1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

177

κραταιωθέντα (οὐδὲ γὰρ Ἀγχιάλου αὐτῆς, ἤδη δὲ καὶ Μεσημβρίας, ἀλλ' οὐδ' αὐτῆς Ἀγαθοπόλεως καὶ τῶν πέριξ ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἦν ἐγκρατὴς ἐξ ὁμολο γίας) ἠξίουν πέμπειν Βουλγάρους, ἤν πῃ καὶ πρὸς αὐτῶν, ἐρ χομένων κατ' αὐτῶν, ὁρμῷεν Ῥωμαῖοι ἐφέξοντας. ἀλλ' ἐκεῖνοι μὲν ἐπὶ χιλίους, ὡς ἡ φήμη εἶχε, ποσούμενοι ἐξεπέμποντο. οἷς καὶ θαρρήσαντες Ἀλανοὶ πολλὴν τὴν ἐκεῖ καταδραμόντες καὶ ληϊσάμενοι, πρὸς Ὀσφεντίσθλαβον προσεχώρουν ἅμα γυναιξὶ καὶ τέκνοις. ὧν χάριν ὑπεραλγοῦντες Τουρκόπουλοι (οἱ γὰρ αὐ τῶν οἰκεῖοι παρ' ἐκείνοις ὄντες συνεξηλαύνοντο) πείθουσιν Ἰτα λοὺς καὶ τοὺς σὺν αὐτοῖς Πέρσας Ἀλανοὺς καταλαμβάνειν πρό τερον σπεύσαντας· εἶναι γὰρ καὶ παρ' ἐκείνοις οὐκ ὀλίγην λείαν διεβεβαίουν, ἣν φθάσαντες ἐκ Ῥωμαίων περιεβάλοντο, καὶ τάχ' ἂν αὐτοῖς ἐκ τοῦ ῥᾷστα προγενήσεσθαι περιγενόμενοι τῶν Ἀλα νῶν. ταῦτ' ἔλεγον Πέρσαι, καὶ ταῖς βουλαῖς περιῆσαν· πλὴν 602 γάρ τινων ὀλίγων πᾶσαι αἱ γυναῖκες σὺν τέκνοις τῶν Τουρκοπού λων παρ' Ἀλανῶν κατείχοντο. διὰ ταῦτα ἑπομένους εἶχον καὶ τοὺς λοιπούς. ἀλλὰ καὶ ἱκανοὶ ἐάθησαν. πλὴν γάρ τινων ὡς αἱ σύζυγοι πρὸς τὴν πόλιν παρ' Ἀλανῶν ἀπεστάλησαν τὰς σπον δὰς ἐπικρατούντων ........ ἀποστατήσαντας πρότερον τοῖς λοιποῖς πόνοις ...... διὰ τοὺς οἰκείους, καὶ διὰ ταῦτα προεκ θέουσι τούτοις ἑπομένους εἶχον καὶ τοὺς λοιπούς. οὐ μὴν δὲ ἀλλὰ καὶ ἱκανοὶ ἐάθησαν παρὰ τῇ Καλλίου καὶ τῇ Μαδύτῳ (καὶ αὐτὴ γὰρ πρὸ μικροῦ σὺν φόνῳ πλείστῳ αὐτοβοεὶ διὰ τὴν σιτο δείαν ἡλίσκετο, καθάπερ μοι εἴρηται) ἐφ' ᾧ φυλάττοιντο τὰ πο λίσματα.

19. Ἅμα δὲ τούτοις προσταττομένοις, ἐπεὶ οὐκ ἦν ἀντι τάττεσθαι τοσούτῳ πλήθει τοὺς ἡμετέρους, οἳ δὴ ἐν μέρει μὲν περὶ τὸν ἐπὶ τοῦ στρατοῦ Μαρούλην ἐν μέρει δὲ περὶ τὸν βασιλέα τοῖς ὀχυροῖς κατεστρατοπεδεύοντο, πέμψας ὁ βασιλεὺς τὰ πέριξ τῆς πόλεως ἀπανίστα, καὶ ταῦτ' ἤδη καιροῦ δρεπάνου οὐκ ἄπο καὶ θερισμοῦ. οὐ γὰρ ὀλίγον φόνον εἰργάζοντο ἐφιστάμενοι. ὅθεν καὶ φήμη ἦν ἐκείνους αὐτοὺς λέγειν, ἐρωτωμένων παρὰ τῶν ἰδίων πόσους ἄρα ἐν τοῖς ἐνιαυτοῖς ἐκείνοις πεφόνευκεν ἕκαστος, καὶ λεγόντων, ὡσεὶ πέντε χιλιάδας τοὺς πεσόντας συμποσωθῆ ναι. καὶ ὁ μὲν βασιλεὺς ταῦτα· ἐκεῖνοι δ' ἐφ' ἁμαξῶν σκευάς τε 603 ἰδίας καὶ τὰ ἐφόδια φέροντες (λόγος δὲ καὶ ταύτας ὑπὲρ τὰς τετρακοσίας εἶναι) ὅλῳ ῥυτῆρι ὁμόσε τοῖς Ἀλανοῖς ᾔεσαν. καὶ δὴ περί που τὰς εἰσβολὰς τῆς τῶν Βουλγάρων ἐπικρατείας κατα λαβόντες, μάχην στήσαντες κρατερὰν Ἀλανοῖς καὶ αὐτοῖς ταῖς καθ' ἑαυτοὺς ἁρμαμάξαις ὠχυρωμένοις ἐμάχοντο. ἀλλὰ πολλοὶ μὲν ἐκείνων στήσαντες τῆς ἀγενοῦς φιλοζωΐας εὐκλεῆ θάνατον ἀντηλλάξαντο· αὐτοὶ δὲ πολλοὺς ἀποβαλόντες, καὶ μᾶλλον τοῦ Περσικοῦ, τέλος τῇ μάχῃ εὐημερήσαντες, ἐξαναλωθέντων τοῖς Ἀλανοῖς τῶν κούφων βελῶν κἀκείνων εἰς φυγὴν τραπέντων, πολ λὴν λείαν ἐξηνδραπόδισαν. καὶ τὰς ἐν ἡλικίᾳ γυναῖκας καὶ λά φυρα ληϊσάμενοι ἐς ἡμέρας ἐλαφυροπώλουν. εἰσβαλεῖν ἐντεῦθεν καὶ ἐς Ὀρεστιάδα ἐκ τοῦ αἰφνηδὸν ἔγνωσαν, ἵνα γεγονότες πρῶτα μὲν ἐξ ἀτασθαλίας τόσης ἀμπέλους μὲν κατέκλων, λήϊα δὲ μήπω παρηβηκότα πικρῶς ἐξεθέριζον. ἐντυχόντες δὲ καὶ τῷ κατ' αὐ τὴν ἐμπορίῳ πυρποληθέντι τῇ προτεραίᾳ καὶ παρὰ τῶν ἐποίκων πρὶν αὐτοὺς εἰσβαλεῖν, καὶ ἐκ τοῦ ῥᾷστα κατασχόντες, ἐκεῖθεν κατὰ τοῦ ἄστεος, ὡς εἶχον, ἠκροβολίζοντο. ἀλλ' οἱ ἀμφὶ τὸν πιγκέρνην Ἄγγελον καί γε τὸν Σκουτέριν Χοῦμνον προτερήσαντες τῆς μάχης εἰσῆλθον τὸ ἄστυ, καί που περὶ τοὺς πεντήκοντα καὶ 604 ἑκατὸν ἀπῳκηκότας ἐξ ἀνατολῆς καταλαβόντες ἐκεῖ σὺν τούτοις, ὡς δυνατόν, τὴν ἐνδεχομένην ἐπιμέλειαν ἐποιοῦντο καὶ ὡς εἶχον τοὺς ἐπιόντας ἠμύνοντο. οἱ δὲ ἐφ' ἡμέραις ὀκτὼ σφοδρῶς ἐπι τιθέμενοι οὐδὲν τῆς καθ' ἡμέραν μάχης ἠφίεσαν. ἀπαιτοῦντες δὲ καὶ τὰ τοῦ Καίσαρος ὀστᾶ καὶ τοὺς ἔτι περιόντας τῶν Κατε λάνων, ὅσοι τῶν ἁλόντων τοῦ Ῥοντζερίου φονευθέντος Καίσαρος κατελείφθησαν, περί που τοὺς εἴκοσιν ἐναπολειφθέντας, εἰ καὶ τὸ ἄστυ παραδοῖεν, ἔφασκον μηδὲν ἄχαρι πείσεσθαι. ὡς δ' ἐπὶ μηδενὶ τοὺς ἐντὸς πειθηνίους εἶχον, ἐνεργέστερον ἐπολιόρκουν.