1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

55

αὖθις συνελ θόντες οἷς ἐκεῖνα διέφερον, καὶ μόλις γυμνὰ μόνα τὰ ἐδάφη γνω ρίσαντες ἀπό τινων ἀμυδρῶν σημείων, δαψιλέστερον ἐποικοδο μοῦνται, βασιλέως ἀπόντος, ὥστ' ἐπὶ μόναις ἀκοαῖς ἐκείνου τὸ πάθος στῆναι, οὐ μὴν δὲ καὶ αὐταῖς ὄψεσιν. ἐφίσταται γὰρ ἀνοικοδομηθεῖσι λαμπρότερα, καὶ ἁλμυρὰν ἀκοὴν αἱ πότιμοι τῆς ὄψεως ὀπωπαὶ ἰδόντος μεθ' ἱλαρότητος ἀπεκλύσαντο.

26. Αὐτὸς δὲ μετὰ τοῦ πρωτοβεστιαρίου καὶ μεγάλου λογοθέτου κήδους συνάλλαγμα ποιησόμενος, ὥστε τὸν τοῦ βα σιλέως αὐτάδελφον Θεόδωρον εἰς γάμον ἀγαγέσθαι τὴν τοῦ Μου ζάλωνος, ἐπεί γε κατηγγυημένης οὔσης τῆς κόρης συνέβη τι ἐκ νοθείας πρός τινα τῶν ταύτης συγγενῶν, φερούσης ἀμφισβήτη σιν τῆς ζητήσεως εἰ κεκώλυται τὸ συνάλλαγμα, συνῆγε μὲν ἀρ χιερεῖς συνῆγε δὲ καὶ τοὺς τοῦ κλήρου λογίους, καὶ συνάμ' ἐκεί νοις καὶ πατριάρχην, ἐκεῖσε ὄντος καὶ τοῦ πρωτοβεστιαρίου· οὐδὲ γὰρ ἡ νόσος εἴα μακράν που τῶν ἀνακτόρων κατασκηνοῦν, ἀλλ' 181 αὐτό που διόλου ἔν τινι τῶν βασιλικῶν οἰκημάτων. ἐκεῖ τοίνυν συναγομένων αἱ σκέψεις ἐγίνοντο, εἰ ἐγχωρεῖ πορνείας ἐκείνης προβάσης συνίστασθαι τὸ συνάλλαγμα· καὶ ἐπεὶ τοῖς μὲν τοῖς δ' οὐδ' ὅλως ἐδόκει, ὁ βασιλεὺς ἀγάλλειν ἐθέλων ἐκεῖνον ᾧ δὴ καὶ συνέργῳ καὶ συμβούλῳ πρὸς πάντ' ἐχρᾶτο πρακτικωτάτῳ, τὸ ἀμφίβολον παρεικώς, τῷ μὲν ἀδελφῷ τὴν τοῦ πιγκέρνη Λι βαδαρίου θυγατέρα ἐκ πρωτοβεστιαρίου ἐξευγενιζομένην πάππου συνεζεύγνυ πρὸς γάμους, τὴν δὲ τοῦ πρωτοβεστιαρίου Μουζά λωνος τῷ ἰδίῳ παιδὶ Κωνσταντίνῳ κατηγγυᾶτο. ἀλλ' οὔτε ὁ Κωνσταντῖνος δεσπότης ἦν πω ἐξ ἀξιώματος, μόνῳ δὲ τῷ υἱὸς βασιλέως εἶναι περιφανῶς ἐκλεΐζετο, οὔτε μὴν ὁ πρωτοβεστιάριος ζῶν εἶδε τοὺς γάμους, ἀλλ' ἐν ἐλπίσι μόναις καὶ προσδοκίαις ἐτε λεύτα τὸν βίον. τὸ δέ γε εἰς τέλος ἐξέβη προβληθέντος καὶ δε σπότου τοῦ Κωνσταντίνου, οὗ δὴ ὁ Θεόδωρος οὐκ ἠξίωτο. ἐκεῖ νον γὰρ καὶ λίαν ἡ μήτηρ ὀρεγομένη δεσπότην κατιδεῖν παρὰ τἀ δελφοῦ καὶ βασιλέως φημισθέντα, καὶ πολλὰ τὸν υἱὸν ἀναγκά ζουσα, οὐκ ἐτύγχανε τῆς ἐφέσεως, οὐχ ὅτι ἦν τῇ μητρὶ ἀπειθὴς ὁ κρατῶν, ἀλλ' ὅτι τὸ εὐλαβὲς καὶ θεοσεβὲς διεκώλυεν· ἔφθασε 182 γὰρ ὁ κρατῶν οὕτω συμβὰν ὅρκοις ἀπειπεῖν αὐτῷ τὸ ἀξίωμα, καὶ διὰ τοῦτο τηρῶν τὴν ὁρκωμοσίαν οὐκ ἤθελε δεσπότην ἐγκα θιστᾶν. διδόντος δὲ διὰ ταῦτα τὸ σεβαστοκρατορικὸν ἀξίωμα, ἐκεῖνος οὐ κατεδέχετο. κἀντεῦθεν ἀγέραστος ἦν, ὅσον ἐξ ὀφφι κίου καὶ ἀξιώματος, μόνῳ δὲ τῷ βασιλέως μὲν υἱὸς βασιλέως δ' ἀδελφὸς εἶναί τε καὶ κεκλῆσθαι, καὶ τῶν Ῥωμαίων δεσπόσυ νος, ἐκλεΐζετο.

27. Ἐπεὶ δὲ καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ προστησομέ νου ἔδει, ἐζητεῖτο ὁ δοκῶν ἄξιος. εὑρίσκετό τις ἀνὰ τὴν πόλιν Κοσμᾶς μοναχός, ἐκ Σωζοπόλεως μὲν τὸ γένος ἕλκων, ἐπὶ χρό νοις δὲ καὶ συζύγῳ συζήσας καὶ βίον ἱερατικὸν ἰδικῶς ἐξηνυκώς, ἣν δὴ καὶ πάλαι καταλιπὼν μονάζειν αἱρεῖται συνάμ' ἀδελφῷ καὶ παιδί· καὶ δὴ καὶ ἐς πόλιν ὕστερον καταντήσας, ἐν τῇ τοῦ ἀρ χιστρατήγου τοῦ βασιλέως μονῇ ἄλλας τε διακονίας ἐξήνυε καὶ αὐτὴν δὴ τὴν τοῦ ἐκκλησιάρχου. οὗτος εὔγηρως ὢν καὶ πραῢς ἀνὴρ καὶ τὸ σύνολον ταπεινός τε καὶ ἥμερος, κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν τοῦ σκανδάλου, ἐπεὶ καὶ πέμπων ὁ βασιλεὺς μαθεῖν ἤθελε τοὺς τῆς οἰκείας μονῆς ὅπως ἐπὶ τοῖς πραττομένοις γνώμης ἔχουσι, καὶ ὁποῖοι μὲν οἱ τῷ θελήματί οἱ προσκείμενοι, ὡς προσμενοῦντες τῇ μονῇ καὶ ἔτι, ὁποῖοι δὲ καὶ ὅσοι οἱ ἐναντίως ἔχοντες, ὡς αὐτίκα τῆς μονῆς ἀπελαθησόμενοι, μέρος γίνεται 183 καὶ οὗτος τῶν ἀνθισταμένων, καὶ μετὰ χρονίαν ἑκούσιον φυλα κὴν ἐν τῷ συγκαρτερεῖν τοῖς ἐγκλείστοις μεσιτείαις τοῦ Ἀλεξαν δρείας ἀπολυθείς, τὸν πρώην καιρὸν ἔχων ἐν τῷ οἰκείῳ τόπῳ κελλίον μοναχικὸν ἐν νήσῳ τῆς θαλάσσης ἐκείνης ἐκεῖ κατασκηνοῖ. ὁ μέντοι γε τηνικάδε μέγας κονοσταῦλος ὁ Ταρχανειώτης Γλαβᾶς, ὃν καὶ πρωτοστράτορα ὁ κρατῶν μετὰ ταῦτα ἐποίει, πολὺ τοῖς τῇδε τόποις ἐνδιατρίβων (καὶ γὰρ ἐπετέτραπτό οἱ τἀκεῖ πρὸς βα σιλέως) ἰδὼν κἀκεῖνον, ἄλλως τε καὶ φιλομόναχος