1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

79

προσῆκον διὰ τὴν τῆς συνειδήσεως καθαρότητα. ταῦτα λέγων ἀντετεχνᾶτο κἀκεῖνος, καὶ τὴν εἰκόνα τοῦ μάρτυρος φέρων ἐπευφήμει τοὺς βασιλεῖς. καὶ λοιπὸν ἄπρακτον μὲν ἦν αὐτοῖς τὸ ἐγχείρημα, συνεῖναι δ' ἐκείνοις ἥκιστα ἀσφαλὲς ἐδόκει. ὅθεν καὶ πᾶσαν ἀφεὶς ἐνοχὴν προστρέχει τῷ βασιλεῖ τῇ πολυαν δρούσῃ πόλει Θεσσαλονίκῃ ἐνδιατρίβοντι. ἀλλὰ ταῦτα μὲν ὕστε ρον, καθ' ὃν καιρὸν τά οἱ στρατηγοῦντι πεπονημένα ἐσπουδα σμένως τῆς τῶν ἐκεῖ πραγμάτων κατορθώσεως χάριν ἀθετηθέντα καὶ εἰς οὐδὲν λογισθέντα παρὰ τῶν ἐσαῦθις πεμπομένων πολλὴν τὴν λύμην ἐνέδοσαν γίνεσθαι, ὑπερημέρων μὲν καὶ τῶν μισθο φοριῶν γινομένων στρατιώταις παρὰ τῶν κατ' ἀνατολὴν συλλε γόντων χρήματα, ἐλλελειμμένων δὲ καὶ τῶν πλείστων ἐκ τῆς τῶν προυχόντων περὶ αὐτὰ σφετερίσεως, καὶ τῶν πολεμικῶν ἐντεῦθεν ἀμελουμένων κατὰ τὸ εἰκὸς πράξεων.

26. Περὶ δέ γε τῶν βορείων Τοχάρων (οἱ γὰρ κατ' ἀνα τολὴν τὸν Καζάνην εἶχον, ὡς αὐτοὶ φαῖεν ἄν, Κάνιν, ὃς δὴ καὶ ἐκ Χαλαοῦ τε καὶ Ἀπαγᾶ τὸ γένος κατῆγε) περὶ γοῦν ἐκείνων ἄξιον ἄνωθεν διελθεῖν. ὁ τοίνυν Νογᾶς, περὶ οὗ καὶ πρότερον 263 ἐρρέθη, πεμφθεὶς ἀρχῆθεν παρὰ τῶν ἐκ γένους ἀρχόντων, οὐκ ἄρχων ὢν ἀλλ' ὑποστράτηγος σφῶν, πεμφθεὶς οὖν μεθ' ὅτι πλείστης δυνάμεως ἐπὶ τῆς κατὰ βορρᾶν περαίας, ἵνα καὶ διά φορα ἔθνη πάλαι μὲν Ῥωμαίοις ὑπήκοα, ὕστερον δ' ἁλούσης τῆς Κωνσταντίνου καθ' αὑτὰ ὄντα καὶ τοπαρχίαις τισὶ μεριζόμενα, ὡς ἐρήμων καταδραμούμενος, ἐπιστὰς τῷ κατὰ σφᾶς δέει μόνῳ χειροῦται καὶ ὑποκλίνει Τοχάροις αὐτονομούμενα πρότερον. ἅμα γοῦν τοσούτων ἐθνῶν ἦρξαν, καὶ ἅμα πολυανδροῦντα τόπον ἰδόντες καὶ ἀρετῶσαν γῆν πρὸς πάντα τὰ ἀναγκαῖα, ἑαυτοῖς ὑπο ποιοῦνται τὰς χώρας καὶ καθ' αὑτοὺς ἦσαν. ὡς δὲ καὶ τῶν ἄνω Τοχάρων, οἷς καὶ ἦν ἄρχειν, ἐπιόντων καὶ τὸ κράτος ζητούντων ἐκεῖνος συνέσει τε καὶ τῷ καθ' αὑτὸν πλήθει περιεγένετο, τοῦ λοι ποῦ ἀνέδην ηὐτονομοῦντο καὶ τὸν ἄνω Εὐξείνου τόπον ἀρχοντι κῶς ἐκαρπίζοντο. ἦν γοῦν ταῦτα ἐπὶ καιροῖς, καὶ τῷ τοῦ βασι λέως κήδει ὁ Νογᾶς ἠγλαΐζετο. ἐπεὶ δὲ πολλῶν ἐκποδὼν γεγο νότων οἷς δὴ καὶ τὸ ἄρχειν ἐκ γένους προσῆν, ὁ Τουκτάϊς ἐγκα ταλέλειπτο καὶ ἤδη γεγηρακότι τῷ Νογᾷ ἐφειστήκει καὶ εἰσβολῆς 264 στερρᾶς γεγονυίας περιῆν κατὰ κράτος καὶ ὁ Νογᾶς ἔπιπτε, τὰ μὲν κατὰ τὸν τόπον γεγονότα ἐκ τῶν ἐνεστώτων πολέμων καὶ τῆς συγχύσεως, καὶ ὡς ἠρήμωτο μὲν χώρα πᾶσα καὶ ἄνθρωποι διε φθείροντο, ἐκεῖθεν δ' οἱ λελειμμένοι πρὸς τὰ ὧδε μετῳκίζοντο, καὶ ὅλα νηῶν πληρώματα καὶ φορτία ἄνθρωποι ἐγεγόνεισαν, ἰδίας ἱστορίας χρῄζει καὶ οὐ τῆς τυχούσης πρὸς ἀγγελίαν γλώττης. τέως δὲ περιγεγονὼς ὁ Τουκτάϊς κύριος τῶν τόπων κατέστη, καὶ τὸ Τοχαρικὸν ὑπ' ἐκείνῳ γίνεται, ὀλίγων τινῶν προσμεινάντων τῷ ἐκ τῆς Ἀλάκκης τοῦ Νογᾶ υἱεῖ Τζακᾷ τοὔνομα, οἷς δὴ καὶ ἐθάρρει ἐκεῖνος ἐπιὼν τὴν Βουλγάρων. ὁ γὰρ Τερτερῆς καὶ αὐ τὸς ἐκ τῆς ἀπειλῆς τοῦ Νογᾶ φυγὼν προσεχώρει τῷ βασιλεῖ, καὶ περί που τὴν Ἀνδριανοῦ διῆγε, τοῦ βασιλέως ἀποπροσποιουμέ νου τὴν ἱκετείαν, ὡς ἂν μὴ πέμψαντος τοῦ Νογᾶ αὐτὸς ἐκεῖνον κατὰ τὸ εἰκὸς ὡς προσφυγόντα περιποιούμενος τὰς τοῦ Νογᾶ ὀρ γὰς ἐρεθίσειεν. ὁ γοῦν ἐκείνου υἱὸς Τζακᾶς, τοῦ Νογᾶ ἐκποδὼν γεγονότος, θαρρῶν τοῖς περὶ αὐτὸν Βουλγάροις ἐπέχρα, πλὴν οὐ δίχα προφάσεως, ἄλλ' ἔχων τὴν τοῦ Τερτερῆ θυγατέρα εἰς σύζυγον ἑαυτῷ. προσλαμβάνει τε καὶ τὸν ταύτης ἀδελφὸν Ὀσφεντίσθλαβον, καὶ σὺν αὐτῷ Βουλγάρους δουλαγωγεῖν ἤθε 265 λεν. ἀλλ' ἐκεῖνος πένης ὢν ἀφνειῷ τινὶ ἀπὸ πραγματειῶν ἀνδρὶ Παντολέοντι προστυχών, εὐγενὴς ὢν καὶ ἐκ βασιλέως τυχόντι καὶ ἰδιώτῃ ἐπ' Ἐγκόνῃ Μαγκούσου τινὸς θυγατρί, τεκνοποιη θείσῃ πάλαι τῇ τοῦ Νογᾶ Εὐφροσύνῃ ἐκ τοῦ θείου βαπτίσματος, διὰ τὸν πλοῦτον ἐπιγαμβρεύεται. καὶ τοῖς μὲν Βουλγάροις δό μασι τὰς γνώμας καταδουλώσας, τῷ Τζακᾷ δὲ ὡς κυρίῳ χρώμε νος, τῆς Τερνόβου σὺν ἐκείνῳ ἐπιλαμβάνεται. ὀλίγον τὸ με ταξύ, καὶ ἐνευκαιρήσας Ὀσφεντίσθλαβος, Βούλγαρος ὢν ἐκ μη τρὸς (ὁ γὰρ πατὴρ Τερτερῆς ἐκ Κομάνων ἦν), τέως δέ γε τὰ πλεῖστα οἰκείως