1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

10

καιρῷ εἰρήνης ἐλέχθησαν, ἀλλ' ὅτε δεινόν τι κῦμα καὶ τετριγὸς κατεστρόβει τὴν ἐκκλησίαν ἐκ τῆς τῶν πολλῶν ἀνεγέρσεως, ἅμα δὲ καὶ τῷ δοκεῖν περιεῖναί οἱ τῆς εὐσεβείας, οὐχ ὡς ῥητὰ πατέρων ἐδίδου τὰ συνταχθέντα πυρί, ἀλλ' ὡς ἴδιον σύγγραμμα. καθεξῆς δ' ἐπὶ τούτῳ καὶ τὸ τοῦ παλαιοῦ μεγάλου λογοθέτου σύγγραμμα, ὁμοίως κἀκεῖνο ἔχον, καὶ ἄλλοις οἷς γράφειν ἐπῄει καὶ μόνον μεμνῆσθαι δογμάτων ἐπά γοντες μῶμον, πυρὶ παρεδίδουν τοὺς τόμους. Ἐντεῦθεν οὐδὲ τὸν πατριαρχεύσαντα Ἰωάννην αἰτιῶν ἠφίουν, ἀλλὰ καὶ μᾶλλον ἐκεῖνον αἰτίαις ὑπῆγον αἱρέσεως, ὅτι καὶ ἐπὶ τοῖς πατέρων ταῖς ἀληθείαις ῥητοῖς λιχνευσάμενος ἀντι λαβὰς διδόναι τοῖς αἰτιωμένοις ὡς εἰκὸς ἐκινδύνευε, καὶ παρὰ τὸ εἰκὸς ταῖς ἐννοίαις τῶν ῥητῶν ἐμβαθύνων ἐπὶ τοῖς ὑπὲρ νοῦν ἀν θρωπίναις διανοίαις παρατολμᾶν· τὰ γὰρ περὶ θεοῦ σιωπῇ μᾶλ λον ἔχειν τε καὶ τιμᾶν ἢ λόγοις συνιστᾶν καὶ δεικνύειν πέφυκεν.

(9) ἐκεῖνος τοίνυν τὸ ἐκ πατρὸς δι' υἱοῦ τὸ πνεῦμα παρὰ τῶν πατέρων λεγόμενον ἐκπορεύεσθαι ἐπὶ τῇ θεολογίᾳ τοῦ πνεύματος, μὴ τοῦτο μόνον λαμβάνων ὅτι πρόσθεσις καὶ παρὰ τοῖς ἡμετέροις πατράσι τετόλμηται ἐπ' αὐτῇ δὴ ταύτῃ τῇ ἀνεννοήτῳ ἐκ πατρὸς ἐκπορεύσει τοῦ πνεύματος, ἐφ' ᾧ γε τὴν προσθήκην τῶν Ἰτα λῶν ἰᾶσθαι μετρίως ἴσως, εἴπερ ἐβούλετο, ἀλλὰ καὶ διδοὺς ἐξε 28 τάσεσι καὶ τὰ ὑπὲρ νοῦν ἐρευνῶν ἀνθρωπίνοις νοήμασιν ἔλαθεν οὐκ οἰσταῖς αἰτίαις περιβαλὼν ἑαυτόν. οὐ χεῖρον δ' εἰπεῖν καὶ διασαφῆσαι τό γε ξυμβεβηκός, καὶ τίσι περιπαρεὶς τῶν γραφῶν οὐ καλαῖς ταῖς αἰτίαις ξυνείχετο, κἂν μόνος ἐκεῖνος, μηδενὸς ἄλλου συμπράττειν τολμῶντος, θεολογίας ἄπειρον πέλαγος μι κρῷ τινὶ ἀκατίῳ, ἀνθρωπίνῳ νοΐ, παραμετρεῖν ἐτόλμα πειρᾶ σθαι, τῷ ὑπὲρ τῆς εἰρήνης ζήλῳ ὥσπερ τινὶ φώσσωνι, ὡς ἐκεῖ νος ᾤετο, κουφιζόμενος, πιστεύων τοῖς ὀψιγόνοις, ὡς ἔλεγε, κἂν οἱ παρόντες οὐκ ἀπεδέχοντο τὸ ἐγχείρημα. ἐκεῖνος τοίνυν τὰς τῶν ἁγίων γραφὰς ἐπιμελέστερον διερχόμενος, τὸ μὲν ἐκ πα τρὸς δι' υἱοῦ προχεῖσθαι ἐκλάμπειν χορηγεῖσθαι προϊέναι τὸ πνεῦμα τὸ ἅγιον πολλῶν καὶ πολλάκις λεγόντων ἐμάνθανε, τὸ δὲ καὶ ἐκπορεύεσθαι πρώτως μὲν παρὰ τῷ μεγάλῳ Μαξίμῳ ῥη θὲν εὕρισκε, δευτέρως δὲ καὶ παρὰ τῷ θεολογικωτάτῳ ∆αμασκηνῷ, ἐφ' οἷς καὶ τὸν μέγαν Ταράσιον σὺν ἑβδόμῃ πάσῃ συνό δῳ, ἐπὶ ὁμολογίᾳ τῆς πίστεως πρὸς τοὺς ἀνατολικοὺς πατριάρ χας, ἀριδήλως κατενόει θεολογοῦντας. εὑρὼν γοῦν τὸν τοῦ Μαρωνείας Νικήταν καὶ χαρτοφύλακα, ὕστερον δὲ καὶ Θεσσα λονίκης πρόεδρον, καὶ ἐπὶ τούτῳ καὶ τὸν Βλεμμίδην Νικηφόρον γραφαῖς συγχρησαμένους εἰς τὴν ὑπὲρ τῶν Ἰταλῶν ὡς δῆθεν ἀπολογίαν, καὶ Φώτιον αὐτὸν λέγοντα ὡς καὶ Ἀμβρόσιός τε καὶ Αὐγουστῖνος καὶ τρίτος Ἱερώνυμος οὕτω μετὰ προσθήκης ἐθεο 29 λόγουν περὶ τοῦ πνεύματος, ἀλλ' ὡς Ῥωμαῖοι πάντως καὶ οὐχ ὡς Γραικοὶ ἔγραφόν τε καὶ ἔλεγον τὴν προσθήκην, τῆς μὲν λύ σεως τούτου καὶ λίαν ὡς ἀσθενοῦς κατεγίνωσκεν, ὥσπερ ἂν ἦν ἱκανὸν τὸν αὐτὸν καὶ ἕνα πατέρα νῦν μὲν ὡς Γραικὸν μεγαλύνειν νῦν δ' ὡς Ῥωμαῖον αἱρέσεως γράφεσθαι, Ἱερώνυμον δὲ καὶ Αὐγουστῖνον τὸν μὲν ὑπὸ ∆αμάσῳ παιδευθέντα καὶ σύγχρονον Βα σιλείου τοῦ πάνυ καὶ μέγαν ἐγνώριζεν, Αὐγουστῖνον δὲ τὸν Ἱπ πῶνος καὶ ἐπὶ τῆς ἕκτης συνόδου μακαρίας μνήμης ἠξιωμένον καὶ εὐφημούμενον, τὸν δὲ τρίτον Ἀμβρόσιον καὶ παρ' ἡμῖν ἐπὶ τῆς ἐκκλησίας μεγαλυνόμενον. τὸ γοῦν τὸν Φώτιον οὕτω λέγειν περὶ ἐκείνων καὶ ἀποφαίνεσθαι οὐκ ἔκρινε συνετὸν καὶ ἄλλως δίκαιόν τε καὶ ἰσχυρόν, ἐκείνων δὲ ταῖς βίβλοις προσσχὼν καί τι παθὼν ἀνθρώπινον, φιλοτιμησάμενος, εἴ γε καὶ αὐτὸς σφίσι τῆς γνώ μης συνάροιτο, εἰ καὶ οὐδεὶς ἄλλος προσαπεδέχετο τὸ ἐγχείρημα, βάξιν παρηρτημένην ἐντεῦθεν οὐκ ἐπαινετὴν δεδιώς, μέτεισί τε φιλοπονώτερον τὰς γραφὰς καὶ τὰ παρεγγεγραμμένα τοῖς λόγοις ἐκείνων ῥησείδια ἐξ ὅλων λόγων τῶν ἁγίων συνέλεγε. καὶ νῦν μὲν εὕρισκεν Ἀθανάσιον λέγοντα "ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς τρίαδος τάξει τὸ πνεῦμα γινώσκεσθαι μὴ προοδικῶς ὂν ἐκ θεοῦ δι' υἱοῦ, ἀλλὰ