1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

172

διενοεῖτο, ὡς ἔδειξε, τοῖς μετ' αὐτοῦ τὰ μὴ πρόσφορα. ἐπειδὴ γὰρ αὐτός τε καὶ οἱ ἐκ βασιλέως πεμφθέντες Ῥωμαῖοι ἐν δυσὶ καὶ μόναις ναυσὶν ἐπώκελλον, τῶν λοιπῶν ἁλωμένων, ἀπάρας σὺν αὐτοῖς ἐκεῖθεν καὶ τῇ Προικοννήσῳ προσσχών, γυμνοῖ ξύμπαν τας τῶν ὅπλων Ῥωμαίους οὓς εἶχεν ἐντὸς συμμάχους, γυμνούς τε καὶ ἀνόπλους ἀφεὶς ἰέναι τε παραγγέλλει πρὸς βασιλέα καὶ δη λῶσαί οἱ τὰ γεγονότα. ταῦτ' ἐπιστάντες ἐκεῖνοι, πλὴν μόλις καὶ μετὰ βίας, Γεννουϊτικῶν ἑπτὰ φανεισῶν νεῶν, αἷς θαρρή σαντες καὶ αὐτοὶ συνεκπλέουσι καὶ τῷ βασιλεῖ ἀγγέλλουσιν ὡς οὐδ' αὐτὸς Μουρίσκος, εἰ μὴ νῆες ἀρκεταὶ πρὸς ἀντιπαλάμησιν ἐπισταῖεν τῶν ἐναντίων, οὐ πρόθυμος ἂν εἴη ἐς τὴν βασιλικὴν δουλείαν, τὴν πειρατικὴν περιπλάνησιν καὶ τὰ ἐκεῖθεν κέρδη περὶ 585 πλείστου ποιούμενος. ἀλλ' οὐκ ἀπώνατο τῶν τοιούτων δὴ βου λευμάτων, ἀλλ' ἐπεὶ δύο νῆας ἐξαρτυσάμενος περί που τὸν τῆς Ἑλλησπόντου πορθμόν, μαθόντες οἱ ἐναντίοι περὶ τούτου, σὺν οἷς Φίλιππος ἀρχηγὸς ἐκείνων, ὅσον τάχος ἐπ' ἐκεῖνον ἐξήλαυ νον, καὶ περί που τὸν Ἀρτάκην τῶν Κυζικηνῶν ἐπίνειον κατὰ τὸ Ἀλώνιον συμβαλόντες ἐφ' ἱκανὸν διεμάχοντο, καὶ περιεγένοντο τοῦ Μουρίσκου, τῶν περὶ ἐκεῖνον ἀπειρηκότων. καὶ γίνεται φόνος πολύς, αὐτοῦ μόνου Μουρίσκου περισωθέντος ἐκ παλαιᾶς φιλίας Φιλίππου· κἀκεῖνος γὰρ πάλαι ποτὲ ὑπὸ Μουρίσκου ἁλοὺς κατὰ θάλατταν πειρατεύοντος ἔτυχεν εὐμενοῦς, ὥστε καὶ ὠνῆς ἀπεμποληθῆναι μετρίας. διά τοι ταῦτα καὶ αὐτὸς ἐκείνου ὡς ἥκιστα ἔτυχεν ἀχαρίστου, ἀλλὰ μικρῶν τριῶν χιλιάδων χρυσίου ἀπεμπόλησε τοῦτον πρὸς Τένεδον θείῳ ἐκείνου ἐκεῖ παρόντι. Ἀμογάβαροι δὲ ταῖς τόλμαις ἀναθαρρήσαντες οὐκ ὀλίγους τῶν περὶ Ἀτίνην Περσῶν συμμάχους διεπεραίωσαν, περί που χιλιά δας δύο. ἐπιμιξάντων καὶ Ῥωμαίων ἐξ ἀνατολῆς, ἀθροῦν γε γονότες πλῆθος ἐξώρμησαν. καὶ τὰς μὲν δυσχωρίας τοῦ Γάνου 586 καὶ λίαν διεφυλάττοντο, τὰ πέριξ δὲ καὶ διαδραμόντες ἀπὸ γοῦν Καλλίου μέχρι καὶ Τζουρουλοῦ, τὸ ἐντὸς ἅπαν κακῶς διετίθουν, κτείνοντες παμπληθεὶ ὡς εἰς χιλιάδας πίπτειν, ζῶα καὶ βοῦς ἀροτῆρας ζευγίτας ἀνδραποδίζοντες, καὶ ταῦτα ἐν καιρῷ ἀρότου, ὅτε οἱ μὲν ἐσφάττοντο, ὅσοι δὲ καὶ ἔφθασαν προσφυγόντες, ἐν τὸς τῆς πόλεως παρεδύοντο. αὐτοὶ δὲ τὰ μέγιστα τῶν κακῶν εἰργασμένοι, ἐπεὶ ἀποκεκλεισμένην Ἡράκλειαν ἤκουον (ἔφθασαν γὰρ οἱ τῇδε τῷ ἀπογνῶναι τὴν ἀσφάλειαν, καὶ μᾶλλον παρὰ τῶν ἡγεμόνων ἐξοτρυνόμενοι, καταβαλεῖν μὲν ὅσον ἴσχυσαν τοῦ πο λίσματος, πυρὸς δὲ τὰ πάντα θέσθαι δαπάνημα, κατὰ Σηλυ βρίαν δ' ἐγκλεισθῆναι), ὡς εἶχον εὐθὺς Ῥαιδεστῷ προσβάλλουσι. καὶ ὅσον μὲν ἐκτὸς προκατέλαβον, ἀνοικτὶ κτείνουσιν ὡς κεῖσθαι πεσόντας ἐκ τῶν τριῶν ἐκκλησιῶν μέχρι καὶ αὐτοῦ Ῥαιδεστοῦ παμπόλλους ἀνθρώπων, τὸν δὲ πύργον πολλῶν ἐγκλεισθέντων περικαθίσαντες ἤθελον ἐξελεῖν. καὶ ἐπεὶ ἀδύνατα ἦν σφίσιν αἱ ρεῖν μαχομένοις, καθ' ὁμολογίας ἐπειρῶντο χειροῦσθαι. ἀλλ' οὐδ' οὕτως εἶχον· ταύτῃ τοι καὶ ἀπογνόντες ὑπέστρεφον.

12. Τότε καὶ τῆς Αὐγούστης Εἰρήνης ἐπαναζευγνυούσης ἐκ Θεσσαλονίκης καὶ σταθμοῖς βασιλικοῖς ὡσεὶ δέκα ἐξανυούσης 587 τὰ τῆς ὁδοῦ, ἀγγελθὲν βασιλεῖ πέμψας ἀπήγγειλεν ὑποστρέφειν· μηδὲ γὰρ ἀνυστά οἱ πρὸς τὴν ἐπάνοδον εἶναι, τῶν κατὰ δύσιν πραγμάτων ἐκ τῆς τῶν ἐχθρῶν ἐπιθέσεως συγχεθέντων. αὐτὸς δὲ ὡς δυνατὸν ἀντιπαλαμώμενος πρὸς τοσαύτην κακίαν (ἔφθα σαν γὰρ καὶ τὸ Ἑξαμίλιον, φρούριον οὕτω λεγόμενον, προκα τασχόντες οἱ Τοῦρκοι, οἷς δὴ συνῆν καὶ ὁ Ῥομοφόρτος Κατελά νος), ὁ δὲ βασιλεὺς παραπέστειλε τὸν ἐπὶ τοῦ στρατοῦ Μαρού λην, παραδοὺς δυνάμεις ὅσας ὁ καιρὸς ἐσχεδίαζε, καὶ περί που τὴν Ἄπρω περικαθῆσθαι διετάττετο. οἷς δὴ ὁ Ῥομοφόρτος ἐν ἀπορρήτοις ὡς δῆθεν πέμπων τὴν πρὸς βασιλέα ἅμ' ἰδίῳ λαῷ περί που διακοσίους ποσουμένῳ καθυπισχνεῖτο ἀπόκλισιν, πλὴν χιλιάδων χρυσίου τόσων ἀποσταλεισῶν ἐφ' ᾧ τοὺς περὶ αὐτὸν δουλαγωγηθῆναι καὶ τοὺς Πέρσας ἁπαξάπαντας προχειρίσασθαι· καὶ εἰς πέντε χιλιάδας τὸ δοθησόμενον ἵστων. ὁ δ' ἐπὶ στρατοῦ πέμπων σὺν ἄλλοις δωρήμασι