1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

152

εἰ δ' οὖν, ἀλλ' αὐτὸς μὲν ἔλεγε δοῦλος εἶναι καὶ πάλιν καὶ τοῖς εἰς τὴν βα σιλείαν ὅρκοις ὑπεύθυνος, ἔχειν δὲ καὶ σὺν αὐτῷ χιλίους τοὺς 514 εὐπειθεῖς, τοῖς δ' ἄλλοις ἂν αὐτῷ ᾖ βουλομένῳ μάχεσθαι, ἐπεὶ κἀκείνοις σκοπὸς ἢ λαβοῦσιν ἠρεμεῖν ἢ μὴ λαβοῦσι τὴν χώραν καταδραμεῖν, καὶ αὐτὸς συνάμα ταῖς βασιλικαῖς δυνάμεσιν ἐπιτί θεσθαι.

(19) τὰ δ' αὐτὰ ταῦτα καὶ Κατελάνοι πρέσβεις πρὸς βασιλέα τρεῖς πέμψαντες, ἐπὶ διωρίᾳ πεντεκαίδεκα ἡμερῶν, μετ' εὐσχήμονος καὶ τρόπου τῷ δοκεῖν καὶ προσώπου διεπρεσβεύοντο· οἷς δὴ θέλων καὶ αὐτὸς βασιλεὺς ὑπ' ὄψιν θεῖναι τὰ σφίσι πρα χθέντα, καὶ δεῖξαι ὡς πολλὰ μὲν ἔσχον καὶ θέλοντος αὐτοῦ καὶ μὴ θέλοντος, οὐδὲν δ' ἔπραξαν ὅσα μισθοὺς ἐφέλκεσθαι δύναν ται, ἐνάτῃ Κρονίου τοὺς ἰδίους συνεκκλησιάσας, παρόντων καὶ τῶν τῆς πολιτείας χρησίμων ἐν κοινῷ, καὶ αὐτὸς ἀρχῆς ἀπ' ἄκρης τὰ κατ' αὐτοὺς διεξῄει, ἐμοὶ δοκεῖ, ἀντίτομα τῆς ἐκεῖ δημηγο ρίας συνεργαζόμενος ἄντικρυς. διεξῄει γὰρ καὶ οὗτος πρὸς τοὺς πρέσβεις λέγων ἀρχῆθεν τὴν ἀπὸ τῆς Σικελίας τοῦ ἄγοντος σφᾶς ἀξίωσιν, καὶ τὴν αὐτοῦ ἐπὶ τούτοις νεῦσιν καὶ πρόσκλησιν, καὶ ὅτι οὐ τόσους μετεκαλεῖτο ὅσους ἦν ἀγαγὼν ἐκεῖνος, καὶ ἀγαγὼν ἠξίου πρὸς καιρὸν δέχεσθαι, ὅτι τε διαχειμερίζοντες κατὰ Κύζι κον καὶ ἐς ἔαρ οὐχ ὅπως ἐνήργουν κατὰ τῶν πολεμίων, ἀλλὰ καὶ πόλλ' ἄττα τὴν χώραν εἰργάσαντο δυσχερῆ. εἶτ' ἐπισυνῆπτε 515 καὶ τὰ κατ' ἀνατολήν, καὶ ὡς πόλλ' ἄττα καὶ δεινὰ οὐ τοὺς ἐχθροὺς ἀλλὰ τοὺς Ῥωμαίους διατεθείκασι. καὶ νῦν δὲ διαπε ραιωθέντες, ἔλεγε, πόλλ' ἄττα καὶ ἀτάσθαλα κατὰ δύσιν πρά ξειαν, ὧν οὐδὲν ἐκ τοῦ εἰκότος αὐτῷ οἱ ἄπυστον εἶναι. ἐξ ὧν ἱκανῶς ἔχειν τῶν μισθωμάτων, ἤν τις λογίζοιτο, σφᾶς. ἅπερ ἄξιον ὂν δεινῶς μετελθεῖν οὐ μετῆλθεν ὅμως, ἀλλὰ καὶ ἄλλα προσφιλοτιμεῖται, καὶ πρὸς ἀνατολὴν πέμπει, χώραν ἱκανῶς ἔχουσαν σφᾶς τρέφειν. ἐκεῖνοι δὲ ἀλλὰ σοβαρευόμενοι ἀπειθοῦσι, καὶ προσέτι προσαπειλοῦσι, μηδὲν ἀκριβῶς εἰδότες τὴν βασιλείαν Ῥωμαίων ὁπόσον ἰσχύει καὶ ὡς εὐπετῶς ἔχει καὶ τριήρεις ναυπη γήσασθαι καὶ μαχηταῖς ἐξαρτύσασθαι, μηδὲν δεομένη συμμάχων ἐκείνων, ἀλλ' ἐπὶ τοσοῦτον τὰς δυνάμεις ἀποχρώσας ἔχουσα ὥστ' εὐμαρῶς ἔχειν φόβον καὶ τοῖς μακρὰν ἐμβαλεῖν, κἂν τῷ τέως αἰ τιῶν πολλῶν προσίστανται ἁμαρτίαι. εἰ τοίνυν ἀγαπῷεν λαμ βάνοντες τὰ διδόμενα. εἰ δ' οὖν, καὶ αὐτὸν ἔχειν ἀμυνεῖσθαι ἀλιτηριώδεις φαινομένους ἀντὶ συμμάχων, εἴ που τοῖς καθεστῶσι 516 παρεγχειροῖεν. μηδὲ γὰρ ἀγνοεῖν ὅλως ὁπόσοις ἐκ τῶν Ῥωμαίων ὀλίγου ἐνικανώθησαν χρόνου, καὶ ταῦτ' ἐφ' ἱκανὸν ἐς Θευδερί χου πολέμοις συνεχέσι ταλαιπωρούμενοι, καὶ μηδὲν ἀπονάμενοι τῶν ὅσα δεικνῦσιν εὔπορον. σημεῖον δ' εἶναι τὸ ἐκεῖθεν ἀπαλ λάττοντας μηδὲν ἐς νέωτα ἐπιφέρεσθαι, ἀλλ' ὥσπερ ἐν ἐρήμοις διάγοντας, οὕτως ἐκεῖθεν φανῆναι γυμνούς τινας καὶ ἀνόπλους καὶ μηδὲ τῶν καθ' ἡμέραν ἐς τροφὴν εὐποροῦντας. νῦν δ' ἀλλ' ἀργοὶ κάθηνται καὶ ὑπερηφάνους τὰς μισθοφορίας ἀπαιτοῦσι, τί καὶ πράξαντες ἀγαθὸν καὶ μαχητῶν ἔργον γενναίων, τοὺς ἐχθροὺς καὶ ταῦτα ἐγγὺς ὁρῶντες, πολέμοις συντραφέντες καὶ μάχαις, ὡς λέγουσιν. ὧν χάριν ἐγκαλύπτεσθαι δέον, οἱ δὲ καὶ ἀπειλοῦσι κατατρέχειν τὴν χώραν, ὥσπερ ἂν ἔρημος προύκειτο τοῦ πολυω ροῦντος, καὶ ὡς οὐκ οἴδασιν ὡς κατὰ νώτου τούτοις ὁ βασιλεὺς καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ὧν μὴ ὅτι γε τὴν προσβολήν, ἀλλ' οὐδὲ τὴν φήμην προσπελαζόντων ἐνέγκαιεν.

20. Ταῦτα καὶ πλείονα τούτων διαλαλήσας ἐκείνοις μὲν τὸ σφίσι συνοῖσον ἀφῆκε βουλεύεσθαι, αὐτὸς δὲ τὸν τοῦ οἰκείου 517 αὐταδέλφου τοῦ πορφυρογεννήτου Κωνσταντίνου υἱὸν ἀναδοχῆς ἀξιώσας μείζονος ἢ κατ' ἀδελφόπαιδα, ἅμα δηλῶν ὡς τάχα ἂν καὶ τῷ πατρὶ τούτου καλῶς ἐς ἅπαν ἐχρᾶτο καὶ διὰ τέλους ἤγαλ λεν, εἰ μή γ' ἐκεῖνος τὰ πρὸς αὐτὸν ἐφωράθη δύσνους, τιμᾷ οὔπω τελέως τοῦ ἑπτακαιδεκάτου ἐπιβάντα ἔτους τῷ τοῦ πανυ περσεβάστου ἀξιώματι, πλὴν οὐ κατὰ τὸ ἀρχῆθεν τῆς ἀξίας ταυ τησὶ σχῆμα, ἀλλὰ καὶ τοῖς ἐκ τῶν κιρρῶν