1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

94

μὴν δὲ καὶ ἀκίνδυνα ἦσαν ἐντεῦθεν τοῖς τοῦ βασιλέως λαοῖς. ἅμα γὰρ ἀγγελθὲν τοῖς 314 Πέρσαις ὡς ὑποστρέψαι ὁ βασιλεύς, καὶ θάρρος λαβόντες μεῖζον πᾶσαν ἐκείνην τὴν γῆν κατατρέχουσι, καὶ εἰς αὐτὸν τὸν τοῦ Μαι νομένου κάμπον ἐκθέουσι. καὶ πολλὰ μὲν τοὺς ἐκεῖ δράσαντες χαλεπά, πολλὴν δὲ λείαν περιβαλόμενοι, ἐν τροπαίοις Ῥωμαίοις ὑπέστρεφον. οὐ μὴν δὲ ὥστε καὶ καθυφεικέναι τοῦ θράσους ἐν τεῦθεν, ἀλλὰ καὶ μᾶλλον κατολιγωρήσαντες τῶν περὶ τὸν βασι λέα πραγμάτων φανερῶς ἐπὶ τῆς τῶν Ῥωμαίων ἐστρατοπεδεύοντο. καὶ βασιλεὺς μὲν ἐπὶ Μαγνησίας ἐγκέκλειστο, οἱ δὲ πολέμιοι ὁση μέραι περιερχόμενοι τὰ μέγιστα ἔπραττον. καὶ ὁ λαὸς ὁ μὲν κα τεσφάττετο ὁ δ' ἀπανίστατο φθάνων, καὶ οἱ μὲν πρὸς νήσους τὰς ἐγγιζούσας οἱ δὲ πρὸς τὴν δύσιν διαπεραιούμενοι διεσώζοντο. ἦν δ' ἐντεῦθεν Πέρσαις καὶ ἡ ἐπὶ τὰ ἐντὸς προσχώρησις εὐμα ρής, προοδοποιουμένοις οἷον ταῖς τῶν προσχώρων ἀναχωρήσεσιν, ἔχουσι δὲ καὶ τῶν ἐπιτηδείων αὐτάρκως ἐκ τῆς τῶν ἀναχωρούν των περιουσίας.

19. Τότε καὶ οἱ περὶ τὸν βασιλέα Ἀλανοὶ νόστου ἐμέ μνηντο, καὶ ἀπολύειν σφᾶς βασιλέα πρῶτον μὲν ἱκέτευον, ἔπειτα δὲ καὶ κατήπειγον. ἐπὶ χρόνον γὰρ καὶ προσταλαιπωρεῖσθαι, ὥστε δεῖν αὐτοῖς καὶ ἀνέσεως ἀήθεσιν οὖσι πολέμων ἐπὶ τοσοῦτον πολυημέρων· αὐτοὺς γὰρ Νογᾷ συστρατεύοντας, κατὰ πόδας τοῖς ἀντιπάλοις συμπλεκομένους, ἐπ' ὀλίγον μάχεσθαι, καὶ τὰ 315 πράγματα καθιστάντας τὸ λοιπὸν ἐν ἀνέσει τε καὶ τρυφῇ διαζῆν, ἐπὶ τοσοῦτον δὲ κατατρύχεσθαι μάχαις καὶ ἐκστρατείαις μήτ' εἰ δέναι μήτε μὴν δύνασθαι. ταῦτα λέγοντες δῆλοί τε ἦσαν ἕτοιμοι ὄντες ἀναχωρεῖν καὶ βασιλέως μὴ ἀφιέντος, καὶ τοῖς ἐπισχεῖν ὡρμημένοις ἀντιστῆναι. ταῦτα μὲν μαθὼν βασιλεύς, καὶ πολ λῶν ἀβουλήτων ἑτέρων αὐτὸν περιστάντωνκαὶ γὰρ ἔνθεν μὲν ὅσον ἦν περὶ αὐτὸν Ῥωμαϊκὸν μάχιμον, πεπυσμένοι περὶ τῶν σφῶν οἰκιῶν κειμένων ἤδη εἰς ὄλεθρον, ἀφέντες τὴν περὶ τὸν βα σιλέα στρατείαν ἀνεχώρουν, τὰ ἑαυτῶν ἕκαστος περιποιησόμενος· ὁ τούτου τε θεῖος ὁ Ἀσὰν ἐτεθνήκει, ὁ δ' ἕτερος θεῖος αὐτοῦ Μιχαὴλ ὁ δεσπότης νόσῳ περιπεσὼν ἀνεχώρει καὶ αὐτὸς πρὸς τὰ οἴκοι, καὶ τὸ πᾶν ἦν ἐν τοῖς Ἀλανοῖς. τὸ μὲν βιάζεσθαι σφᾶς καιρὸν οὐκ εἶχεν, ὅμως δὲ κατεῖχεν ἐκείνους ἐπὶ ῥητῷ τριμηνιαίῳ καιρῷ ἐφ' ὁμολογίαις ἐν ὅρκοις, ἦ μὴν ἢ ἱκανοῦν ῥόγαις ἢ ἀπο λύειν ἐντεῦθεν, ἐλπίζων διὰ τῶν πρὸς τὸν πατέρα καὶ βασιλέα γραφῶν τε καὶ μηνυμάτων πόρον ἐπὶ τούτοις σχεῖν ἢ μὴν χρημά των ἢ καὶ βουλῆς. βασιλεὺς δὲ μαθὼν ἐν φροντίδι ἦν τοῦ καὶ τῷ υἱῷ περιποιεῖν τὰ προσήκοντα καὶ τῷ ἔθνει τὰ ἀναγκαία ἐξι 316 κανοῦν· οὐδὲ γὰρ ὅλως ἀσφαλὲς ἔκρινεν ἀναχωρεῖν ἐκείνους ἐκεῖ θεν. ἀλλ' ἐν τούτοις ὄντος, ἔνθεν μὲν τὰ τῆς ἐκκλησίας ἄρ χονται καὶ αὖθις ταράσσεσθαι, ἔνθεν δὲ τὰ περὶ τὰ τῇδε μέρη ξυμπίπτειν δεινά, περὶ ὧν ἐσαῦθις ῥηθήσεται. καλὸν δὲ συνεί ρειν ἐς τέλος τὰ τῶν Ἀλανῶν, εἰ κἀκεῖνα ἐν τῷ μεταξὺ ξυμβεβή κει, ὡς ἂν ἡ περὶ τούτων ξύμφρασις συνεχὴς ᾖ.

20. Ἐνεσχολακότος τοιγαροῦν τούτοις ὡς ἀναγκαίοις τοῦ βασιλέως κύκλῳ τὰ δεινὰ περιέστησαν, ὡς ἐκεῖ μὲν ἄλλους εἶναι τοὺς τὴν Ῥωμαίων κακοῦντας, ἐνταῦθα δ' Ἀμούριον καὶ Λαμίνσην καὶ Ἀτμᾶνα καὶ μυρίους ἄλλους τοὺς ἐπιόντας. οὕτω τοῦ τριμηνιαίου κατατριφθέντος καιροῦ Ἀλανοὶ καὶ ἄκοντος βασιλέως ἀναχωρεῖν ὥρμων. ὁ μὲν οὖν βασιλεὺς διὰ ταῦτα, ἐπεὶ οὐκ εἶχεν ἐν Μαγνησίᾳ καὶ ἔτι καθῆσθαι (οὔτε γὰρ προσβοηθεῖν εἶχε τοῖς κακουμένοις, καὶ ἀνία ἦν μὴ ἰσχύοντι, μυρία δὲ καὶ ἀπὸ τῶν ἐχθρῶν προσεδοκᾶτο ἡ ἐπιμώκησις, ἄλλως τε δὲ καὶ περὶ ἑαυτῷ ἐδεδοίκει τῶν ὅλων ἀνεστατωμένων), ἔγνω καὶ αὐτός, πλὴν ἀφα νῶς, ἀναχωρεῖν, ἔνθεν μὲν τοὺς τῶν ἰδίων ὀφθαλμοὺς ὑποκλέ 317 ψας, ἐκεῖθεν δὲ τὰς τῶν ἐχθρῶν ὑπονοίας παραλογισάμενος. ὅθεν καὶ ὑπὸ νυκτὶ καὶ χειμῶνι ἐκεῖθεν ἀναχωρεῖ. ἀλλ' οὔτε τοὺς ἰδίους ἔμελλε λήσειν εἰς τέλος, οὔτε μὴν τοὺς ἐχθροὺς ἐν παντελεῖ καταστῆσαι ἀγνοίᾳ τοιαῦτα ποιεῖν βουλόμενος. χρᾶται γοῦν διὰ μὲν τοὺς