1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

11

ποιητικῶς, ὡς λέγουσι", νῦν δὲ τὸν μέγαν Βα σίλειον "ἀξιώματι μὲν δευτερεύειν τοῦ υἱοῦ τὸ πνεῦμα παραδί 30 δωσιν ἴσως ὁ τῆς ἀληθείας λόγος." τὴν δὲ κατασκευὴν τῆς προ τάσεως, ἐν πολλαῖς μὲν τῶν βίβλων κειμένην καὶ ταύτην, ἐν δέ γ' ἐνίαις παρῃρημένην εὕρισκεν. ἑτέρωθι τὸν Νύσσης Γρηγό ριον οὕτω πως διαιροῦντα τὰς περὶ θεοῦ δόξας ὡς τὸ μὲν αἴτιον πιστεύειν τὸ δὲ ἐκ τοῦ αἰτίου, καὶ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. καὶ αὖθις ἐν τῷ τέλει τοῦ τῶν Ἀντιρρητικῶν πρώτου "δευτερεύει μὲν ὁ υἱὸς τοῦ πατρὸς αἰτίου, δευτερεύει δὲ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ κατὰ τὸν τῆς αἰ τίας λόγον." ἀλλαχοῦ δὲ τὸν μέγαν Κύριλλον λέγοντα "τὸ ἐκ ἀμφοῖν οὐσιωδῶς ὑπάρχον, τουτέστιν ἐκ πατρὸς δι' υἱοῦ", καὶ αὖθις στόμα μὲν τοῦ πατρὸς λέγοντα τὸν υἱόν, θεολογοῦντα δὲ περὶ τοῦ πνεύματος "καθάπερ διὰ στόματος τὴν ἰδίαν ἡμῖν ὑποσημαῖνον ὕπαρξιν." Ἐπιφάνιον δὲ καὶ ἐν πολλοῖς καὶ πολλά κις τὰ αὐτὰ λέγοντα κατελάμβανεν. ἔδοξεν οὖν ἐκείνῳ ταῦτά τε καὶ πλείω συνάγειν καὶ λογογραφεῖν τὴν τῶν πατέρων θεολογίαν, ὡς ᾤετο. καὶ τὸ ἀτηρὸν μὲν τῆς κατηγορίας τῶν Ἰταλῶν, ὃ δὴ καὶ τοῖς κοινωνοῦσι διὰ τῆς ἀναφορᾶς τοῦ ὀνόματος προσετρί βετο, ἐξιᾶσθαι τέως κατὰ τὸ δυνατὸν καὶ θεραπεύειν ἠβούλετο· δεδιὼς δ' αὖθις καὶ τὰς κατηγορίας τῆς τόλμης, ταῖς ἀληθείαις ὅρκους προανετάττετο τοὺς φρικώδεις ἦ μὴν μὴ ὡς δῆθεν κατα 31 γινώσκειν τῶν ἡμετέρων ἢ ἐγκαλεῖν ἐλλείψεως, κἀκείνοις προσκεῖ σθαι ὡς κρειττόνως λέγουσιν, ἤ τι τοιοῦτον καὶ ἐννοεῖν γρά φοντα, ἀλλ' ἵνα τέως καὶ μόνον τὸ ἔγκλημα θεραπεύοιτο, οὐ τῶν Ἰταλῶν, οὔμενουν (ἐκείνοις γάρ, κἂν ἐπὶ πᾶσιν ἀφιῶνται τῶν ἐγκλημάτων, ἀλλ' οὖν τῷ τολμῆσαι προσθεῖναι τῷ συμ βόλῳ τὴν λέξιν ἔγκλημα κεῖσθαι τὸ μέγιστον), ἀλλὰ τῶν κοινω νούντων ἐκείνοις εἰρήνης τρόπον καὶ παλαιᾶς καταστάσεως ἕνεκα. ἀντεπεξῆγε δὲ καὶ τὴν ἐπὶ τοῦ μονογενοῦς ἐκ εἰς τὴν διὰ κατὰ τὴν τῶν προθέσεων ἀντιπαραχώρησιν, ὅπου ἂν καὶ ἐν τοῖς περὶ τοῦ υἱοῦ τόποις εὑρίσκηται. οὕτω γάρ φησι διδάσκειν καὶ τὴν ἱερὰν ὁπλοθήκην, βίβλον οὖσαν ἐγκρινομένην ταῖς γνησίαις τῆς ἐκκλη σίας. τοῦτο δ' ἐποίει τὴν τῶν Ἰταλῶν προσθήκην τοῖς ἡμετέ ροις βουλόμενος ἐξισοῦν. καὶ τέλος ἡ κορωνὶς τῆς τόλμης, ὅτι εὑρίσκων μὲν καὶ τὸν θεολογικώτατον ∆αμασκηνὸν ἐν τρεισκαιδε κάτῳ τῶν θεολογικῶν αὐτοῦ κεφαλαίων λέγοντα "καὶ διὰ λόγου προβολεὺς ἐκφαντορικοῦ πνεύματος," ἐκλαμβανόμενος δὲ τὸ προβολεὺς εἰς τὸ αἴτιος (μηδὲ γὰρ εἶναι τὴν λέξιν ἐπ' ἄλλου ση μαινομένου λαμβάνεσθαι) καὶ διὰ λόγου αἴτιον τὸν πατέρα λέ 32 γων τοῦ πνεύματος, χώραν αἰτίας δεδώκει καὶ οὐ παροπτέας, οὐδέ γε μὴν τῆς τυχούσης, συνδοξάζειν αἴτιον τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς αἰτίᾳ τοῦ πνεύματος. καίτοι γε τὰ μέτριά γε τοῖς λό γοις αὐτοῦ προσαρχόμενος, ὅτε τις καὶ ἀντεπῆγεν αὐτῷ τὴν αἰ τίαν, ὡς πολλῶν ἐπὶ θεοῦ λεγομένων καὶ δὴ καὶ κακίας ἐπιφερόν των ἔμφασιν τὰ μὲν λεγόμενα ὡς ἁγίων ῥήματα προσιέμεθα, τὸ δ' ὑπεμφαῖνον οὐ προσδεχόμεθα, "λέγετέ" φησιν, "ὦ οὗτοι, θεὸς τέλειος ὁ πατήρ, καὶ θεὸς τέλειος ὁ υἱός, καὶ θεὸς τέλειος ὁ παράκλητος. ἆρ' οὖν διὰ τὸ τρεῖς θεοὺς ὑπεμφαίνεσθαι κα ταρρυπαροῦμεν τὴν θεολογίαν;" τέως εἰς ἀποφυγὴν τοῦ ἐγκλή ματος καὶ τρισὶ κεφαλαίοις τὸν ἐπὶ τῇ τῆς ὀρθοδοξίας ἡμέρᾳ ἀνα γινωσκόμενον ὅρον ἐπ' ἐκκλησίας ἐπηύξανε προστιθείς, ποιούμε νος ὑπ' ἀνάθεμα τρίτον τὸν ἤτοι δοξάζοντα ἢ αἴτιον ἢ μετὰ τοῦ πατρὸς συναίτιον τὸν υἱὸν τοῦ πνεύματος, ἢ συγκοινωνεῖν ἐν γνώσει καταδεχόμενον τοῖς οὕτω λέγουσι καὶ δοξάζουσι. ταῦτα ἔλεγε, ταῦτ' ἔγραφεν. "εἰ δ' ἀνήκει τι", φησί, "τῇ διὰ εἰς 33 τὸν τῆς αἰτίας λόγον, τοῦτο τόλμημα μὲν λέγειν ἢ ἐννοεῖν, εἰ δέ τις τολμῴη, τὸ ἐκ τοῦ λόγου μὲν ἐρεῖ ἐμφαινόμενον, αἰτίαν δὲ πάντως ἀποίσεται τοῦ τολμήματος." Ταῦτα κατὰ τὸν Βέκκον ταῖς ἀληθείαις, καὶ πλέον οὐδέν. διὸ δὴ καὶ ἡμεῖς ἐξεπίτηδες τὰ τῆς ἱστορίας κατὰ λεπτὸν ἐπλατύ ναμεν, ἵν' ᾖ δῆλον ὅπως καὶ ἐφ' οἵαις αἰτίαις ὅσον οὐκ ἤδη ἡ ἐκκλησία πᾶσα τοῦ κακοῦ παραπολαύειν ἤμελλε.