1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

171

κατασφάξαντες φύλακας, τοὺς ἐποίκους πάντας ἐξελάσαντες, προδιδοῦσιν ἐπὶ ἀπωλείᾳ τοῖς Πέρσαις τὸ φρούριον. αὐτοὶ δὲ σὺν ἐκείνοις ἁψάμενοι τῆς ἐπὶ Λάμψακον, ἐντυγχάνουσι πλήθει Ῥωμαίων καθ' ὁδὸν ἄλ λους ἀλλαχοῦ φεύγοντας, καὶ τούτους ἐξανδραποδισάμενοι σὺν ἄγρᾳ πλείστῃ καὶ μεγίστῳ ἑρμαίῳ τὸν Ἑλλήσποντον περαιοῦνται.

10. Ἐντεῦθεν καὶ ἀμφοτέρωθεν ἐστενῶσθαι τὸ Βυζάν τιον ἐκινδύνευεν, ἐξ ἀνατολῆς τε καὶ δύσεως, ὥστε ἀπόγνωσις καὶ ἀπορία πλείστη Ῥωμαίοις συνέπεσεν. ὁ δέ γε πατριάρχης Ἀθανάσιος πρὸς τούτοις καὶ τῷ λαῷ ἐπεγκαλεῖν ἐγκλήματα διηνε κῶς οὐκ ἀπώκνει, ὡς δῆθεν τὰς αἰτίας τῶν συμβαινόντων ἐντεῦ θεν ἐπερχομένας ἐκ τῆς τοῦ λαοῦ πλημμελείας. διὸ καὶ συχναὶ λιτανεῖαι παρ' ἐκείνου μετὰ μοναχῶν καὶ κληρικῶν καὶ παντὸς πλήθους ἐπετελοῦντο, καὶ συχνάκις ἐπαιτιῷτο ποῖ μὲν μοναχοῖς ποῖ δ' ἱερωμένοις ποῖ δὲ λαϊκοῖς, καὶ πρόστιμα πολλάκις καὶ φόβους καὶ ζημίας ἐπιτιθείη τοῖς ταλαιπώροις καὶ ἄλλως κακῶς ἔχουσι. καὶ ἐπὶ τούτοις ἥ τε φιλενδειξία καὶ τὸ οἴεσθαι τὴν φθο ρὰν ξυμβῆναι ἐκ τῆς τῶν προτέρων ποιμένων, καὶ μᾶλλον τοῦ μετ' αὐτὸν Ἰωάννου, ἀτημελησίας, τὸ προσηνὲς καὶ ἀγαθοθε λὲς οὕτω καλοῦντος, τὴν δ' ἐς τὸ κρεῖττον ἐπάνοδον ἐκ τῆς αὐ 582 τοῦ σπουδαιοτριβήσεως προσδοκᾶσθαι. ὃ δὴ καὶ μᾶλλον εἰς τοὐναντίον συνέπιπτεν, ὡς ἐπὶ τοῖς ὅλοις ἐπὶ τούτου τὰ Ῥωμαίων ἐφθάρθαι, ὅσον εἰς διέγερσιν τῷ οὕτως αὐτονομοῦντι. ὥστε καὶ ἐν μιᾷ λιτανεύσας κατ' αὐτὴν ἡμέραν ἑσπέρας, ἀπὸ τῆς τῶν κυνηγῶν λεγομένης πύλης μέχρι καὶ τῆς τοῦ Προδρόμου μονῆς, πᾶσαν τὴν ὑπώρειαν ἐκείνην τὸ πῦρ ἐπιλαβὸν ἐπημάθυνε, πλοῦ τον δ' ἐκεῖνον ὅσον ἐμπορικὸν καὶ πᾶσαν ἄλλην πολυτέλειαν εὐ γενῶν εἰς τὸ μηδὲν ἀπηκόντισεν· ὃ δὴ καὶ πρότερον ἐπὶ τῆς αὐ τοῦ πατριαρχείας ἐγένετο. ταύτῃ τοι καὶ διελοιδοροῦντό τινες ὡς διὰ τὴν ἐκείνου λιτανείαν γεγενῆσθαι τὴν τοσαύτην πυρπόλη σιν. ὁ δὲ τὴν ἐκείνων πρὸς τὰς ἱκετείας ῥαστώνην καὶ τὸ ἐρρα στωνευμένον τοῦ βίου καὶ ἀμελὲς ὑπὲρ πᾶν ἄλλο τῆς θεομηνίας κατῃτιᾶτο. ὁπότεροι δὲ τοῦ ἀληθοῦς κατηυστόχουν, λέγειν οὐκ ἔχω. ἀλλ' ἀφορμαὶ τῶν δικαστηρίων τῷ πατριάρχῃ ἐντεῦθεν ἐσχεδιάζοντο, οὐ μόνον πυρποληθέντων τῶν ἐν ταῖς ἐμπορίαις συμβολαίων γραμμάτων, ἀλλ' ὅτι καὶ πολλοὶ τῆς νυκτὸς ξυνδρα μόντες ἐκείνης τὰς οὐσίας τῶν ἀνθρώπων ἐξεφόρουν διαρπάζον 583 τες· ἡ γὰρ πᾶσα κρίσις ἀρχῆθεν τῷ πατριάρχῃ προσανετίθετο, τοῦ βασιλέως ἐνδόντος, τῷ μὲν φαινομένῳ διὰ τὸ καθαρὸν τῶν λημμάτων, τῷ δ' ὑπονοουμένῳ τὸ ἀπὸ πάντων αἰδοῖον καὶ φο βερὸν περιποιοῦντος τῷ κρίνοντι, ὡς ἐντεῦθεν ἐκ πρωΐας μέχρις ἑσπέρας ὀχλαγωγεῖσθαι τὸν ἱερέα, ὄχλου μυρίου ἐπὶ τὴν μονὴν τοῦ μεγάλου λογαριαστοῦ (ἐκεῖ γὰρ ἐκ τοῦ ἐπὶ πλεῖστον διῆγεν) ἰλαδὸν συντρέχοντος.

11. Πρὸ δὲ τοῦ ἁλωθῆναι Μάδυτον πολιορκουμένην ὑπὸ τοῦ Φαρέντα Τζιμῆ, ἐφίσταται ἀμηράλης Ἀνδρέας Μουρίσκος ἀποσταλεὶς παρὰ βασιλέως σιταρκήσων τὸ φρούριον λειποσιτοῦν, συνάμα δύο ναυσίν· καὶ δὴ ἐπιστὰς μόλις εἰσάγει τὸν σῖτον. ἐκεῖ θεν δ' αὖθις περί που τὴν Ἴμβρον ἐχώρει· ἔτυχε γὰρ μαθὼν ὡς ἀνάγονται δύο νῆες ἐκ Σικελίας Ἀμογαβάροις, καὶ προκαταλαβεῖν τὸν ἐκείνων ἔσπευδε δρόμον. αἱ δὲ ἐξ ἀφανοῦς διαδρᾶσαι καὶ τῷ πορθμῷ ἐπιστᾶσαι κατὰ τὴν Καλλίου χειροῦνται μὲν ἐξ ἐφό δου θατέραν τῶν τοῦ Μουρίσκου ἑκοντὶ προσσχοῦσαν τῷ τὴν πολεμίαν ὑποτοπάσαι εἶναι τὴν τὸν Μουρίσκον φέρουσαν. οἱ δὲ 584 ὡς ἕτοιμον θήραν αὔτανδρον περισχόντες τὴν ναῦν, πάντας, δίχα τινῶν τῶν θαλάσσῃ ἀποκειλάντων, ἔργον ποιοῦσι μαχαίρας, μόνον τὸν ναύαρχον περιποιησάμενοι· ὁ γὰρ ναύαρχος θεῖος ἦν τοῦ Μουρίσκου. ἐκεῖνοι δὲ μόλις τῷ σώματι διαπλεύσαντες, τὸ πραχθὲν ἐπιστάντες Τενέδῳ ἀγγέλλουσι τῷ Μουρίσκῳ· πλὴν καὶ τὸν τῶν νηῶν φόρτον δηλοῦσιν, ὡς κώπας τοῖς Κατελάνοις δια κομίζοιεν. ταῦτα γνοὺς Μουρίσκος, καὶ ὡς κατάσχεσιν ἐπύθετο καὶ ἑτέρας νηὸς ἣν προαπέστειλε βασιλεύς, δεινῶς ἤλυε, καὶ