1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

95

ἰδίους νυκτί, διὰ δὲ τοὺς ἐχθροὺς χειμῶνι, οὕτω ξυμπεσόν. ὅσοι τοιγαροῦν εὔζωνοί τε καὶ πρὸς τὸ φεύγειν προητοιμάσθησαν, τότε συνειλούμενοι τῷ στρατῷ πεζῇ καὶ βά δην, ἄνδρες συνάμα γυναιξὶ καὶ νηπίοις, παρ' ἱππεῖς ἐσπουδα σμένως φεύγοντας ἔτρεχον, καὶ ὅσον μὲν τὸ εὐτονοῦν ἦν, ὡς εἶ χον, δρόμῳ καὶ πόνῳ τὴν σφετέραν ὠνοῦντο ζωήν, οἱ δὲ λοιποὶ οἱ μὲν ἐξαπορούμενοι καθυφίεσαν καὶ πόνου καὶ δρόμου, οἱ δὲ παρὰ δύναμιν συνωθούμενοι ἔπιπτον ἐν τῷ μεταξύ, καὶ οἱ μὲν τῷ χειμῶνι ἐναπέψυχον, οἱ δὲ καὶ συνεπατοῦντο. καὶ ἦν τότε πόνος ἀλεγεινός, τῶν μὲν ἐχθρῶν ἐγγύθεν προσκαθημένων καὶ ἡμμέναις ταῖς παρ' αὐτοῖς πυραῖς δήλων ὄντων καὶ ἐπιδραμου μένων, εἰ θέλοιεν, ἄλλων δὲ τῶν μὲν ἀπορίᾳ καὶ ἰσχύος ἐνδείᾳ, τῶν δὲ χειμῶνι, τῶν δὲ καὶ φόβῳ, ἔστι δ' οὗ καὶ ταῖς παρ' ἀλ λήλων συμπατήσεσι κινδυνευόντων; πολλῶν δὲ καὶ ἐξ ἐφόδου με 318 τόπισθεν κατασχεθέντων. γέγονε ταῦτα, καὶ περί που ψυχὰς ἑκατόν, ὡς ἡ πίστις εἶχε, συνέβη κινδυνεῦσαι. αὐτοὶ δὲ μόλις καὶ ἀσυντάκτως σπεύδοντες τὴν Πέργαμον αὐτονυχεὶ ἐν πλείστῳ πόνῳ καταλαμβάνουσιν.

21. Ὑπὸ μέντοι χρείας καὶ κακῶν ὅσα τοῖς ἀνωτέρω Περ γάμου ἐφίστατο ἀνέδην ἐπιόντων σφίσι Περσῶν, οὐδεὶς ἦν ἐκεί νων ὅστις εὔελπις ἐπὶ τοῖς ἰδίοις καθῆστο, ἀλλ' εὐθὺς ἀνάγκης ἐπιπεσούσης ἀπάρσεως ἐμέμνηντο πάντες, οἱ μὲν μέχρι καὶ αὐ τῆς Περγάμου καὶ ἐνδοτέρω περί που τὴν τοῦ Ἀτραμυτίου περί χωρον, οἱ δὲ καὶ ἐγγὺς θαλάσσης περὶ τὴν Λάμψακον· οἱ δὲ πλείους τὴν ἀντιπεραίαν κατελάμβανον, διαπεραιούμενοι τὸν Ἑλλήσποντον. ἄλλοι δὲ καὶ περαιτέρω προεληλύθεισαν διὰ τὸ φό βοις κατασεισθῆναι μεγίστοις καὶ τὴν ὑποστροφὴν ἀπεγνωκέναι τέλεον. καὶ προαπανίσταντο παντὸς βράδους εἰς κίνδυνον ὑπο νοουμένου μείζω πάσης ἀσφαλείας. καὶ τὸ χείριστον, ὅτι τοὺς τῶν προαπαιρόντων βίους οἱ ἐκ παρόδου καταλαμβάνοντες, δεύ τεροι τούτων εἰς φυγὴν τρεπόμενοι, οὐδὲν ἧττον καὶ ἀπόρως εἶ χον τῶν ἰδίων στερούμενοι. καὶ τὸ πρᾶγμα ποταμῶν ἔδοξεν 319 ῥεῦμα, ὃ οὔτε τὸν ἴδιον ἔχειν τόπον παρὰ τῶν ἐπιόντων συγχω ρεῖται, καὶ ὃ τέως κατείληφε, ταχέως ἀφίησιν ἐξωθούμενον, καὶ τέλος ἀστατοῦν καὶ πανταχοῦ φέρεται καὶ οὐδαμοῦ μεμένηκε, πᾶσιν ἐπιβάλλον καὶ οὐδέ τισι περικλειόμενον. κτήσεις δ' ἐκεῖναι καὶ οἰκίαι, ἔργα σπουδαίων ἀνδρῶν, εἰς οὐδὲν ἐλογίζοντο, ὅπου γε καὶ αὐτῶν τῶν ἐπιτηδείων καὶ κατὰ χρείαν ζωῆς ἀναγκαίας καὶ τούτων κατολιγωροῦντες, ἄποροι καὶ γυμνοὶ καὶ ἀνέστιοι, ὅπῃ ἑκάστῳ εἰς σωτηρίαν ἔδοξεν ἀσφαλές, ὅλῳ ποδὶ ἀνεχώρουν, μόνοις ἄστρασι τὰ ἑαυτῶν ἐκμετρούμενοι. 22. Τότε καὶ Ἀλανοῖς ἀφεμένοις τῆς περὶ τὴν στρατείαν ὑπηρεσίας, τοῦ συγκειμένου διανυσθέντος καιροῦ, διαπεραιοῦ σθαι τὸν κατὰ τὴν Καλλίου πορθμὸν ἔδοξε, καίτοι βασιλέως ἐν τεῦθεν κατὰ πολλὴν σπουδὴν καὶ πέμποντος τὰ φιλοτιμήματα καὶ πειρωμένου ἐμποδὼν ταῖς διαπεραιώσεσιν ἵστασθαι, ὥστε καὶ ἱκανὸν λαὸν προσαποστείλας ἅμα τῷ μεγάλῳ δομεστίκῳ Ῥαοὺλ Ἀλεξίῳ, ὃν ἐν ἀκμῇ ἡλικίας ὄντα ὁ δεσπότης Μιχαὴλ γαμβρὸν ἠγάγετο, τῆς δεσποίνης Θεοδώρας ζηλωτὸν ἐκτόπως ποιούσης τὸ κῆδος, τοῦτον ἐξαποστείλας ὁ βασιλεὺς σὺν δυνάμει πλείστῃ πρῶτον μὲν κωλύειν προσέταττε τὴν διαπεραίωσιν, εἰ 320 δ' οὐ πείθοι λέγων καὶ τοὺς ἀπεροῦντας προσαποστέλλων, ἀλλ' οὖν διαπεραιουμένους καὶ ἵππους ἀφαιρεῖσθαι καὶ ὅπλα· μηδὲ γὰρ δίκαιον εἶναι συνόλως πρὸς τὰς τῶν βασιλέων διαπειθοῦντας προστάξεις, καὶ μὴ θέλοντας συμπαρεῖναι βασιλεῖ, οὓς ἐπ' αὐτὸ τοῦτο καὶ προσηγάγετο, ἵππων ἐπιβαίνειν καὶ ὅπλοις χρῆσθαι οὕς τε τοὺς οἰκείους ἀφελόμενος σφίσιν ἐδίδου, καὶ ἃ παρέχων αὐτὸς γυμνοὺς καὶ ἀνόπλους ὄντας ἱκανῶς ὥπλιζεν. ὁ μὲν οὖν βασιλεὺς οὕτως ἐκέλευε, καὶ ὁ ἐπὶ τούτῳ σταλεὶς οὕτω τοὺς τοῦτ' ἐροῦντας ἀπέστελλεν· οἱ δὲ ἅπαξ ἀφηνιάσαντες, συμπλέ κοντες καὶ προφάσεις ὡς ἐπὶ χρόνον ταλαιπωρήσαντες οὐχ οἷοί τ' εἰσὶ παραμένειν καὶ ἔτι, ἀλλ' ἀνέσει δόντες μετρίᾳ πάλιν ἀπο στραφήσονται, ταῦτ' ἀπολογούμενοι πρὸς ἐκείνους τὸν πορθμὸν