1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

5

ῥιφέντος φαμούσου τόμου. 6. περὶ τῆς Μαδύτου, ὡς ἑάλω Ἀμογαβάροις. 7. ἀπαγωγὴ Μπυριγερίου πρὸς Γέννουαν. 8. τὰ περὶ τοῦ πατριάρχου Ἀλεξανδρείας. 9. τὰ συμπεσόντα δεινὰ Κουβουκλείοις. 10. περὶ τοῦ γεγονότος ἐμπρη σμοῦ κατὰ τὴν πόλιν. 11. περὶ τοῦ Ἀνδρέου Μουρίσκου. 12. περὶ τοῦ Ῥομοφόρτου Λατίνου. 13. ἅλωσις Θυραίων καὶ τῆς Ἐφέσου. 14. ἀποστολὴ βασιλέως πρὸς Γέννουαν ὑπὲρ συμμαχίας. 15. περὶ τοῦ Μελὴκ Ἰσαάκ. 16. περὶ τοῦ πάπα Ἀλεξανδρείας. 17. περὶ τοῦ μοναχοῦ Ἱλαρίωνος. 18. περὶ τῶν ἐκ Γεννούας ἀναχθεισῶν νηῶν. 19. ἐκστρατεία Ἀμογαβάρων κατ' Ἀλανῶν. 20. καταγωγὴ καὶ αὖθις τῶν ἐς Λάζους ἀναχθεισῶν νηῶν. 21. ὡς ἑάλωσαν τὰ κατὰ τὸν Γάνον. 22. τὰ κατὰ τὸν Μελὴκ καὶ πάλιν Ἰσαάκ. 23. τὰ περὶ τὴν τῆς ἐκκλησίας τάξιν συμ 11 βάντα. 24. τὰ περὶ τοῦ μεγάλου πριμικηρίου τοῦ Κασσιανοῦ. 25. περὶ τῆς τῶν Ἰβήρων συμμαχίας, καὶ ὅπως αὐτῆς ἀπετύγχανον. 26. πῶς οἱ ἐχθροί τινα τῶν ἀνὰ τὸν Γάνον φρουρίων παρεστήσαντο. 27. πρεσβεία Γεννουϊτῶν ἅμα καὶ βασιλέως πρὸς Ἀμογαβάρους. 28. τὰ κατὰ τὴν Βιζύην πραχθέντα. 29. ἔτι τὰ κατὰ τὸν Ἰσαὰκ Μελὴκ καὶ τοὺς Τούρκους. 30. περὶ τοῦ Φαρέντα Τζιμῆ. 31. τὰ κατὰ τὴν Ῥόδον συμβάντα. 32. περὶ τῆς ἐπαναστάσεως τῶν Ἀμογαβάρων. 33. ἅλωσις τῆς Τρικοκ κίας παρὰ Περσῶν. 34. περὶ τῶν ἑπτὰ νεῶν τῶν μετὰ Γίδου Ἀμογα βάροις ἐπιστασῶν. 35. τὸ πρὸς τὸν πατριαρχοῦντα ἀποσταλὲν γράμμα παρὰ τῶν ἀρχόντων τῆς ἐκκλησίας. 36. πῶς διῆλθον Ἀμογάβαροι καὶ σὺν Τούρκοις, καὶ πρὸς Κασάνδρειαν κατήντησαν.

{Α.} Οὕτω μὲν τοῦ βασιλέως Μιχαὴλ μεταλλάξαντος ὁ ἐξ ἐκείνου

Ἀνδρόνικος αὐτόθεν τὸ κράτος ἔχων, τεταινιωμένος εἰς βασιλέα, ἐπειλῆφθαι καὶ μόνος τῶν πραγμάτων κατηναγκάζετο, καὶ μᾶλ λον ὅτι τὸ Τοχαρικὸν ἐπιστὰν ἕτοιμον ἦν κατὰ τὰς προφθάσας ὁμολογίας ὁρμᾶν ὅπῃ ἄρα καὶ κελευσθείη πρὸς βασιλέως. μηδὲ γὰρ εἶναι κενοὺς ὑποστρέφειν, αἱμοχαρεῖς γε ὄντας καὶ μόνον ὁρῶντας πρὸς τὸ κερδαίνειν, ὁπόθεν δὲ καὶ τίσι, μηδ' ἐπαΐειν ἔχοντας, ὡς κινδυνεύειν, εἰ μή γε σκύλων ἐξ ἀλλοδαπῆς ἐπιβάλ 12 λοιντο, ἐπὶ Ῥωμαίους ὁρμᾶν καί γ' ἑτοίμους κειμένους εἰς προ νομὴν ἀπάγειν τε καὶ σκυλεύειν τὸν σφῶν τρόπον καὶ νόμον, μη δὲν μηδενὸς φροντίζοντας. τῷ τοι καὶ νέος ὢν ὁ ὑπολειφθείς, ἔτη γεγονὼς τέσσαρα πρὸς τοῖς εἴκοσι τηνικάδε, πρὸς τοιοῦτον ὄγκον ἀρχῆς κατωρρώδει. ηὖξε δὲ τὴν ὀρρωδίαν καὶ ἡ τῶν πρα γμάτων σύγχυσις, καὶ ὅτι πολλοῖς ἐπεισφρῆσαν τὸ τῆς ἐκκλησίας σκάνδαλον ἀποστατεῖν ἐποίει τὰς γνώμας τοῦ βασιλεύοντος, εἰ καὶ τοῖς σώμασι τέως ὑποτετάχατο. τὰ μὲν οὖν παρὰ πόδας καὶ λίαν ἐξεθεράπευε, πλείστοις μὲν καὶ ἄλλοις συμβούλοις χρώμε νος, μάλιστα δὲ καὶ διαφερόντως τῷ Μουζάλωνι Θεοδώρῳ, ὃν ὁ πατὴρ εἰς μέγαν λογοθέτην τοῦ Ἀκροπολίτου ἀποθανόντος ἐτίμα. καὶ δὴ ἐκ μεγάλου παπίου εἶτα δὲ καὶ πιγκέρνου εἰς μέ γαν κονοσταῦλον τὸν Ταρχανειώτην τιμήσας Γλαβᾶν τοῖς Τοχά ροις ἐφίστησιν, οὐκ ὀλίγου καὶ τοῦ Ῥωμαϊκοῦ περὶ τὸν δεσπότην Μιχαὴλ ὄντος, ἐφ' ᾧπερ σφᾶς ὁρμῆσαι ἔξω που τῆς τῶν Ῥωμαίων εἰς Τριβαλλῶν, οὐ χρείᾳ τέως πολέμου, ἀλλὰ κέρδους τῶν κεκλημένων καὶ σκύλων καὶ λημμάτων ἕνεκα, ὡς μὴ κενὴν σφίσι γενέσθαι τὴν ἐκστρατείαν, καὶ μᾶλλον παρακεκλημένοις πρὸς βασιλέως, ἐξ ὧν καὶ καταδραμοῦνται μισθοφορήσουσιν. ὁ δ' οὖν βασιλεὺς τὰ εἰκότα ἐκείνους καὶ λόγοις καὶ δώροις φιλο φρονησάμενος συνάμα τοῖς ἀμφὶ τὸν δεσπότην καὶ τὸν μέγαν κο 13 νοσταῦλον ἀπέπεμπεν, ἅμα μὲν προσβαλοῦντας ἅμα δὲ καὶ κερ δανοῦντας ἑτέρωθεν. αὐτὰς δὲ διὰ ταχέων ἄρτι πρώτως μηνο λογησάμενος πρόσταγμα τῷ πατριαρχοῦντι ἐπέστελλε, γράψας δι' ἀπορρήτων καὶ τῷ μεγάλῳ τζαουσίῳ τῷ Παπύλᾳ, ἐκείνῳ μὲν τὰ εἰς φυλακὴν ἀσφαλεστάτην τῆς πόλεως προτρεπόμενος, τῷ δέ γε πατριάρχῃ τὸν τοῦ βασιλέως δηλοποιούμενος θάνατον, καὶ ὡς αὐτὸς ἐπιστήσεται κατὰ πόδας· μηδὲ