1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

74

ἀνα νέωσιν ἤδη κειμένων, ἐξηνυσμένων τῶν τῆς προτέρας εἰρήνης καιρῶν, εἰ μὴ ταῦτα γένοιτο. βασιλεὺς δὲ καὶ ἔτι ἀπρὶξ εἴχετο τούτων, οὐ κατὰ χρείαν μᾶλλον ἢ τὴν τοῦ δικαίου δόξαν, ὑπερ ηφανῶν ὅλως ὡς ἐκείνων καὶ μᾶλλον αὖθις τῆς πρὸς Ῥωμαίους δεηθησομένων εἰρήνης.

22. Τῆς μὲν τοῦ βασιλέως περὶ τὴν ἐκκλησίαν κηδεμο νίας πολλὰ καὶ ἄλλα τὰ δείγματα, εἰ καὶ τὰ κατ' αὐτὴν πρά γματα ὕδρα τις ἦν ἡ μυθευομένη καὶ πολλὰς σκανδάλων ἀνέφυε κεφαλάς. ἔδει δὲ πάντως τῷ Ἡρακλεῖ τέμνοντι καὶ ἐπικάοντος Ἰολάου. ἀλλ' ὁ μὲν Ἡρακλῆς ἦν οὗτος, Ἰόλαος δὲ ὁ καὶ ἄξιοςσυνεργὸς ἐζητεῖτο μέν, οὐχ εὑρίσκετο δέ. διὰ τοῦτο καὶ οὐκ ἦν ὅλως μόνον τὰς τομὰς εὐοδεῖν, εἰ καὶ μὴ τὸ ξίφος τῆς φροντίδος ἠμβλύνετο. καὶ ἀφίημι τὰς παρὰ τῶν σχιζομένων ἀφανεῖς τε καὶ φανερὰς ἐπιτεχνιτεύσεις, ψυχρῶν χαρίτων παρὰ πολλῶν κα 245 τατιθεμένων αὐτῇ, ὡς εἰρηνεύειν μέν, οὐ μὴν δὲ καὶ παγίως ἔχειν πρὸς τὴν εἰρήνην, ἀλλ' ἀμφικλινῶς καὶ ὡς ἔτυχεν. ἀλλ' οἷον τὸ τότε. φάκελος γὰρ γραμμάτων καὶ τόμος, ὃ δὴ λέγεται φάμουσος, εἰς χεῖρας τῷ βασιλεῖ γίνεται, τὸ μὲν ὅθεν καὶ παρὰ τίνων οὐκ οἶδα, τέως δὲ πόλλ' ἄττα φέρων αἰτιάματα. τοῦτον βουληθεὶς ἀνατρέπειν ὁ βασιλεὺς καὶ λόγους φέρειν παλαίοντας (ἥπτοντο γὰρ ἐπιεικῶς κἀκείνου τὰ αἰτιάματα) τὸ μὲν γραφαῖς τὴν ἀντιλογίαν ἐπιτρέπειν γίνεσθαι, ὡς ἄν γε κατὰ ῥῆμα τὰ τῆς ἀνασκευῆς γίγνοιτο, οὐκ ἐδοκίμαζε τέως πολλῶν αἰτιῶν ἕνεκα· αὐτὸς δ' ἔγνω προκαθίσας, συναγωγῆς κοινῆς γεγονυίας, καθ' ἓν ἀναγινωσκόμενον ἀνατρέπειν. καὶ γέγονεν οὕτω. καὶ δὴ συνά γονται μὲν ἀρχιερεῖς συνάγονται δ' οἱ τοῦ κλήρου καὶ μοναχοὶ καὶ λαός, καὶ βασιλεὺς ἅμα τοῖς ἐν τέλει συνεδριάσας ἕκαστον κεφάλαιον τῶν τοῦ τόμου οὐκ ἀγενῶς διέλυεν, ἔργῳ δεικνὺς ὡς πειθὼ κρείττων βίας, καὶ μᾶλλον ὅπου καὶ τὸ τῆς ἐξουσίας ὑφο ρᾶσθαι πέφυκε πρὸς τὴν τοῦ κρατεῖν ἰσχὺν συμβαλλόμενον. καὶ ὁ γράψας ἀφανὴς ἦν, τὴν οὐδενίαν τάχα καὶ τὸ μὴ ἐπί τισιν 246 ἰσχυρίζεσθαι τῇ ἐκ τῆς ἐξουσίας ὑπωπτευμένῃ βίᾳ καλύπτειν οἰό μενος· βασιλεὺς δ' ἐμφανῶς ἀντέλεγε προτιθεὶς τοῖς πᾶσιν εἰς κοινὸν τοὺς λόγους, τὴν μὲν ἀνάγκην τῆς ἐξουσίας ἐν μέρει τι θείς, τῇ δὲ πειθοῖ προσάγεσθαι θέλων ἐκ περιουσίας πολλῆς τὸν ἀκούοντα.

23. Τοῦτο καὶ πρότερον ἐπὶ Ἀθανασίου πατριαρχοῦντος ἐποίει, καὶ κεφαλὴν ἄλλην σκανδάλου σοφῶς ἀπέκοπτε, καὶ λό γοις ἐπὶ κοινοῦ λεχθεῖσιν ὥς τισιν ἐπῳδαῖς τὸ ἀνοιδοῦν κατεμά λαττε· σοφοῦ γὰρ ἰατροῦ πρὸς τομῶντι πήματι τομὰς ἐπάγειν, πρὸς δ' αὖ ὑφιέντι τῆς ἀνοιδήσεως προσηνέσι φαρμάκοις ἐκ τῶν λόγων καταστέλλειν πειρᾶσθαι, καὶ μηδὲν διδόναι τῇ ἐκτήξει πάροδον. καιρὸς δὲ συνάπτειν τοῖς παροῦσι καὶ τὸ ἧττον ἐγγίζον διὰ τὴν τῆς ὑποθέσεως γειτνιότητα. κεκίνητο λόγος τῷ βα σιλεῖ περὶ τοῦ κατὰ τὴν Βαβυλῶνα σουλτάν, διευλαβουμένῳ τέως ὅπως εἰς ἀδελφότητα γράφοι τὸν ἐχθρὸν τοῦ σταυροῦ. καὶ τὸ πρᾶγμα ἐπιεικῶς τῶν ἀτόπων ἐδόκει, εἰ καὶ σύνηθες ἦν ἐξ ἀρ χαίου τοῖς εὐσεβῶς βασιλεύουσιν. οἷος οὖν ἦν ἐκεῖνος, πρὸς 247 τοιαῦτα διευλαβούμενος (τὸ γὰρ πατέρα γράφειν οὐκ ἀξιοῦντα τὸν πάπαν διὰ τὸ δῆθεν ἐσφάλθαι, εἰς ἀδελφοὺς τάττειν μὴ ὅτι γε ἄθεον ἀλλὰ καὶ ἐχθρὸν τοῦ Χριστοῦ, πόνος ἦν οὐ μικρὸς ἐκείνῳ) κοινοῦταί τισι τῶν ἀρχιερέων παροῦσι τὸ σκέμμα, καὶ τὴν θεραπείαν τοῦ συνειδότος ζητεῖ. καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἄλλος ἄλλο τι τὰ εἰς θεραπείαν τοῦ συνειδότος ἀπεσχεδίαζεν. ὁ μέντοι γε Φιλαδελφείας Θεόληπτος θέλων θεραπεύειν βασιλεῖ τὴν συνείδησιν, ἀνεκτὸν ἀπὸ γραφῶν ἐπειρᾶτο τὸ πρᾶγμα δεικνύειν. καὶ τί γε, φησί, τοῦτο δεινόν, εἰ καὶ τοῖς δαίμοσιν, οὐχ ὅπως ἄνθρωποι πάντες, ἀλλὰ καὶ Χριστιανοὶ ἀδελφίζουσιν; τὴν γοῦν ἀνάγκην γίνεσθαι χάριν νίκα τῇ συνέσει. ὅπου δὲ τοῦτο καὶ γέ γραπται; υἱοὶ μητρός μου ἐμαχέσαντό μοι, λέγει ἡ ᾀσματίζουσα. υἱοὺς δὲ μητρὸς τῆς ἐκκλησίας Χριστοῦ ὁ Νύσσης ἐξηγεῖται τοὺς 248 δαίμονας, ὡς ἂν ἐκ τῆς αὐτῆς καὶ μιᾶς αἰτίας (ἡ δ' ἔστιν, οἶ μαι, ἡ τοῦ θεοῦ ἀγαθότης, ἀρχή τις γενομένη τοῖς μὴ οὖσιν εἰς ὄντωσιν) τούτους τε κἀκείνους ὡς ἐκ τοῦ αὐτοῦ πατρὸς προῆχθαι καὶ ποιητοῦ. τοῦτο ἴσως καὶ κατὰ τὸ