1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

53

λόγοις θαρρήσας τῆς ἐκ θεοῦ βασιλείας σου τὴν ἐκκλησίαν ἐκρά τησα. εἰ δ' ἐγκαλοῖ μοι καί τις ὅτι μὴ κατὰ τὸ ἀρέσκον ἑκάστῳ 174 διῴκησα, μάρτυς αὐτὸς θεός, κρεῖττον οὐκ ἐφρόνουν. ἐπεὶ δὲ Χριστὸς τῆς ἐκκλησίας αὐτοῦ καὶ τῆς βασιλείας σὲ κατέστησε φροντιστήν, ἰθύνειν πρὸς τὸ ἀρέσκον αὐτῷ, ἐνώπιον λέγω τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, εἰ καὶ ἁμαρτωλός εἰμι, ἀλλὰ πρα κτικῶς οὐκ ἐπίσταμαί τι ἀπεῖργον κατὰ κανόνας ἱερωσύνης. εἰ δέ τινες ἐξηγέρθησαν κατ' ἐμοῦ λέγειν ὅσα εἰς ἀνθρωπίνην ὕβριν φθάνει καὶ παραλύπησιν, καὶ εἰσὶν οἱ πιστεύοντες ταῦτα, θέτω σαν εἰς καθαίρεσιν ὅσα ἐκ τούτων καὶ βούλονται, καὶ εἰ ἀδικηθῶ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δικαιωθήσομαι. τὴν γὰρ παραίτησιν λογίζο μαι ἀκανόνιστον, καὶ αὕτη μου ἡ διάκρισις. ἐπεὶ δὲ πρὸς τρέ μοντα τὰ δικαιώματα θεοῦ βασιλέα λαλῶ, εἰ κελεύεις, τὸ θέ λημά μου ἐῶ, καὶ ἀνατίθημι τῷ θεῷ καὶ τῇ ἐξ αὐτοῦ βασιλείᾳ σου τὰ ἐμά, ἵνα ὅπερ αὐτῇ θεάρεστον δόξει καὶ τῇ ψυχῇ μου σωτήριον, εὐργετήσῃς καὶ συμβουλεύσῃς καὶ συνεργήσῃς μοι, καὶ οὕτω παρὰ θεοῦ χαρισθῇ τῆς εὐεργεσίας τὰ ἴσα τῇ ἐκ θεοῦ βασιλείᾳ σου." ἀλλὰ τοῦτο μέν, κατὰ τὸ εἰκός, οὐχ ὑπέγραψε, τὸ δέ γε πρότερον οἰκειοχείρως ὑπεσημήνατο· εἶχε γὰρ "Ἀθανά σιος ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης." ἦν δ' ἔτι φερόμενον καὶ ἄλλο τι ἐν κρυπτῷ γράμματι, ὅπερ οὐκ οἶδα εἰ προσετέθη ὕστερον παρὰ τῶν ἐκείνῳ προσκειμένων, ὡς "κἂν εἴ τι ποιήσω παρὰ ταῦτα, 175 ἄστοργον ἔχω καὶ ἔξω τῆς ἡμετέρας γνώμης, κἂν αὐτὴν ἐγχα ράξω μου τὴν παραίτησιν." Τέως ταῦτα γράψας, τὰ μὲν ἐν ἀφανεῖ τίθησι τὸν εἰρημέ νον ἐξασφαλισάμενος τρόπον, αὐτὸς δὲ τὸ πρὸς τὸν βασιλέα καὶ μόνον ἐξαποστείλας, ἐπεὶ οὐκ ἦν ἐκεῖθεν, καθὼς ἴσως καί οἱ ἤλπιστο, ἡ βοήθεια καὶ τὸ ἀντειλῆφθαι, ἀλλ' ἤδη μᾶλλον οἱ νυκτὸς ἐξελευσομένου κατὰ τὴν ὁδὸν δεφενδεύσοντες ἀπεστέλ λοντο, καὶ ἄλλοι οἱ τὸ πατριαρχεῖον ἀναδεξόμενοι, γνοὺς ἐντεῦ θεν ἴσως καὶ τὴν τοῦ κρατοῦντος γνώμην, ὡς οὕτω τὰ καθ' ἑαυ τὸν δοκιμάζοντος εἰς συνοῖσον εἰ ἐκσταίη παρακεκινημένων τῶν ὅλων (οὐδὲ γὰρ ἐχώρει ἄλλως γίνεσθαι), ἀωρὶ τῶν νυκτῶν δί δωσιν ἑαυτὸν τοῖς ἀπάξουσι. καὶ πρὸς τῇ κατὰ τὰ Εὐγενίου γε γονότες θαλάσσῃ ἁλιάδος τε ἐπιβαίνουσι, καὶ τὸν λιμένα τὸ Κέ ρας εἰσπλεύσαντες τὴν μονὴν τοῦ Κοσμιδίου καταλαμβάνουσι. κἀκεῖ τὴν νύκτα προσμείνας στέλλει πρὸς βασιλέα τὴν αὐτοῦ πα ραίτησιν, ἔχουσαν ἐπὶ λέξεως οὕτως.

(24) "ἐπειδήπερ λυσι τελείας χάριν κοινῆς εἰς τὸν πατριαρχικὸν ἀνήχθημεν θρόνον καὶ διὰ τὴν τοῦ χριστωνύμου λαοῦ εἰρηναίαν κατάστασιν καὶ κυβέρ νησιν, ἀπέβησαν δὲ τὰ πράγματα εἰς τοὐναντίον καὶ παρ' ἐλπίδα τὴν ἡμετέραν καὶ τῶν βιασαμένων ἡμᾶς, ὡς ἐντεῦθεν κριθῆναι ἡμᾶς τῷ λαῷ ἀδοκίμους καὶ παραιτητέους καὶ ἀδιακρίτους, ἄλ λως τε δὲ καὶ ὡς ἀσθενεῖς καὶ ἁμαρτωλοὶ καὶ ἀνίκανοι καὶ οὐδὲ 176 ἄξιοι λειτουργίας τοιαύτης, διὰ τοῦτο παραιτούμεθα καὶ ἡμεῖς αὐτοὺς μετὰ τῆς ἀρχιερωσύνης, καὶ εἴ τι ἠγνοήσαμεν ἢ καὶ διε πραξάμεθα ἔξω τοῦ πρέποντος, αἰτοῦμεν συγχώρησιν, καὶ ὑμᾶς ὁ κύριος συγχωρήσοι, καὶ τὸ συμφέρον παρέξει, καὶ κυβερνήσει ἀμφοτέρους, καὶ ποιμένα ὄψεται τὸν ἁρμόδιον, πρεσβείαις τῆς θεομήτορος." εἶχε δι' ὑπογραφῆς τὸ "Ἀθανάσιος ὁ χρηματί σας ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, οἰκουμε νικὸς πατριάρχης." Ταῦτα τὰ τῶν γραμμάτων, ταῦτα τὰ τῆς παραιτήσεως Ἀθανασίου. οἷς ἐννοήσειέ τις τὸ ἐμφαινόμενον τοῦ γράφοντος ἐμπερίσκεπτον. καὶ τέως τί βούλεται τὸ "οὕτως ἐφρόνουν" καὶ αὖθις "κρεῖττον οὐκ ἐφρόνουν, μάρτυς θεός;" τοῦτο καὶ καταποντιστὴς οἶμαι νηὸς εἴπῃ, ὃς αὐτοβούλως καὶ αὐτονόμως κινδύνῳ περιβάλλει τὴν ναῦν, ὡς κρεῖττον οὐκ ἐφρόνουν. ἀλλ' εἶ πεν ἄν τις πρὸς αὐτὸν "ἀλλ' ἦσαν μεθ' ὧν ἂν καὶ συνεβου λεύσω, ὅτι οὐδὲ μόνος ἀλλὰ μετὰ πολλῶν κυβερνᾶν ἐτάχθης." ἀλλὰ τὸ παρὸν "ἐκρίθην γὰρ" φησὶ "τῷ λαῷ ἀδόκιμος," καὶ οὐ τοῖς ἀρχιερεῦσι καὶ τοῖς τῆς ἐκκλησίας μοναχοῖς· λαοῦ δ' ἀ ποδοκιμασία τί ἂν ἰσχυρὸν ἔχοι εἰς