1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

67

ἐξητοιμάζετο. ἀφεώρα δὲ καὶ πρὸς τοὺς ἀλλαχόθι ἡγεμονεύον τας, καὶ ἐσκόπει πῶς ἂν αὐτῶν περιγένοιτο. καὶ τῶν μὲν ἄλλων ἀμελῶς εἶχεν, ὡς αὐτίκα ἢ χειρὶ ἢ λόγοις προσαξόμενος· περὶ δέ γε τοῦ πρωτοβεστιαρίτου Λιβαδαρίου, ὅσον συνέγγυς εἶχε τὴν ἀπ' αὐτοῦ ἡγεμονίαν ἐν τοῖς περὶ τὰ Νεόκαστρα καὶ Λυδίαν πᾶ 221 σαν καὶ Σάρδεις αὐτάς, τοσοῦτον καὶ διὰ φροντίδος πλείονος εἶχεν ἑλεῖν, εἰ καὶ ἄλλως ὑπερηφάνει, οὐδὲν τἀκείνου οἰόμενος, δίκην δὲ πτωκὸς ἐλπίζων ἐκεῖνον χειρώσασθαι. ἀλλ' ἔδειξε ταῦτα διὰ βουλῆς ἔχων, ὡς ὅπου θεὸς ἀντιπράττει, καὶ ὁ δοκῶν βρα δὺς φθάνει καὶ τὸν ὠκύτατον, πᾶσα δ' ἰσχὺς μάταιον συνέσεως ἀμοιροῦσα. ἐκεῖνον γὰρ καὶ βλέπειν ἤθελον ἐν βασιλικαῖς ἀξίαις οἱ συλλαμβάνοντες, ὡς ἐντεῦθεν ἀναρρίψαντας κίνδυνον ὅλως ἐμπεδωθέντας ὅλαις ἐνεργεῖν προθυμίαις καὶ ἐπαποθνήσκειν τῇ ἐγχειρήσει βούλεσθαι. τὸ δ' ἦν ἐν ἀναβολαῖς τὸ τόλμημα, ὡς δοκεῖν διευλαβεῖσθαι καὶ ἀμφιγνωμονεῖν. καὶ τὸ μὲν παρὸν στέργων, πρὸς δὲ τὸ μέλλον ἀποσκοπῶν, ἐκείνους μὲν ἐθερά πευε παντοίως καὶ χάριν ἐδόκει εἰδέναι μὲν τῆς εἰς αὐτὸν σπου δῆς, ἑαυτὸν δὲ παρεξῆγε τῶν μεγίστων ὀνομάτων, οὐκ εὔελ πις ἀραρότως ὢν ἐπὶ τῷ τέλει, ἀλλὰ καὶ λίαν δυσελπιστῶν. καὶ αὐτὸς μὲν οὕτω διττὰ στρέφων τὸν καιρὸν ἐζυγοστάτει, καὶ τὸν μὲν παρόντα ὡς εἶχεν ἐξεθεράπευε, τὸν δὲ μέλλοντα ὑφωρᾶτο, καί γε ἀπολογίαν ὑπολελεῖφθαι, ἄν τι προσκρούσοι, προυνόει. τοῖς δέ γε Κρητικοῖς, καὶ μᾶλλον τῷ σφῶν ἐξηγουμένῳ Χορτάτζῃ, 222 τοῦτ' ἀσφαλὲς οὐκ ἐδόκει τέως· αὐτῷ γὰρ εἶναι καὶ ἐσαῦθις με ταγνόντι παραιτεῖσθαι πρὸς βασιλέα, καὶ ὑπ' ἀσφαλείᾳ τῇ ἐοι κυίᾳ, ἔστι δ' οὗ καὶ ὑπὸ μεγίσταις χάρισιν, εἰς χεῖρας ἑαυτὸν ἐγχειρίζειν τοῖς πρὸς τὸν βασιλέα ἀξιοῦσι, σφίσι δ' εἶναι τὸν κίνδυνον ἄφυκτον πάντως, οὐκ ἔχουσιν ὅπῃ ἂν τῶν τῆς ἀποφυ γῆς τόπων ἐκσταῖεν καὶ ἀπερείσαιντο. Καὶ ταῦτα μὲν ὁρώντων τὰς τοῦ ἡγεμόνος ἀναβολὰς ὁ νοῦς οὐκ ἔξω τῶν εἰκότων ἀπεσχεδίαζε, καὶ ἐν ὑπονοίαις μεγίσταις ἐποίει εἶναι· (10) ἑτέρωθεν καὶ ὁ πρωτοβεστιαρίτης τὸ ξυμ πεσὸν παρὰ πᾶσαν ἐλπίδα μαθών, τῷ βασιλεῖ καθοσιούμενος ὡς παρ' αὐτοῦ τιμηθείς, ἐν φροντίσιν ἦν καὶ περὶ τοῖς ὅλοις ἐδε δίει. ποῦ γὰρ εἶχεν ἐκεῖνος ἀναρριφθέντος τοσούτου κινδύνου πρὸς τόσον στρατιᾶς ἀντιστῆναι πλῆθος; εἰ δ' οὖν ἀλλ' εἰ καὶ συμπλοκὰς ἐνενόει μόλις, ὁ γοῦν ἐντεῦθεν κίνδυνος οὔπω συστᾶ σαν τὴν περὶ τούτων ἔννοιαν ἔλυε. χωρὶς γὰρ τῶν ἐκ τῆς Ῥω μαΐδος δυνάμεων, τὸ περὶ ἐκεῖνον Περσικὸν μόνον καὶ ξενικὸν ἀποχρῶν εἶναι πρὸς τοὺς περὶ αὐτὸν εἰς ἀνταγώνισιν ᾤετο, ὥστε μηδ' ὑποστῆναι τούτους φανέντων ἐκείνων. ἄλλως τε δὲ καὶ φοβερῶν τοιούτων ἁψαμένους ἐκείνους εἰκὸς εἶναι καὶ ὑπὲρ τὸ 223 δέον ἀνδρίζεσθαι, ὡς τῆς ἥττης ἐχούσης καὶ κίνδυνον. δεῖν δ' εἶναι καὶ τοὺς ἀντιπάλους τοιούτους, ὡς ἴσας ὑσμίνῃ τὰς κε φαλὰς γίνεσθαι· ἀλλὰ ξυμβαίνειν μὴ εἶναι τοιούτους ἐξ ἀναγ καίων, καὶ μάλισθ' ὅτι πολέμοις ἐμφυλίοις ὁμόσε χωρεῖν οὐδ' οἴδασι τὸ παράπαν. ἔγνω γοῦν ἄλλως τὰ πράγματα μετελθεῖν, καὶ θράσει καὶ πλήθει καὶ παραλόγῳ φρονήματι ἓν ἀντιστῆσαι τὸ μέγιστον σύνεσιν, ὡς ἴσως οὕτω καὶ ἐξανύσων κἂν οὐ τὸ σύμπαν ἀλλά τι καὶ μερικόν. καὶ αὐτίκα στέλλει μὲν τοὺς ἀγγελοῦντας τὸ συμβὰν πρὸς τὸν βασιλέα, στέλλει δ' ἐν ἀπορρήτοις καὶ πρός τινας τῶν Κρητικῶν, οὓς ᾔδει δοκοῦντας, ὧν ὁ Χορτάτζης προέφερεν, ἀμνηστίαν τε κακῶν παρὰ τοῦ κρατοῦντος σφίσι γε 224 νέσθαι διομνύμενος καί γε προσφιλοτιμηθῆναι τὰ μέγιστα, ἤν που καὶ στραφέντες μεταβουλεύσαιντο καὶ εἰς συμπλοκὴν δῆθεν παραστάσει πολέμου παραδοῖεν τὸν ἀποστατήσαντα· δόξειν γὰρ ἐντεῦθεν καὶ ἀγαθοὺς καὶ πρὸς βασιλέα πιστούς, καὶ ἐς ὅ τι μὲν καὶ πέπρακτο ἀκουσίως ἀναγκασθέντας καθυπαχθῆναι τῇ τοῦ καιροῦ ῥύμῃ, μὴ ἔχοντας ἀντιτείνειν καὶ τοσοῦτον πλῆθος εἰς μεταβολὰς παρακεκινημένον ἐπισχεῖν, τὸ δὲ παρὸν τέως ἐνστάν τος καιροῦ, καὶ ἀνδρῶν φανέντων ἀντιστησομένων τοῖς γεγονόσι, καὶ αὐτοὺς ἑτοίμους μετακληθέντας τὴν ἀρχῆθεν πίστιν ἐμφαί νειν τῷ συνεργεῖν τοῖς ἀνθισταμένοις εἰς ἅπαν. αὐτὸν δ' ἐκεί νους ἀναδέχεσθαι μὴ ὅπως