1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

116

ἀνέδην ἐπεμβαινόντων καὶ χώ ρας ἁπάσας καὶ ναοὺς καὶ μονὰς καλλίστας καί τινα τῶν φρου ρίων κακῶς ποιούντων, καὶ πυρπολούντων τὰ κάλλιστα, καθη μερινοῖς τε φόνοις τρυφώντων καὶ ἀπαγωγαῖς πολὺ τὸ δεινὸν ἐχούσαις καὶ οἷον οὐκ ἤκουσται πώποτε. τὰ δ' ἀνώτερα Βιθυ νίας τε καὶ Μυσίας Φρυγίας τε καὶ Λυδίας καὶ τῆς ὑμνουμένης Ἀσίας, πλήν γε τῶν πολισμάτων καὶ μόνων, εἰς τέλος διαπεπρά 389 χει. Ἀμούριοι ταῦτα καὶ Ἀτμᾶνες Ἀτῖναί τε καὶ Ἀλισύραι και Μανταχίαι καὶ Σαλαμπάξιδες καὶ Ἀλαΐδες καὶ Ἀμηραμάναι καὶ Λαμίσαι Σφονδύλαι τε καὶ Παγδῖναι καὶ πᾶν ἄλλο χείριστον καὶ ἐπίρρητον ὄνομα. οἳ δὴ καὶ προαχθέντες ταῖς τόλμαις ἔκ τινος ἀλλοκότου καὶ Πανικοῦ φρονήματος δίκην πυρὸς ἀγρίου ἐπελά βοντο πάντων καὶ κατενέμοντο, αὐτῇ δὴ θαλάσσῃ καὶ μόνῃ τοῦ μὴ πρόσω καὶ αὖθις προβαίνειν εἰργόμενοι. βασιλεῖ δὲ οὐδὲ διωρίαν βουλῆς παρεῖχον ἀγγελλόμενα τὰ δεινά. καὶ τὸ μὲν γὰρ ἀνθίστασθαι καὶ ἀντιπαράγειν ἐκείνοις στρατεύματα ἄπορον ἦν. αἱ μὲν γὰρ Ῥωμαϊκαὶ δυνάμεις οὐχ ὅπως ἐξησθένουν, ἀλλὰ καὶ προνοίας ἀπολωλεκότες, ἀνατολὴν φεύγοντες ἐπὶ δύσεως ὥρμων, περιποιούμενοι ἑαυτοῖς μόνον τὸ ζῆν· ἑτέρους δ' ἐγκαθιστᾶν ἐπὶ ῥητοῖς γέρασιν ἀμήχανον ἦν. θεραπεύειν δ' αὖθις ὁμολογίαις τὸ Περσικὸν οὔτε τὸ πρέπον ἐδίδου, καὶ ἄλλως ἄπορον ἦν τόσων ὄντων καὶ διαφόρων τὰς γνώμας, καί γ' ἐπὶ τοσοῦτον ἡγεμόνων ἐγνωσμένων τοῖς ἄλλοις ἐφ' ὅσον σκυλεύειν τε καὶ κερδαίνειν τοῖς ὑποτεταγμένοις ἐξῆν, ἢν δέ που καὶ καθυφοῖτο ὁ ἄγων ἢ δώροις 390 ἢ χάρισι, ζητούντων ἕτερον τὸν αὐτοὺς ἄξοντα ἐπὶ σκυλευμοῖς τε καὶ κέρδεσι. καὶ διὰ ταῦτα ἓν τῶν ἀναγκαίων ἔδοξε τῷ καιρῷ καὶ τοῖς ἐφεστῶσι πράγμασι, τὸ περιλειφθὲν τέως, ὅσον ἐν προ νοίαις ἐτάττετο μοναῖς τε καὶ ἐκκλησίαις καὶ τοῖς βασιλεῖ πα ρασπίζουσιν, ἀφεικότας τῶν δεσποτῶν, τάττειν εἰς στρατιωτι κόν, πλὴν καὶ μονοκελλικόν, ξύμπαντας, ὡς ἐντεῦθεν αὐτοὺς ἐκείνοις ὑπὲρ τῶν ἰδίων προσμένοντας μάχεσθαι. ἐστέλλετο τοι γαροῦν καὶ παρὰ πατριάρχου θαλλὸς ἐλαίας ἀναυδήτως τῷ ἄνα κτι, ὅθεν καί τι θαρρεῖν εἶχε τῶν ἀγαθῶν ἐκ τῆς περὶ αὐτόν οἱ μεγίστης πληροφορίας. τὰ δ' ἦσαν ἐν μόναις βουλαῖς· οὔπω γὰρ ἐφίσταντο οἷς ἦν ἐπιτεταγμένον ταῦτα πράττειν, καὶ τὸ Περσικὸν πολλαχόθεν ἐπεισβαλόντες τοὺς μὲν ἔργον καθιστᾶσι μαχαίρας, ὅσοι δέ γε καὶ ἴσχυσαν ἐκφυγεῖν, τῷ τῆς Κυζίκου ἐπιτειχισμῷ ἄρτι τότε συστάντι παρὰ τοῦ ἐν αὐτῇ προέδρου Νί φωνος, ἀνδρὸς δραστηρίου καὶ γνώσεως ἐπηβόλου καὶ οὐ μᾶλλον πνευματικοῖς ἢ κοσμικοῖς τρίβωνος πράγμασι, φέροντες ἑαυτοὺς καὶ γυναῖκας καὶ τέκνα καὶ ζῶα καὶ ὕπαρξιν ἐγκατέκλεισαν. 391

10. ∆ιὰ ταῦτα καὶ βασιλεὺς Μιχαὴλ οὐχ οἷός τ' ὢν ἐν Περγάμῳ διάγειν, ἀπάρας ἐκεῖθεν συνάμα καὶ ταῖς περὶ αὐτὸν δυνάμεσι Κυζίκῳ ἐπιφοιτᾷ. ἀλλ' οὐδ' ἐκεῖ βραδύνει δέει προσ δοκωμένης τῶν Περσῶν δι' αὐτὸν προσβολῆς. ὅθεν κἀκεῖθεν ἀπαναστὰς ἐν Πηγαῖς παραθαλασσιδίῳ γίνεται πόλει, ὅπῃ δὴ καὶ ἐς ὕστερον λύπῃ καὶ ἀθυμίᾳ συσχεθεὶς διὰ τὰ συμβάντα νόσῳ περιπίπτει βαρείᾳ. καὶ ἐγγὺς ἦλθε τοῦ κινδυνεῦσαι, κἂν ἐκιν δύνευε (τοῖς γὰρ ἰατροῖς ἀπέγνωστο), εἰ μή γε προπεφθάκει τῆς παρθένου καὶ θεοτόκου προφανὲς ἔλεος. οὐ χεῖρον δὲ καὶ τοῦτο καθ' εἱρμὸν συνάψαι. ἔκειτο μὲν οὖν βασιλεὺς τὰ λοίσθια πνέων, εἶπέ τις· ἐπείληπτο γὰρ καὶ ἀναισθήτως εἶχε πρὸς ὅ τι καὶ ἰατροὶ ἔγνων ἐκεῖνον. μηνύματα δὲ πρὸς τὸν πατέρα καὶ βασιλέα ἡ μὲν χρεία καὶ ταχύτατα προσαπῄτει, ὁ δὲ καιρὸς ἀντέβαινεν ἀντι βαινούσης θαλάσσης, καὶ ὁ πλοῦς ἐπείχετο. τέως δὲ δυσχερῶς μεθ' ἡμέρας φθάνουσι. καὶ τὰ πεμφθέντα ἐκεῖθεν γράμματα δάκρυα μᾶλλον ἦσαν ἢ γράμματα. ἐδήλουν μὲν οὖν τὴν νόσον, ὁποία καὶ ἐπὶ ποίοις σημείοις ὅσαι ἡμέραι καὶ ὅσαι νύκτες ἡ νό σος ἀκμάζει, καὶ τίσι φαρμάκοις παρ' αὐτῶν νοσηλεύεται, καὶ τέλος ὅπως ἔχων κυρεῖ· κἂν εἴ τι βοηθεῖν ἰατροὶ ἔχοιεν, ἀπαντᾶν ἤπειγον τὴν ταχίστην, ἂν τέως καὶ ἐν ζῶσι τὸν κείμενον καταλή ψαιντο. βασιλεὺς δὲ μαθὼν τὰ πάνδεινα ταῦτα περὶ τῇ τοῦ βασιλέως ἐδυσελπίστει αὐτίκα ζωῇ, καὶ μετέωρος ἦν ἀκούειν τὸ