1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

21

ἐνεργεῖν· διώκταις δὲ (διωγμὸν ἐκάλουν, κἄν τις 65 καὶ τοῖς διαφόροις ἔγρυξε παραινῶν, ἢ μὴν μετιὼν προδό ταις καὶ συνεργοῦσι) πρόστιμον εἶναι τὴν εἰσαεὶ ἀπραξίαν, κἂν ἐντὸς εὑρίσκοιντο κἂν ἐκτός· τοῖς δ' ἄλλοις τῶν κληρικῶν ἐπιτι μηθεῖσι τὴν λύσιν δίδοσθαι, πλὴν μὴ ἐς μείζω προκόπτειν βαθμόν, κἂν ἐς ὁπόσον προΐοιεν ἀρετῆς. ταῦτα τάξαντές τε καὶ γράψαντες ἐπανῄεσαν.

23. Οὐ μὴν δὲ κατὰ Λάμψακον πρὸ τοῦ καὶ ἡ δίκη ἐπὶ μήκιστον χρόνον ἀργὸς ἦν, ὡς εἴθιστο τὰ πολλὰ διαμέλλουσα, ἀλλὰ τῷ ἀρχηγῷ τῶν τοιούτων, τῷ ἀπὸ Σάρδεων, κἂν οὐ πα ρῆν πραττομένων, παλίμπους οὖσα ἐξ ὑπερτέρας περιέστη χει ρός. καὶ δὴ παρὰ μαθητοῦ αὐτοῦ τοῦ μοναχοῦ προσαγγέλλεται Γαλακτίωνος χείριστα καὶ φρονῶν καὶ λέγων κατὰ βασιλέως. ὡς δὴ καὶ ὑποπτευθεὶς τὰ μέγιστα πρὸς πολλὰ δίκαις καθοσιώσεως καθυπάγεται. τὸ δ' ἐντεῦθεν ἁπάσαις τε λοιδορίαις περιβλη θεὶς καὶ ἐλεγμοῖς τοῖς εἰκόσιν, ὅτι καὶ μοναχὸς ὢν οὐκ ἔφριξεν ἀθετήσας τὸ σχῆμα καὶ πρὸς τὸν τῶν ἀρχιερέων μεταπηδήσας βαθμόν, καὶ τὰ δεινὰ παθὼν ἐκ πολλῶν, τέλος πυγμαῖς τε καὶ 66 ὠθισμοῖς ἀνάρπαστος γεγονὼς ἔξω που τοῦ κοινοῦ συνεδρίου πα ρέρριπται, ὅτε καὶ ὁ Λαρίσσης Νίκανδρος τῆς Ἰωάννου χειρο τονίας ὢν καὶ διὰ τοῦτο παρ' ἐκείνου καθαιρεθείς, ἐκεῖσε παρὼν καί γ' ἀτίμως ἐκεῖνον ἐκριφθέντα θεώμενος, λαβὼν μοναχικὸν ἐπιτύμβιον μεθ' ὅσου μυκτῆρος καὶ χλευασμοῦ ἐπιτίθησιν. ὁ δὲ πρὸς τοῦτο μόνον ἐν ἑαυτῷ γεγονὼς (τὰ γὰρ πλεῖστα ἔξω νοὸς ἦν) ἐρρίπτει τε παρευθὺς ἐπισχὼν τὴν καλύπτραν ἐκ σφενδονῶν, καὶ ταῖς ὀξείαις βολαῖς τοῦ ἡλίου γυμνὴν ἐδίδου καθυπακούειν τὴν κεφαλήν. ὁ δὲ καὶ αὖθις ἀναλαμβάνων ἐπετίθει, καὶ αὖ θις ἐκεῖνος ἀπέρριπτεν. καὶ τοῦτο πολλάκις γεγονός, γέλως ᾔρετο παρὰ τῶν παρόντων καὶ χλεύη καὶ ἐπιτίμησις οὐ μικρά. οἱ δέ γε προσεκτικώτεροι, ἀνάγοντες τὸν νοῦν πρὸς ἅπερ ἐκεῖνος ἐποίει τοὺς ἀρχιερεῖς πρότερον, ὁμοίαις δίκαις ὑποβάλλουσαν ἐκεῖνον κατενόουν τὴν πρόνοιαν.

24. Ὁ μέντοι γε Κοτανίτζης τὸ σχῆμα φέρων τῶν μονα χῶν κἀν τῇ τῆς Περιβλέπτου μονῇ ἀσκῶν, ὑποκρινόμενος δὲ καὶ πᾶσαν ἁπλότητα ὡς ἐκ ψυχῆς ἀγαπήσας τὴν πολιτείαν καὶ ταύτῃ συναποθανεῖν αἱρούμενος, καὶ τοιαύταις ἀπάταις τοὺς μοναχοὺς 67 ὑπελθών, πείθει ἐφεῖναι τούτῳ καταλαβεῖν τὴν ἐν Προύσῃ με γίστην μονήν, ᾗ δὴ ἀφιγμένος ἐκεῖθεν τεχνιτεύει τὴν ἐπὶ τὰ οἰ κεῖα δραπέτευσιν. γράφει γὰρ δι' ἀπορρήτων, ἐνασχολουμένου τοῦ βασιλέως τοῖς ἄλλοις καιρὸν εὑρηκὼς τὸν ἁρμόδιον, καὶ ἁλιὰς ἐνήρης παρὰ τῶν οἰκείων εὐτρεπισθεῖσα ἵππους φέρουσα πέμπεται. καὶ δὴ προσισχούσης αἰγιαλῷ τῆς νεὼς οἱ ταύτην ἄγοντες δηλοποιοῦσι τῷ Κοτανίτζῃ τὴν ἄφιξιν, καὶ ὁρισθείσης νυκτὸς αὐτοὶ μὲν τῷ τείχει τῆς μονῆς ἅμα καὶ πόλεως ἐφιστῶσι τοὺς ἵππους, ἐκεῖνος δὲ ὑποχαλασθεὶς σχοίνῳ καὶ ἐπιβὰς ἵππου. καταλαβὼν τὸν αἰγιαλόν, αὐτονυχεὶ ἀνάγεται καὶ τὴν φυγαδείαν ὡς εἰκὸς διατίθεται.

25. Ὅπερ μαθὼν ὁ βασιλεὺς καὶ ἐν δεινῷ ποιησάμενος, ἐπεὶ καὶ τὸν τοῦ Ἰωάννου τοῦ ∆ούκα καὶ δυσικοῦ σεβαστοκράτο ρος υἱὸν Μιχαὴλ πολλὴν δραστηριότητα ἔχειν ἐμάνθανε, τοῦ μὲν τὸ θερμουργὸν ὑπονοῶν ὅμως εἰς καιρὸν ἐτίθει τὴν περὶ αὐ τοῦ σκέψιν, τοῦ δὲ τὸ αὐτίκα δραστήριον τὰ πολλὰ ὑποπτεύσας ὡς ἐσομένου πολεμίου ἀπαραιτήτου πρὸς ὃ δὴ καὶ ὁρμήσειε, λό γους τε κινεῖ περὶ τούτου καὶ τῇ ἰδίᾳ αὐτανεψίᾳ συσκέπτεται Ἄννῃ τῇ βασιλίσσῃ. ἡ δ' ἐκ τῶν δυνατῶν καὶ βασιλεῖ χαριζο 68 μένη καὶ γειτονοῦν κακὸν ἑαυτῇ ὠθοῦσα, ὡς εἶχε καθυπισχνεῖτο παντοίως τὸν ἀνεψιὸν μετελθεῖν, καὶ μηδὲν ἀνεῖναι δουλαγωγῆ σαι, καὶ ὡς δυνηθείη ἐκεῖνον περισχεῖν ἀφύκτως εἰς χεῖρας καὶ πέμπειν τῷ βασιλεῖ. συνέταττε δὲ καὶ δυνάμεις ὁ βασιλεὺς ἀφι ξομένας συνάμα τῷ πρωτοβεστιαρίῳ Ταρχανειώτῃ πρὸς δύσιν πεζῇ καὶ τῇ ∆ημητριάδι ἐπιμιξομένας, ὡς κατασχεῖν μὲν ὁπόσον καὶ τῶν ἐκεῖ δυνηθεῖεν νόμῳ πολέμου καὶ μάχης, ἕτοιμον δ' εἶναι λαμβάνειν πεμπόμενον παρὰ τῆς Ἄννης, εἰ κατασχεῖν εὐο δοῖτο, τὸν Μιχαήλ. ταῦτα τάξας τε