1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

91

ἐπιστάντος, ὡς ἔδοξεν, "εἰ φιλεῖς με, Πέτρε, ποίμαινε τὰ ἀρνία μου." παρ' ἣν αἰτίαν καὶ ἐλθεῖν αὐθωρὶ καὶ βεβαιοῦν ἔτι μὴ ἂν ἐξελθεῖν ἐντεῦθεν, εἴ τι καὶ γένοιτο. τότε δὴ καὶ τῶν ἀρχιερέων οἱ μὲν ἐδέχοντο τοῦτον, οἱ δ' ἀφηνίαζον ἐπ' αἰτίαις ταῖς οὐ τυχούσαις τιθέντες τὸ μὴ συμφωνεῖν ἐπὶ πολλοῖς σφίσιν ἐθέλειν τοῦτον, ἀλλ' οἷον μένειν αὐτόνομον. ὑπεκρούοντο δὲ ταῦτα λέγοντες τὸ κατὰ τὸν Ἐφέσου Ἰωάννην τοῦ παντός γε μᾶλλον· μηδὲ γὰρ συμφωνεῖν ἐθέλειν, ὅ τι καὶ πράττοιεν, ὑπὲρ τούτου. βασιλεὺς τοίνυν τὸ πρὸς τὸν πατριάρ χην τιμητικὸν συντηρεῖν καὶ αὖθις ἐθέλων συχνάς τε προσόδους πρὸς αὐτὸν ἐποιεῖτο, καὶ τοὺς ἀρχιερέας μεταπεμπόμενος τὴν τῆς γνώμης σφῶν ἀνοίδησιν ἐξωμάλιζε πολυτρόπως, οἷς δὴ πολυω ρεῖν εἶχε τὴν τοῦ πατριάρχου σύστασιν· προσυπέσχετο δὲ καὶ ταῦτα γίνεσθαι μετ' εἰρήνης καὶ διορθοῦσθαι τὸ πλημμελούμε νον. καὶ οἱ μὲν ἑκόντες ἄκοντες, τοῦτο μὲν τῇ παρὰ βασιλέως βίᾳ τοῦτο δὲ καὶ τῷ ἀπαραιτήτῳ τοῦ πράγματος, ὑπεκλίνοντο, 304 καιρὸν δ' ἐτίθουν καὶ αὖθις ἀνακινεῖν τὰ μεταξὺ κείμενα καὶ ζη τεῖν διόρθωσιν.

13. Ἐν τούτῳ δὲ καὶ Μιχαὴλ ὁ δεσπότης τὴν συνοικοῦ σαν πρὸ χρόνων ἀποβαλὼν (ἡ δ' ἦν ἡ τοῦ βασιλέως αὐταδέλφη) τῇ τοῦ Τερτερῆ κεχηρωμένῃ ἤδη τοῦ κράλη Σερβίας ἐποφθαλμί ζει, καὶ θέλων θέλουσαν ἄγεται, ἐφιέντος μὲν βασιλέως, ἐφιεί σης δὲ καὶ ἐκκλησίας ἐν ὑστέρῳ τῶν γενομένων. ἣν δὴ καὶ ἁρ μοσάμενος ἑαυτῷ, τὸ τῆς δεσποτείας ἀξίωμα ἔχων καὶ ἔτι, συμ μετεδίδου τῆς ἀξίας καὶ τῇ συνῳκημένῃ ἐκ κραλαίνης, ἐξ ἧς καὶ παῖδας ἀποτετόκει. καί γε δῆλος ἦν τῇ τοῦ Τερτερῆ συνοικῶν ὡς γνησίᾳ.

14. Καὶ τότε ἀστὴρ κομήτης ἀφ' ἑσπέρας ἐξέλαμπεν, περὶ οὗ καὶ ἐν τοῖς κατ' ἐμαυτὸν δι' ἐπῶν ὑπέμνησα, οὕτω γράφων. ἤδη μὲν φθινοπωρὶς ἰσημερινὴ ἐπέλαυνεν, ἠέλιος δ' ἔχε παρθενικῆς ἐρατεινὰ πρόσωπα. καὶ τότε δὴ φαιδρὸς λάμπε Θρῄκηθε κομήτης, ἐκταδίην τε κόμην ἔχεν ἀντολίηνδε ῥέπουσαν, ἑσπέριος δ' ηὔγαζ' ἐπὶ τόσσον νυκτὸς ἰούσης, αἰὲν ἀπαινύμενος τὸ πλέον νῦν ἢ τὸ πάροιθεν, ὅσσον ἀνωτερίεσσι διαλλάξεσσιν ἔφωσκεν. 305 οὐ γὰρ ἕν' ἀπλανέων κατὰ μοῖραν χῶρον ἔτετμεν. ἀλλά γ' ἑκάστης νυκτὸς ἀνώτερα εἶχε κέλευθα, μέσφα ὑπερπόδισ' αἰὲν ἀνώτερος ἀμφαναβαίνων, ἔνθα οἱ ἄκραι τὰ πρῶτα τρίχες ἐμπεφύασιν, ἦκα μαραινόμενος μείουρος, καὶ τότε λῆξε. περὶ τούτου ἄλλοι μὲν ἄλλως ἀπεφαίνοντο καὶ ὡς εἶχον γνώσεως ἔλεγον, οἱ πλείους δ' εἰς κακὸν κοινὸν τὴν ἐπιτολὴν ἐκείνου ἐφοί βαζον· οὐδεὶς γὰρ κομήτης ὅστις οὐ φύσει κακός, φασίν. ἐμοὶ δὲ τῇ τῶν ὅλων προσανέχοντι φύσει, καὶ μᾶλλον οἷς ὁ Σταγειρό θεν φιλοσοφεῖ, ἐκεῖνα ἐπῄει λέγειν περί τε τῆς κινούσης αἰτίας καὶ αὖθις τῆς τελικῆς καὶ ὧν προεφωσφόρει ἀποβησομένων, ὅσα δὴ καὶ τὰ μὲν προυγεγόνεισαν τὰ δ' ἔμελλον ἐπιγεγονέναι. ἐξ ἔαρος γὰρ καὶ ἐς τότε αὐχμὸς παιπαλόεν τὸ πέδον δεικνὺς ἀμ φεῖχε τὴν περὶ ἡμᾶς οἰκουμένην, ὡς μηδὲν μὲν ἐκβλαστάνειν ἰσχύειν ὅσα καὶ θέρους εἰώθει βλαστάνειν, πάντα δὲ φρέατα καὶ πᾶσας πηγὰς ἀποσβῆναι. εἶτα δὲ καὶ ἐκνεφίαι ξηροί τε καὶ ἀπη νεῖς· λειμῶνες ἐπὶ ὅλῳ μηνὶ καὶ πρόωροι ξυμβεβήκασι. καὶ ταῦτα μὲν ὁ συγγράφων, τὸν νοῦν ἐπερείδων τοῖς φυσικοῖς· ἠγνόει δὲ ἄρα καὶ ὡς μεγάλων ἐκεῖνος κατάρχει κακῶν, οὐ τῷδε ἢ τῷδε μέρει τῶν κατ' ἀνατολὴν ἐπεισφρησάντων τόπων, ἀλλὰ 306 πᾶσαν ἐπιληψόντων τὴν καθ' ἡμᾶς οἰκουμένην ἐκ τῆς τῶν Περ σῶν ἐπιθέσεως.

15. Τοῦ δ' αὐτοῦ ἔτους, μηνὸς ἐνεστῶτος Ἰαννουαρίου, ὃν οἱ τὸν Ἄσκρηθεν ποιητὴν ἐξηγούμενοι Ληναιῶνα κατ' Ἀθηναίους ἔλεγον, οὐκ ὀρθῶς, οἶμαι, εἰ καὶ ἡμεῖς ἐν τοῖς καθ' αὑ τοὺς ἐποποιοῦντες τῇ ἐκείνων ἠκολουθήκειμεν ἐξηγήσει (ἀκριβῶς γὰρ Ἀθηναῖοι τὸν κατὰ Ῥωμαίους Ἰαννουάριον Ἑκατομβαιῶνλέγουσι), κατὰ τοῦτον οὖν θεμέλιον πρῶτον τῆς σελήνης ἐχού σης ἔκλειψις ταύτης ξυμπίπτει, τῶν τῆς ἐπιστήμης ξυνετῶν τῷ βασιλεῖ προειπόντων. καὶ ἡμεῖς οὕτω πως ἐν τοῖς ἡμετέροις γεγράφαμεν. μηνὶ δὲ Ληναιῷ πρώτη βάσις ἵστατο μήνης, ἣ διχόμηνος ἔην,