1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

12

σῶφρον ἦν οὖν κατ' ἐμὴν γνώμην μηδὲν περὶ τούτων κινεῖσθαι. ἀλλ' ὅμως τέως καὶ οἱ ἐκεῖνον ἐποτρύνοντες αἴτιοι· βουλόμενος γὰρ τοῖς αἰτιω μένοις ἀπολογεῖσθαι καὶ ἔγκλημα φεύγειν αἱρέσεως ἔλαθεν αἱρέσει δόξας δικαίως περιπαρείς. Ἐκεῖνοι μὲν οὖν ἓν εἶχον κατὰ σκοπόν, τὸ καθυποκλῖναι τὸν Ἰωάννην τῷ Ἰωσήφ, καὶ παρ' ἐκείνου πείθειν ζητεῖν συγγνώμην οἷς ὅτι ζῶντος ἐκείνου ἐπιβῆναι τοῦ θρόνου τολμήσειε, καὶ τὰ τῆς εἰρήνης μὴ καταδεχομένου, ὡς καὶ ὑποχωρεῖν διὰ ταύ την, ἐκεῖνος μὴ ὅτι γε μόνον τὴν πατριαρχείαν καταδέχοιτο, ἀλλὰ καὶ γραφαῖς πειρῷτο δεικνύναι τὴν πρᾶξιν ἀνεπιτίμητον. ὅθεν καὶ ὁσημέραι σύνοδον μὲν ἐντελῆ καθίστων, (10) κρότοις δὲ συχνοῖς τῶν τῆς ἐκκλησίας κωδώνων ξύγκλυδας ξυμφοροῦντες καὶ πλήθη, εἴ πού τις ὡς ἠσέβησαν πείθοι, παρακινησείοντα τὰς 34 ὁρμὰς καθ' ὧν ἄρα τοῦ ὀρθοῦ παρακινησάντων σφᾶς ὑποπτεύ σειαν, καὶ μάλα θερμῶς ἠξίουν τὸν Ἰωάννην καταπέμπεσθαι κριθησόμενον. συχνῶν γοῦν διαμηνυμάτων πρὸς ἐκεῖνον γινο μένων ἐφ' ᾧ παραγίνοιτο λόγον δώσων τῶν γεγραμμένων, καὶ μάλ' ἐκείνων ἐπιδεικνυμένων τοῖς πλήθεσιν, ἐκεῖνος τὸ ἄλογον τῆς ὁρμῆς τῶν πολλῶν δεδιὼς ἐπὶ πολύ τε ὤκνει καὶ ἀνεβάλλετο τὴν ὡς ἐκείνους ἄφιξιν· δήλην γὰρ εἶναι τὴν παρακινδύνευσιν, εἰ πλῆθος ἀσεβῆσαι πεισθείη, ὥστε μὴ μένειν ἐπὶ τοῦ καθεστη κότος τρόπου ἀλλ' ὅλαις ὁρμαῖς ἐπὶ τὸν αἴτιον τρέπεσθαι. ἀλλ' ὁ μέγας λογοθέτης ἐμβριθέστερον τὴν τοῦ πλήθους παρακίνησιν καταστείλας, ὡς εἰς αὐτὸν βασιλέα τοῦ ἐπ' ἐκεῖνον ἀτακτήσον τος δόξοντος ἁμαρτεῖν, καί οἱ δηλώσας τὴν εὐτρέπισιν ἀσφαλῆ, οὕτω πείθει παραγενέσθαι. καὶ δὴ τὸν ἔσχατον τόπον ἐλθόντι δόντες ἐκεῖθεν ἀπολογεῖσθαι καθήμενον κατηνάγκαζον. ἐκεῖνος δὲ πάντα μᾶλλον εἰδὼς ἀπολογίας καιρὸν ἢ ἐκεῖνον, τὴν τοῦ γρά φειν αἰτίαν ἐπὶ καιροῖς ἐτίθει, οὓς οὐκ εἶναι τότε διωμολόγει, 35 καὶ πράγμασι ζητοῦσι καὶ ταῦτα, ἄλλως ἢ ὡς τὸ παρὸν ἔχουσιν, ὧν μετακινηθέντων ἀνάγκην εἶναι καὶ τὰ γραφόμενα προσαργεῖν. αἰτίας γὰρ εἶναι τὰς ἀναγκαίας, δι' ἃς καὶ γεγράφεσαν, μηδενὸς αὐτόθεν ὁρμήσαντος. τὸ γοῦν κινεῖν λόγους τῶν πραγμάτων ἀπόντων ἐφ' οἷς ἐλέχθησαν, ὥσπερ τοῖς ἐρωτῶσιν ἔχειν τὸ παρα καίριον, οὕτω τοῖς ἀπολογουμένοις τὸ μάταιον. ἀναγκαῖον δ' εἶ ναι καὶ μόνον τὴν σύνοδον ἀποφαίνεσθαι εἰ ὃν εἰς ἀρχιερωσύνην προσεκαλέσαντο μήτε μὴν εἰδότα μήτε μὴν ἀξιοῦντα, ἀργήσαντα τέως λυθέντων ἐκείνων καὶ τοῦ γνησίου ἀνακληθέντος ποιμένος, ἄξιόν ἐστι, καὶ αὐτοὶ κρίνουσι, τὴν τιμὴν καὶ ἔτι ἐκεῖνον κατέ χειν ἣν ἔσχεν ἀρχῆθεν ψηφιζομένων καὶ προσκαλούντων αὐτῶν. τὸ δ' ἦν ἄρα εἰπόντος ἐκείνου τοῖς πολλοῖς ἧλος κατὰ καρδίας, καὶ "ποῦ γε ἄρα" φασίν "ἀρχιερατεύσεις γνησίου τέως παρόν τος ἀρχιερέως, ἀνὴρ καὶ λίβελλον ἐπὶ πίστει δίκαιος ἐκτίθεσθαι καὶ πληροφορεῖν ἐξ ἀνάγκης τὸ ὀρθὸν τοῦ σεβάσματος;" οἱ μὲν οὖν οὕτω παρακρουσάμενοι τὴν ἀξίωσιν ἐμβριθῶς, εὐμενῶς ἄλ λως λαβόντες αὐτόν, ἄγουσι παρὰ τὸν Ἰωσὴφ καὶ μετανοίᾳ ἐξι 36 λεοῦσθαι ὡς δῆθεν δυσμεναίνοντα πείθουσιν, εἶτα καὶ λίβελλον ἐκτιθέντες εἰς ὁμολογίαν μὲν τοῦ ὀρθοῦ ἀποβολὴν δὲ τῶν εἴ τι καὶ παρεξελέχθη, καὶ αὐτῆς δὴ τέλος τῆς ἱερωσύνης παραίτησιν, ὑπογράφειν διδοῦσι, καὶ οὕτω τὰ εἰκότα φιλοφρονησάμενοι ἀπο πέμπουσιν. ὅπερ μαθὼν ὕστερον Ἰωσὴφ τὴν ἐπὶ τῇ παραιτήσει βίαν ὀρθοσεβοῦντος ὡς οὐ κανονικὴν ἄδικον ἔκρινεν.

(11) ὀλί γον τὸ μεταξύ, καὶ βασιλέα πείθουσιν εἰς Προῦσαν περιορίζειν ᾧ τέως καὶ διελύοντο. ἀλλ' ὁ βασιλεὺς τάξας αὐτῷ καὶ τὸ σιτηρέ σιον αὔταρκες, ἐκεῖνον μὲν τοῖς ἀπάξουσιν ἐπὶ Προύσης ἐκδίδω σιν, αὐτοῖς δ' ἐχρῆτο τῶν ἄλλων ἐνευκαιρήσας, εἴ τι ἄρα προ τείνειαν, καί γε ἡδέως μὲν ἤκουε μεσιτευόντων, πολλὰ δ' ἐξε πλήρου τῶν ἀναγκαίων ὑπομιμνησκόντων. ἐβεβαίου δὲ καὶ τὰς γνώμας λεγόντων καὶ προθέσει καρδίας καὶ γράμμασιν, ὧν τὸ μεῖζον καὶ πρῶτον μὴ ἄν ποτ' εὐφήμου μνήμης, μὴ ψαλμῳδίας, μὴ ταφῆς ἀξιωθῆναι τὸν ἀποιχόμενον. Οἱ μὲν οὖν