1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

82

προβαινόντων καὶ ἅμα θηρεύειν ἐχόντων τὰ κατὰ θύρας προ κείμενα, διὰ ταῦτα καὶ τῶν τοιούτων ἀπογινώσκων, σπονδαῖς τισὶ χρῆσθαι πέμπων συνεβούλευε τῷ κρατοῦντι, καὶ μᾶλλον καὶ τῶν ἀνατολικῶν κακουμένων ὑπὸ τῆς τῶν Περσῶν ἐπιδρομῆς καὶ χρῃζόντων τῆς ἱκανῆς ἀντιλήψεως. τό τε σπονδὰς ἀποτεμνομέ νους εἰρηνεύειν καὶ βασιλεῖ καὶ τῇ περὶ αὐτὸν βουλῇ καλὸν ἐδό κει καὶ τῶν καλλίστων. τὸ δὲ τοῦ βαρβάρου ἦθος εὔκολον ὂν πρὸς σπονδῶν συγχύσεις διαλύων αὐτίκα ἐκ τυχούσης αἰτίας τὴν ὁμόνοιαν ὑπώπτευον. ὁ γοῦν βασιλεὺς κἀνταῦθα ποιεῖν προαι ρούμενος ἐξ ὧν ἀρέσειεν ἂν καὶ τῷ γε ὁμορεῖν ἔχοντι, ἠβούλετο καὶ μετ' ἐκείνου ὡς οἷόν τε εὐορκεῖν. μὴ μέντοι γε ἀρκέσειν πρὸς πίστιν τὴν τοῦ Σέρβου παλιμβουλίαν ἐκ τῶν δυνατῶν ἔκρινεν ἄλ λως, εἰ μὴ κήδει τῷ κατὰ γάμον συνδέοιτο. ἐκεῖνος δ' εἶχε τὴν τοῦ Τερτερῆ ἐκ τῆς τοῦ Ἀσὰν ἀδελφῆς θυγατέρα, λαβὼν ὑπ' 273 ἀσφαλέσι πίστεσι σύζυγον. εἶχε δ' ἑτέραν πρώην, τὴν τοῦ δυ σικοῦ σεβαστοκράτορος Ἰωάννου θυγατέρα, καὶ πρὸ ταύτης ἄλ λην ἣν ἀποστέρξας παρ' οὐδεμίαν αἰτίαν εὔλογον, ἀφεὶς ἐκείνην τὴν νόμιμον πάντως, τῇ τοῦ Ἰωάννου συμπλέκεται θυγατρί. ἀλλὰ καὶ ἐσέτι τῆς νομίμου ζώσης ἀπολύσας ταύτην πρὸς τὸν πα τέρα, οὐδὲν συμπεσὸν ὑπὲρ τοῦ ταύτης διαζυγῆναι δίκαιον, τὴν τοῦ Τερτερῆ ἐπηγάγετο, καὶ εἶχε ταύτην τρίτην ἀπὸ τῆς νομίμου λαβών· ζῶσα γὰρ ἡ προτέρα τὰς ἐπιγενομένας παρανόμους ἀπή λεγχεν. ἐπείρα τοίνυν καὶ μόνον βασιλεὺς τοῦ βαρβάρου πρὸς σπονδὰς ἤδη κλιθέντος, ἐπεὶ καὶ ἡ προτέρα τεθνηκυῖα ἠκούετο καὶ τὸ ἀπὸ τοῦδε τῇ συνοικησούσῃ νομίμῳ εἶναι μετὰ τὴν πρώ την ἐδίδοτο, τῶν ἐν τῷ μεταξὺ ὡς νόθων ἀπηλλοτριωμένων, εἴπερ ἀπολύων τὴν τοῦ Τερτερῆ ἐπιγαμβρεύεσθαί οἱ βούλοιτο καὶ τέως ἐπ' αὐταδέλφῃ τῇ Εὐδοκίᾳ ἤδη κατὰ τὴν πόλιν οὔσῃ κεχηρωμένῃ τοῦ Ἰωάννου. ὁ δὲ μηδὲν μελλήσας, ἀλλ' ὡς τὰ μέγιστα καὶ ληψόμενος, ἕτοιμος ἦν ἐφ' ὁμολογίαις τε καὶ συνθή καις τὴν τοῦ Τερτερῆ ἀποπροσποιεῖσθαι καὶ τὴν τοῦ βασιλέως δέχεσθαι ἀδελφήν· ἔσπευδε γὰρ τὰς παρὰ τοῦ βασιλέως ἐλπίδας, καὶ ὡς μεγάλων ἐπιτευξόμενος ἤθελε τὸ συνάλλαγμα, ἐπεὶ καὶ πρὸς τὴν ἀρχὴν ἐκραδαίνετο τοῦ ἀδελφοῦ Στεφάνου προήκοντός τε τῷ χρόνῳ καί γε τῷ δικαίῳ προτιμωμένου, εἰ κἀκεῖνος ἐπίχω λος ὢν καὶ μῶμον φέρων ἐν σώματι, ἔτι δὲ καὶ ἀπραγμοσύνῃ συζῆν ἐθέλων, χώραν τὴν ἱκανὴν ἀποτεμόμενος ἑαυτῷ τὴν τῆς 274 ἀρχῆς ἀσχολίαν πρὸς ἐκεῖνον ἠφίει, τοῖς παισὶν ἑαυτοῦ τὴν ἀρ χὴν φυλάξοντα μετὰ θάνατον. ὥστε καὶ διὰ ταῦτα παντοίως ὑπῆκτο τῷ τοῦ βασιλέως θελήματι, καὶ προσελιπάρει φίλος γε νέσθαι καὶ συγγενής. τὸν δέ γε Κοτανίτζην καὶ λίαν καθυ πισχνεῖτο παραδιδόναι· τὸν γὰρ γαμετῆς προϊέμενον οὐκ εἰκὸς εἶ ναι ἀλλοτρίου φείδεσθαι. τούτοις κατανεύει καὶ βασιλεύς, καὶ ἤδη τὴν ἀδελφὴν παντοίως ὑπέρχεται, νόμιμόν τε τὸ συνάλλαγμα βεβαιούμενος· ἡ γὰρ νόμιμος ἐτεθνήκει, ἣ δὴ ταῖς μὲν ἐπιούσαις περιοῦσα ἔτι τὸ νόθον εἰργάζετο καὶ παράνομον, τῇ δὲ ἐφεξῆς ἔκτοτε τελευτήσαντα νόμιμον δίδωσι καὶ ἄξιον προσέτι ἀξίᾳ. ἀλλὰ καὶ πόλλ' ἄττα λέγων οὐκ ἔπειθεν· ἠβούλετο γάρ, ὡς ἐῴκει, ἐκείνη τῷ ἀνδρὶ φυλάττειν τὰς πίστεις καὶ τελευτήσαντι, καὶ μὴ ὅτι γε κράλῃ Σερβίας, ἀλλ' οὐδὲ καὶ τούτου πολλῷ μεί ζονι εἰς λέχος δεύτερον συνιέναι. τὰς δὲ τοῦ βασιλέως θεραπεύ σεις ἱκανὰς μὲν ἔκρινεν ἄλλως καὶ πιθανάς, ἄλλῃ δέ γ' ἴσως, 275 οὐ μὴν ἑαυτῇ, εἰ καὶ πρέπειν ἔλεγε τοῖς μεγέθεσι στοργὴν πρὸς τὰς συνοικούσας ἀμετακίνητον μᾶλλον ἢ εὐκολίαν πρὸς ἀλλοτρίω σιν. ὅμως δ' ἐπεὶ οὐ μέλον ἦν ταύτῃ τοῦ συναλλάγματος, τὸ πρὸς τὰς ἐπ' ἀδόξοις ἀναμνήσεις ἀταμίευτον ἔχειν τὴν παρρησίαν περισσὸν ἔκρινε, καὶ ἐσίγα.

(31) ἀπογνοὺς δ' ἐκεῖθεν ὁ βασι λεὺς τῆς μετὰ τῇ ἀδελφῇ πείρας, τὸν κράλην Σερβίας ἀδοξότε ρον ἢ πρὸς οἰκειότητα τὴν ἐξ ἰδίας θυγατρὸς ἔκρινε, μείζονα δ' αὖθις ἢ καταφρονεῖσθαι. διὰ τοῦτο καὶ τὸν καιρὸν τῷ ἐλ λείποντι προστιθεὶς ἀξιώτερον ἐποίει πρὸς τὴν ἐπὶ θυγατρὶ συ ζυγίαν. ἦν οὖν πάνυ ἀστεῖον τοῦτο τὸ θυγάτριον, οὔπω τὸν ἕκτον παραλλάττον ἐνιαυτόν, ἀγαπητὸν μὲν ἑαυτῷ, ἀγαπητὸν