1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

30

ἥλιος, καὶ ἡ ἀκτὶς προσεχῶς ἐξ αὐτοῦ, δι' αὐτῆς δέ, πρίν τι καινὸν παρεμπεσεῖν νόημα, καὶ αὐτὸ τὸ φῶς ἐξ ἡλίου. ἆρ' ἡ ἀκτὶς ἢ ὁ ἥλιος αἴτιον; εὐθετεῖ μοι τὸν λόγον καὶ ὁ Νύσσης Γρηγόριος λέγων 20τοῦ δὲ ἐξ αἰτίας ὄν τος20, τουτέστι τῶν αἰτιατῶν, 20πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου20." πρὸς ὃν ἐκεῖνοι "καὶ οὐχ ὁμολογεῖς τὸ πνεῦμα τὸ ἅγιον προσεχὲς τῷ πατρί, ὥσπερ καὶ τὸν υἱόν; καὶ ποία ἂν ἀκοὴ τὸ τοιοῦτον παρα δέξαιτο, εἰ ὁ μὲν υἱὸς προσέχεται τῷ πατρί, τὸ δὲ πνεύματος τοπικῇ τινὶ διεχείᾳ διίσταται, τῆς ἀτοπίας. εἰ γὰρ ὁ κύριος λέ 96 γει 20ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί20, ἀλλ' οὖν εὔλογον τὰ αὐτὰ λέγειν καὶ περὶ τοῦ πνεύματος, εἴπερ ὀρθοδοξεῖν βουλόμεθα, τὸ πνεῦμα ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν τῷ πνεύματι, καὶ αὖθις ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πνεύματι. ἢ οὐ ταῦθ' οὕτως ἔχει;" Βέκκος "ναί" φησίν. "προσεχὲς μὲν ὁμολογεῖν τοῦ πατρὸς τὸ πνεῦμα, ὅτι καὶ ἀδιάστατον, ἐπεὶ καὶ τὸ φῶς προσεχὲς τῷ ἡλίῳ (ἔτι γὰρ ἔχομαι τῆς εἰκόνος), τῶν λίαν εἰκό των ἐστί, καὶ οὐ διαμάχομαι· προσεχῶς δ' ἐννοεῖν τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ὁ λόγος οὐ δίδωσι τῆς διαφορᾶς. τὸ μὲν γάρ, φησί, προσεχῶς τοῦ διὰ τοῦ προσεχῶς· ὑμεῖς δὲ τοπικὰς διαστάσεις ἢ μὴν καὶ χρονικὰς ἐμβάλλοντες συνάγετε πάντως τὸ ἄτοπον. τὸ γοῦν γεννᾶσθαι καὶ τὸν υἱὸν ἐκ τοῦ πατρὸς ἀπορροήν τινα καὶ διέχειαν τοπικὴν σχεδὸν δίδωσιν ἐννοεῖν. ἀλλὰ τὸ ἀδιαστάτως προσκείμενον καὶ τὸ ἐξ ἐκείνου εἶναι δηλοῖ τὸν υἱόν, καὶ τὸ ἐκεί νῳ καὶ αὖθις εἶναι οὐκ ἀφαιρεῖται. οὕτω καὶ ἐπὶ τοῦ πνεύματος νόει μοι. ἢ μᾶλλον ἐπὶ τῆς εἰκόνος ὁ λόγος γινέσθω, ὡς ἂν ἀσφαλέστερον λέγοιμεν. ἀκτῖνα λέγομεν ἐξ ἡλίου, ἀποτομὴν ἐξ ἐκείνου ταύτης οὐκ οἴδαμεν. φῶς λέγομεν δι' αὐτῆς ἐξ ἡλίου, καὶ τὴν μεσιτείαν ἐννοοῦμεν, καὶ τὸ προσεχίζεσθαι τὸ φῶς τῷ ἡλίῳ διὰ τὴν τῆς ἀκτῖνος μεσιτείαν οὐκ ἀπαρνούμεθα. διὰ τοῦ το καὶ ἐπιφέρει ὁ ἅγιος 20τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐ 97 τῷ τὸ μονογενὲς φυλαττούσης, καὶ τὸ πνεῦμα τῆς τοῦ πατρὸς σχέσεως μὴ ἀπειργούσης20." ταῦτ' εἰπόντος τοῦ Βέκκου, ὁ Ἀλεξανδρείας αὐτόθεν ἀπὸ τοῦ σκίμπο δος πρὸς αὐτὸν ὡς "ἡμεῖς τῆς ἐκκλησίας κρατοῦμεν τὰ δόγματα, ἃ καὶ παρελάβομεν, ταῦτα δὲ λέγειν οὐκ ἐδιδάχθημεν. εἰ μὲν οὖν πλατικῶς ἐκράτει ταῦτα ἡ ἐκκλησία, οὐκ ἂν καὶ ἡμᾶς ἐξ ἀνάγκης διέλαθεν. ἐπεὶ δὲ ἁπλῶς τὴν πίστιν καὶ ἀπεριέργως ἕξομεν καὶ τὰ τῆς πίστεως δόγματα, οἷς ἄρα καὶ συνανετράφη μεν, τί γοῦν ἰσχυρίζεσθε εἰσάγειν ἐν ἐκκλησίᾳ θεοῦ παρὸ παρε λάβομεν λέγειν; γενέσθαι δὲ τῆς εἰρήνης, τὰ πολλὰ ταῦτ' ἀφέν τας, ξυμφέρει." οἱ δὲ "ἀλλ' ἐγκαλούμεθα αἱρέσεως, δέσποτα." καὶ ὁ Ἀλεξανδρείας "ναί" φησι· τὸ συνιστᾶν θέλειν ἀσύνηθες, κἂν ἀσφαλὲς ἦν, αἵρεσις ἂν λογισθείη. ὃ δὴ καὶ ἐατέον, παρα καλῶ, τῆς κοινῆς δόξης γεγονότας καὶ φανερᾶς, καὶ τῆς εἰρή νης, ὃ δὴ καὶ ξυμφέρει, καὶ ταῦτα τοῦ ἁγίου βασιλέως μεσολα βοῦντος." καὶ ὁ πατριάρχης εὐθὺς πρὸς αὐτοὺς "ἀλλ' ὑμεῖς φατὲ ἰσοδυναμεῖν ἐπὶ τούτοις τῇ ἐκ τὴν διά, ὡς τοῦ ἁγίου λέ γοντος 20τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου20 ὑμᾶς λέγειν καὶ ἐκ τοῦ πρώτου. ὃ δὴ καὶ ποῖον τρόπον ἀμαθίας οὐ παρελήλυθεν; ὅπου γε καὶ ἡ ἀδολεσχία μείζων καὶ προφανής. εἰ γὰρ ἐκ τοῦ προσεχῶς, πῶς ἐκ τοῦ πρώτου; εἰ δὲ ἐκ τοῦ πρώ 98 του, πῶς ἐκ τοῦ προσεχῶς; ὁρᾶτε εἰς ποῖα ἀρκύστατα πίπτετε, τὴν θεολογίαν καταρρυπαίνοντες." καὶ οἱ περὶ τὸν Βέκκον "ὁμολογοῦμεν τὸ παρατόλμημα, καὶ συγγνώμην αἰτοῦμεν. οὐδὲ γὰρ αὐτόθεν ἡμῖν ἡ ὁρμὴ τοῦ ταῦτα λέγειν ἐκ ματαίας ὀρέξεως, ἀλλ' ἦν τὸ παροτρῦναν αἴτιον. τὸ δ' ἦν νομιζομένη τῆς τῶν ἐκκλησιῶν διχονοίας διάλυσις, ὥστε ἐκείνων μὲν χρωμένων τῇ ἐκ ἡμῶν δὲ τῇ διά, προστιθέντων καὶ ἀμφοτέρων ἐπὶ τοῦ αὐτοῦ τῆς θεολογίας τόπου, οὐκ ἄλλως ἔχειν συμβιβάζειν, εἰ μὴ οὕτω λέγοιμεν. τί δαὶ διὰ τοῦτο παραβασίας ἐξ ὁλοκλήρου καὶ ἐφ' αἱρέσει κριθείημεν, ὡς ἀθετεῖσθαι μὲν χειροτονίαν, καταπλύ νεσθαι δὲ τὰ ἅγια, καὶ αὐτὸ δὲ τὸ τελεστικὸν ἅγιον ἀθετεῖσθαι μύρον καὶ παραρρίπτεσθαι, ὅτι ἡμῖν τετέλεσται; ἐπεί τοί γε" φασὶ "καὶ ὑμῖν παραβέβασταί τι θεολογοῦσιν, ὡς δείξομεν. ἆρ' οὖν διὰ ταῦτα, ἀφέντες