1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

165

ἦσαν εἰδέναι πλημμελημάτων, εἰ καὶ ὁ τῆς πό λεως ἱερεὺς τὰς τῶν εἰσπραττόντων ἐργολαβίας ἐπῃτιᾶτο, ὧν οὐδ' αὐτῷ ἐς ἅπαν, ὡς τοὺς πάντας εἰδέναι, οὐ μετὸν ἦν, καὶ μᾶλλον ἐπὶ τοῖς τῆς ἐκκλησίας πράγμασιν. οὐδὲν γὰρ ἦν ἐλλει φθὲν τῶν προτέρων ἐκείνων ὅπερ οὐκ αὐτὸς ἔχων, καὶ αὐτὰ δὴ τὰ τῶν ἀξιωμάτων προνόμια ἀκριβῶς αὐτοῖς ἐνεργούμενα, ὡς ἀπαυανθῆναι τελέως τούτοις καὶ τὰς τιμάς, πτωχῶν μὲν πολυω 560 ρίαν προΐσχετο, τιμίους δ' ἄνδρας καὶ αἰδοῦς ἐπιεικῶς ἀξίους παρ' οὐδὲν ἔχων, μηδὲν ἐκείνοις ζωῆς προνοῶν, ἀλλὰ καὶ ἀναλ γήτως ὡς ἐνῆν προσφερόμενος ἐκ πικροῦ καὶ ἀτενοῦς ἤθους, πτω χεύειν ἐποίει, ὢ συμφορᾶς οὐχ οἵας τ' ἐνεγκεῖν ἐλευθέροις ὅλως, πανταχόθι τῆς πόλεως. τῷ γὰρ ἤθει πικρῷ γε ὄντι ὁ τῶν πάλαι ξυμπεσόντων κατὰ μνήμην συντακεὶς κότος κοινὴν Ἐριννὺν ἄντι κρυς ἐποίει τὸν ἄνθρωπον, μηδ' αὐτοῦ βασιλέως ὅλως δυναμέ νου μεταβάλλειν τὸ ἦθος, εἴ πού γε καὶ οἰκτίζοιτο. ὁσημέραι γὰρ ἀναφορῶν πρὸς αὐτὸν γιγνομένων οὐδὲν τὸ παράπαν ἠνύετο. καὶ ὡς εἰκὸς κατενοεῖτο καὶ πρότερον ταῦτα πράττειν θέλων, εἰ καὶ παρὰ πολλῶν καὶ μεγάλων τῷ βασιλεῖ πλησιαζόντων κατεκω λύετο. νῦν δ' ἀλλὰ τῶν μὲν ἐξ ἀνθρώπων γενομένων, τῶν δ' ἐκποδὼν ἑκόντων, τῶν δὲ καὶ κατ' ἐπήρειαν ἀπαλλοτριωθέντων καὶ βασιλέως καὶ πόλεως, αὐτὸς τὸ κατ' ἔθος πικρὸν ὡς εἰκὸς θελητὸν ῥᾳδίως ἐξήνυε, μηδενὸς τὸν κρατοῦντα τολμῶντος νύτ τειν. καὶ ὥσπερ ἂν εἰ θεοῦ ἀργοῦντος, κατὰ τὴν δημώδη παροι μίαν, τινὰ πράττονται, οὕτω καὶ βασιλέως ἀργοῦντος, δικαιω 561 μάτων προϊσχομένων θεοῦ, οἷς οὐδ' αὐτὸς ἄνθρωπος γεγονὼς ἐχρήσατο, ταῦτ' ἐγίγνοντο. καὶ ὅτι μὲν δι' ἁμαρτίας ἡ παρα χώρησις, πρόδηλον· πλὴν ἀλλ' ὁ πρὸς τὸ κολάζειν κληθεὶς φο βείσθω τὴν πρόσκλησιν, ὡς οὐδὲν ὅλως τῶν ἀγαθῶν ἀγγέλων κολάζειν τοὺς εἰς θεὸν ἁμαρτάνοντας. ἀλλ' ὡς ἔοικε, μέλον ἦν θεῷ κοινῇ καὶ τοὺς ἐντὸς κυρῆσαι τοῖς χαλεποῖς, εἰ καὶ μὴ ὁμοίως τοῖς προστιμῶσιν ἐχρῶντο μηδὲ τὰς κολάσεις ὑφίσταντο τὰς αὐτάς, ὡς ἐκεῖ μὲν πολεμίων ὄντων τῶν ἐπιτιθεμένων, ἐν ταῦθα δ' ἰδίων, κἀκεῖ μὲν εἰς σῶμα τοῦ κινδύνου περιισταμέ νου, ἐνταῦθα δὲ καὶ εἰς ψυχὴν διαβαίνοντος. ἀλλὰ ταῦτα μὲν ὅπῃ τῷ θεῷ φίλον ἀγέσθω, εἴθε δέ γε καὶ ἄμεινον· ἡμῖν δ' αὖ θις ἑκτέον τῶν ἐφεξῆς.

{Η.} Ἤδη μὲν οὖν τοῖν βασιλέοιν τῷ μὲν εἰκοστὸν καὶ τρίτον τῷ δὲ

δωδέκατον αὐτοκρατοροῦσι ξυνέβαινεν ἐξανύεσθαι, καὶ τὰ μὲν κατ' ἀνατολὴν καὶ ἐς τόσον ἐνόσει ἐκ τῆς τῶν Περσῶν ἐπιθέσεως ὥστε καὶ ἀνηκέστως ἔχειν δοκοῦντα παρεῶσθαι τὸ ξύμπαν, καὶ 562 ἀποπροσποιεῖσθαι τὰ περὶ ἐκείνων λεγόμενα οἷς οἵοις τ' ἦν ἀκού ουσιν ἂν ἐξιᾶσθαι, τὰ δὲ κατὰ δύσιν, ἔνθεν μὲν Ὀσφεντίσθλα βος τὰ Ἐλτιμηρῆ κατήκοα, οὐδὲν ἐπευλογούμενος ὅτι μὴ τὴν ἐς βασιλέα οἱ ἀπόκλισιν αἰτιώμενος, ἄγων καὶ φέρων τὰ πάντα ἐξε ληΐζετο, μηδ' αὐτῶν τῶν Ῥωμαϊκῶν ἀπισχόμενος, ἐκεῖθεν δὲ Ἀμογάβαροι τῷ καθ' αὑτοὺς κρατυνόμενοι θράσει ἐξ ὑπογύου κατὰ τὴν μάχην εὐημερήσαντες οὐδὲν ὅτι τοῦ ἐντὸς ποταμοῦ Μα ρίτζης, οὕτω πως ἐπιχωρίως λεγομένου, ἀδεὲς εἴασαν καὶ ἐν κα ταστάσει. εὐέφοδος δὲ καὶ ὁ κατὰ Θρᾴκην ἔκειτο τόπος, καὶ τοῖς προσοικοῦσιν ὅσα δὴ καὶ τὸν περὶ ψυχῆς τρέχουσι κατήπειγε τὸ μεταναστεύειν, τὸ πάντ' ἔρημ' ἦσαν τῶν ἐνοικούντων, πλὴν οἷς ἀφροντιστοῦσι κινδύνου σκυλεύειν καὶ φωρίοις ἀποζῆν ἐξ ἀλα στορίας εἴθιστο. ὁ μέντοι γε βασιλεὺς Μιχαὴλ τὸ ∆ιδυμότειχον ὑπεισδύς, οὔ τι ἑκούσιός γε, ἀλλ' οὐκ ἦν ὅλως πρὸς ἡδονὴν τοῖς στρατιώταις ἐπισπέσθαι οἱ ὀκνήσει ἰσχομένοις, τὰς ἐκ τοῦ πολέ μου τρώσεις ἐθεραπεύετο. βασιλεὺς δ' ἀπογνοὺς ἐντεῦθεν τὴν πρὸς Κατελάνους μάχην, ἄνδρας ὅλως δυσθανατῶντας καὶ τὸ ζῆν ἐν πεττοῖς ὡσανεὶ τιθεμένους, ἄλλως ἔγνω τὰ κατὰ τούτους 563 μεταχειρίσασθαι, καὶ μάλισθ' ὅτι ἠγέλλετό οἱ Πέρσας μὲν καὶ αὖθις, ἢν νηῶν τύχοιεν, ἀντιπερᾶν ὡρμῆσθαι, εἶναι δὲ ταύ τας, ἢν βασιλεὺς θέλοι, τὰς βασιλέως ἐκείνῃ πῃ σαλευούσας καθ' ὃν καὶ