ἀσφαλείᾳ ἐνειργασμένους. ἔλε γον δὲ ὡς οὐδ' ἐριστὰ σφίσι πρὸς βασιλέα τὸ σύμπαν, δεσπότην γε ὄντα, φυλαττομένοις καὶ ἄλλως προσκρούειν τῷ κράτει, παρ' ἣν αἰτίαν καὶ τὸ ἡττᾶσθαι ξυμβαίνοι, κἂν τὰ ἐννομώτατα λέ γοιεν. ἀλλὰ κριτοῦ αὖ δεῖ τοῖς λεγομένοις, κριτοῦ. ὡς γοῦν τὸ δικαιότατον λέγειν, οὐδεὶς ἄλλος πρὸς ταῦτα βασιλέως ἂν εἴη κριτὴς ἀξιώτερος, ἐφ' οὗ καὶ ἀμφοῖν μάρτυρος λαλητέον καὶ κατὰ τοὺς κειμένους νόμους τὰς ἀμφισβητήσεις διαλυτέον, αὐ τοῦ γε θεοῦ ἐφορῶντος καὶ τῶν αὐτοῦ βραβευόντων νόμων. ταῦτα τοῖς μοναχοῖς λέγουσιν ὑποσπᾶν σκοπὸς ἦν, ἤν τις ἀκούοι λεγόντων, τὰ τῆς θρυλλουμένης ἀρχῆθεν καταστάσεως θέμεθλα. ἀλλὰ κενὴν ἐψάλαττον, τὸ τοῦ λόγου, καὶ οὐδὲν ἤνυτον. διὰ 478 ταῦτα καὶ θροῦς ἐκ τῶν κατόπιν καθημένων ἠγείρετο. οἳ δὴ καὶ ἀτάκτως συνεπαρθέντες τῷ θρύλλῳ βοαῖς ἀντήχουν, καὶ βλά σφημ' ἄττα κατὰ τοῦ πατριαρχοῦντος (ὥς γε ἄδηλον εἶναι ἐν τό σῳ πλήθει καὶ ταράχῳ τὸν τὰ τολμηρὰ λέγοντα) ἀνέδην ἐξέρρητ τον, εὐχίτην ἀποκαλοῦντες καὶ τούτων ἔτι δεινότερα. βασιλεὺς δ' ἀκούσας, καὶ ὡς εἰκὸς ἐπὶ τῇ τόσῃ θρασύτητι διαταραχθείς, ἐκείνους μὲν ἐξελᾶν αὐτίκα προστάττει, τοῖς δὲ πρωταγωνιστοῦσι καὶ λίαν ἐπεῖχε καὶ ἐξωργίζετο, ἐν δεινῷ ποιούμενος εἰ αὐτὸς μὲν καὶ βασιλικῆς ὑφεικὼς ἐξουσίας καὶ ὄγκου μείζονος μετ' εἰρήνης σφίσι προσφέρεται, καὶ πάντας ἐδέξατο τὴν ἀρχὴν εἰσελθόντας, μὴ προστάξας ἀπαντᾶν πάντας, καὶ τόπους τέως παρέσχεν οἷς μὴ ἀπαντᾶν ἀπείρητο ὡς ὄντος δῆθεν ἐν πλήθει καὶ τοῦ ἀτακτή σοντος, αὐτοὶ δὲ τὸ καθ' αὑτοὺς ὑποστελλόμενοι πρὸς τοιαύτας ἀτάκτους ὁρμὰς καὶ φωνὰς ὑφῆκαν ἄλλοις λέγειν τὰ αἴσχιστα. οἷς καὶ ποία τόλμης ὑπερβολὴ