1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

63

(6) καὶ εἶδε τὴν λαμπρὰν ἐκείνην καὶ βασίλειον τελετὴν ἡμέρα ἑξκαιδεκάτη Ἑκατομβαιῶνος μηνός. τὴν δέ γε ὑστέραν Θεοφανώ, καὶ αὐτὴν τῷ θείῳ μύρῳ χρισθεῖσαν καί γε τιμηθεῖσαν τῷ τῆς μάμμης τοῦ νέου βασιλέως καὶ δεσποίνης ὀνόματι (Θεοδώρα γὰρ ἐκ Θεοφανοῦς μετεκλήθη), μετὰ καιρὸν τῷ τοῦ δυτικοῦ σεβαστοκράτορος Ἰωάννου παιδὶ σε βαστοκράτορι καὶ αὐτῷ ὄντι (καὶ ὁ ἀδελφὸς γὰρ οὕτως ἐξ ἀξιώ ματος ἐφημίζετο, τοῦ Μιχαὴλ κατὰ πόλιν ἐγκεκλεισμένου) ἑτοι μάζουσι μὲν πέμπειν ὡς νύμφην, καὶ ὑπὸ πισταῖς ὁμολογίαις μετὰ προικὸς πολυταλάντου οἴκοθεν ἔπεμπον· ἀλλ' ἐν τῷ με ταξὺ τελευτήσασαν ἡ Θεσσαλονίκη δέχεται.

7. Ἐντεῦθεν καὶ αὖθις τῶν Ἀρσενιατῶν ἀπεπειρᾶτο ὁ βα 207 σιλεύς, εἰρηνεύσειν κἀκείνους ἐλπίζων ἐκ τῆς πρὸς πάντας εἰρή νης τοῦ πατριάρχου ἔν τισι γνώμης ἤθεσι μάχης ἁπάσης καὶ φι λονεικίας ὑπερτεροῦσιν. ὅθεν καὶ συνάγων ὡμίλει καὶ εἰρηνεύειν ἠξίου. εἶχε γὰρ καὶ τὸν αὐτοῦ θεῖον τὸν Ῥαοὺλ καὶ τυφλὸν Ἰσαάκιον συνάμα τῇ ἀδελφῇ πρωτοστρατορίσσῃ ἀποσπάσας τῆς ἐκείνων ξυμμορίας ἐν εἰρήνῃ παντοίᾳ, καὶ περιέθαλπε θερα πείαις ἁπάσαις, ὥστε καὶ τὸν ἐν εἱρκτῇ τὸ πάλαι τελευτήσαντα πρωτοστράτορα τὸν Παλαιολόγον Ἀνδρόνικον διὰ τὰ προγεγονότα τῆς ἐκκλησίας σκάνδαλα ἐτησίαις μνήμαις ἀξιοπρεπῶς τιμᾶν. κἀκείνων ἄλλως καὶ τὰ πάθη τιμῶν καὶ τὴν πολυετῆ κακουχίαν θαυμάζων ἠξίου μόλις καὶ εἰρηνεύειν· μηδὲ γὰρ εἶναι λοιπὸν τὸ ἀποχρῶν εἰς τόσων καὶ τοιούτων ἀνδρῶν σκάνδαλον. ἐπεὶ δὲ πολλὰ λέγων κενὴν ψάλλειν ἐῴκει καὶ διανεύειν τυφλοῖς, ἐκεῖνα καὶ πάλιν προβαλλομένων ἃ δὴ καὶ πρότερον προεβάλλοντο (εἶ χον δὲ πάλιν ἔκ τινος μικροψυχίας συμβάσης καὶ τὸν Ὑάκινθον ὅλως μεθ' ἑαυτῶν), τούτους κρατῶν ἀφίησι παραγγείλας ἡσυ χάζειν, τὸν δ' Ὑάκινθον αὖθις ἐγκλείει τῇ φυλακῇ. τὸν μέντοι Ταρχανειώτην τῆς φυλακῆς ἐξαγαγὼν εἰρηνικὸν εἶχεν ἄλλως, εἰ 208 καὶ μὴ ἐπ' ἐκκλησίαν συνήγετο, ἐφεὶς καὶ τῇ συζύγῳ δεσποίνῃ εὐμενῶς οἱ ἔχειν καὶ θεραπεύειν, ὡς αἱροῖτ' ἂν ἐκεῖνος, τὰ εἰκότα. 8. Τὰ μὲν οὖν τῆς ἐκκλησίας καὶ ἐς ἐκείνην τὴν ἡμέραν ἐς τόδε τέλους κατηντήκει, τὰ δὲ τῆς Ῥωμαΐδος ἐξησθενήκει τέ λεον. πλεονέκτημα γὰρ ἡμῖν ἐγένετο τοὺς παρόντας χρόνους μισθοῦ τοῖς μεσιτεύουσι καὶ λημμάτων τὰ πολλὰ πράττεσθαι. τοῦτο πολλοῖς μὲν τοῖς ἐς ἀρχὴν εὐδοκίμοις ἢ μὴ καταδεχομένοις καταβάλλειν (πολλῷ γὰρ οὐχ ἥκιστα τοῦτο, ὅσῳ καὶ ἀξιοῦσι λαμβάνειν) ἢ μὴ δυναμένοις ἴσως ἐκόλουε τὰς τιμάς, ἄλλοις δὲ παρρησίαν ἐδίδου διδοῦσιν, ὡς ἕξειν ἐλπίζουσι. δεύτερον ἐπὶ τούτοις καὶ τὸ ἐλλιπῶς τὰς ἀποτεταγμένας ἀποδίδοσθαι ῥόγας τοῖς ἐν ταῖς ἄκραις, ἡγεμόνων τὸ πλέον κακότητι, θελόντων τοῖς ἐντεῦθεν ὑπερημέρως πάντῃ διδομένοις στραγγεύεσθαι, ὡς κερδαίνοιεν. ταῦτα δὴ ἐπὶ ταὐτὸ συναχθέντα. τὸ γὰρ τοῦ βασιλεύοντος εὐσταθὲς καὶ τὸ πρὸς κρίσεις τε καὶ κολάσεις συμ παθητικόν τε καὶ ἥμερον μέγα τι τὸ κακὸν καὶ οὐκ οἰστὸν ὅλως τοῖς παθοῦσιν εἰργάζετο. τέως δ' ὡς εἶχεν ἡ τοῦ βασιλέως ὁρμή, 209 τῆς δυνάμεως ἐνούσης ἔτι τῶν νεύρων (τὰ δ' ἦσαν τὰ χρήματα) πέμπων τὰς τῆς ὁλομελείας κινήσεις τῆς Ῥωμαΐδος εὐρωστοτέρας ποιεῖν οὐκ ἀπώκνει. κατ' ὀλίγον δὲ τὸ δεινὸν ἐπαῦξον ἀνέστελλε πεμπομένων καὶ τῶν εἰς κεφαλὰς ἀξίων καὶ ὡς οἷόν τ' ἦν σφίσιν ἀντεχόντων, προσκειμένων καὶ τῶν ἐκ Κρήτης μαχίμων ταῖς το πικαῖς δυνάμεσιν, οὓς Κρήτηθεν προσχωρήσαντας βασιλεῖ ὡς μὴ καταδεχομένους τὴν ἐκ τῶν Ἰταλῶν ἐπικράτειαν, ἐπ' ἀνατο λῆς κατοικίσας καὶ ῥόγαις ἐτησίοις ἀποτεταγμέναις ἐξικανῶν ὡς πιστοῖς συμμάχοις ἐχρῆτο. ἦν δὲ συχνὸν τὸ τῆς συνδοσίας διὰ τὴν σπάνιν τῶν χρημάτων, ὡς ἔλεγον, ἀνέδην τελούμενον. τὸ δ' ἦν, ὡς ἐρρέθη τὰ πρότερα, τὸ τῆς ἐφ' ἑκάστου προνοίας δέκατον. πλὴν καὶ οὕτω σφῶν ἐκνευριζομένων ἡ ζημία τοῖς πα ροίκοις περιίστατο. καὶ ἐπεβαρύνοντο μὲν οἱ ταλαίπωροι, οὐκ ᾔδεσαν δὲ ὅπῃ καὶ ἐς τὸ παντελὲς ἔμελλον βαρυνθῆναι· ἦ γὰρ ἂν εἰ πάντως ᾔδεσαν ᾗπερ πάσχειν μετὰ μικρὸν ἔμελλον, καὶ πάντα τὸν βίον