1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

43

φέρειν καὶ βλαύτας εἰκαίως ηὐτουργημένας ὑποδεδέσθαι καὶ ἐν παντοίᾳ λιτότητι διαζῆν. πλὴν οὐ διὰ ταῦτ' ἐζητεῖτο. οὐ γὰρ ἐνδυμάτων καὶ βλαυτῶν ἦν καὶ αὐτουργίας τὸ ὡς δεῖ ποιμαίνειν, ἀλλὰ ψυχῆς εὖ ἐχούσης πρὸς τοῦτο, ἀγάπην χωρούσης Χριστοῦ, δι' ἧς τὸ κατὰ Χριστὸν ποιμαίνειν ἐγγίνεται. εἰ φιλεῖς με γάρ, Πέτρε, φησί, ποίμαινε τὰ πρόβατά μου. οὐκ ἄλλο δὴ πάντως ἡ εἰς Χριστὸν ἀγάπη ἢ τὸ αὐτὴν δὴ τὴν Χριστοῦ ἀγάπην ἔχειν ἐν τῇ ψυχῇ. ἀγάπη δὲ Χριστοῦ τὸ δοῦναι τὴν ψυχὴν καὶ ἀπο θανεῖν ὑπὲρ ἡμῶν καὶ ἔτι μενόντων ἁμαρτωλῶν. τοῦτο δ' αὖ θις τὴν πρὸς τοὺς ἁμαρτάνοντας συμπάθειαν παριστᾷ. τίς γάρ ποτε τὸ οἰκεῖον μέλος νοσοῦν θεραπεύων οὐκ ἠπίως ἁφεῖται καὶ ἱλαρῶς ἐκείνῳ προσφέρεται, κἂν ζέῃ σκώληκας; τίς δὲ καὶ θριαμ βεύσειε τὸ ἐλάττωμα ἑαυτοῦ, εἰ μὴ καὶ μᾶλλον κατανοουμένου ὑπεραπολογοῖτο; τὸ γὰρ οἰκεῖον πιέζει πᾶν, κατὰ Πίνδαρον. καὶ Χριστὸς μέν, ὅτι καὶ μόνον ἐσμὲν Χριστοῦ καὶ τὸ αὐτὸ φέρομεν 141 ἅγιον ὄνομα, μέλη ἐκ μέρους λογίζεται σαπροὺς τοῖς πλημμελή μασιν ὄντας· ἡμεῖς δὲ ὑπερηφανήσομεν καὶ καταγνωσόμεθα τῶν ἀνθρώπων, δίκαιοι ὄντες ἁμαρτωλῶν καὶ ἀνέγκλητοι ἐχόντων ἐγκλήματα, καὶ τὸν μὲν κολάσωμεν, τῷ δ' ἐπιπλήξωμεν, τὸν δ' ὑποπτεύσωμεν, καὶ μὴ ὄντα τῶν κακῶν πολλάκις ὡς ὄντα κα τακρινοῦμεν; καὶ κατορθοῦντας μὲν οὐκ ἀξίως ἐπαινεσώμεθα, ἀποβλέποντες πρὸς τὸ ἡμέτερον ὑψηλόν, σφαλέντας δὲ ὡς μικροῦ μετέλθωμεν ἀναμάρτητοι; Χριστὸς δὲ παραχωρεῖ, καὶ ὁ τῶν μαθητῶν πρῶτος πίπτει, καὶ ὁ μετὰ ταῦτα τῆς οἰκουμένης φω στὴρ διώκτης πρότερον γίνεται καὶ κολαστὴς εὐσεβῶν, καὶ ἁλιεῖς μὲν καὶ τελῶναι εἰς μαθητείαν παραλαμβάνονται πρὸ τοῦ φανῆ ναι πάμπαν κακοί, ἐπὶ Παύλῳ δὲ χάρις παραχωρεῖ καὶ ὑποστέλ λεται, ὡς ἂν μετὰ τὸ φανῆναι κακὸς καὶ διώκτης καὶ τιμωρὸς τῶν Χριστοῦ μαθητῶν ἀπαραίτητος τότ' ἐκείνῳ λάμψῃ τὸ φῶς, καὶ γνῷ ματαίως διώκων ὃν ὡς θεὸν ὕστερον προσκυνεῖ. τί δαί; ἀλλὰ τοῖς μαθηταῖς ἐκεῖνος ἀποσεμνύεται καὶ τὴν εὐεργεσίαν κρύπτει τῆς χάριτος; οὐδαμῶς, ἀλλὰ κηρύττει καὶ μεγαλύνει τὸν ἔλεον. ταῦτα Χριστός, ταῦθ' οἱ Χριστοῦ, ἐκεῖνος μὲν ἵνα νομοθετήσῃ τὸ συμπαθές, οὗτοι δὲ ἵνα τὴν εὐεργεσίαν ἐφ' ἑαυ 142 τοῖς πρώτοις δείξωσιν. ἀλλ' οὔ φασιν οἱ περὶ ἐκεῖνον, ἀλλὰ κολαστέοι οἱ ἁμαρτάνοντες, ἀλλὰ καταγνωστέοι οἱ σφίσι συμπα θοῦντες. τότε δέ γε καὶ προσδεχέσθωσαν, ὅτε καὶ τοῖς ἀξίοις προστιμοῖντο, καὶ ὡς ἐκείνοις δοκοίη, πικρῶς καὶ ἀναλγήτως τι μωρουμένοις. τὸ δ' ἐμὸν εἴπω πάθος, καὶ εἰ μὲν ἐπαινετόν, εἰ δ' οὖν, ἔχον φερέτω τὴν μέμψιν. πᾶσι μὲν πιστοῖς τὴν θείαν φιλανθρωπίαν ἐξαπλουμένην κατανοῶ, καὶ οὐδενὶ τῆς σωτηρίας ἀπογιγνώσκω γνησίως μετανοήσαντι, μόνῳ δ' ἐμαυτῷ τὴν τοῦ ἐλέους χάριν συστέλλω καὶ τρέμω τὴν θείαν κρίσιν ὡς ἐπενεχθη σομένην δικαίως, κἂν ὅ τι ποιοίην. πλὴν ἐξ ἐλέους καὶ πάλιν θαρρῶ, καὶ τὸ Χριστοῦ ὄντα παρ' αὐτοῦ καὶ κολάζεσθαι φιλαν θρωπίας ἥγημαι πέλαγος. τοῦτο πολλάκις κατ' ἐμαυτὸν ηὐξά μην, οὐδενὶ τῆς σωτηρίας ἀπογινώσκων, κἂν τὰ φαυλότατα δια πράξηται· μόνον ἡ πρὸς τὸ καλὸν ὁδηγία ἔστω καὶ ἡ ἐπὶ τοῖς αἰσχροῖς μετάνοια. ἀλλὰ ταῦτα μὲν εἶπον, ὅτι τὸ σκληρὸν τῶν περὶ ἐκεῖνον ἦθος καὶ ἀτενὲς πολλαῖς τὴν τοῦ θεοῦ ἐκκλησίαν ταραχαῖς περιέβαλλεν ὕστερον. ἀλλ' οὔπω ταῦτα. 143

14. Ἀλλὰ πρῶτον μὲν ἀκουσθὲν ὡς ἐς πατριάρχην ἐκεῖ νος ἐψήφιστο, πολλοί τινες ἐξαναδύντες τῶν καθ' αὑτοὺς φω λεῶν οἱ μὲν πόλλ' ἄττα τῶν ἀχαρίτων ἐκείνῳ προσεμαρτύρουν, καὶ τὸ πλέον εἰς αὐτονομίαν καὶ ἀσπλαγχνίαν, ὅτι καὶ ἐξ ἐπιτα γῆς ὄνῳ ποινὴν ἐπιθείη τῶν ὀμμάτων τὴν στέρησιν δόξαντι ἀδίκῳ περὶ τὸν τῶν λαχάνων κῆπον τοῖς μοναχοῖς, οἱ δὲ καὶ ὡς θαυμα τουργὸν ὡμολόγουν, ὅτι τε ἐν μιᾷ λάχανα συνάξας, λύκον εὑ ρὼν ἐπιτίθησι ταῦτα, ἐφ' ᾧ οἱ τοῦ κήπου συναίροιτο, ἐπιτάξας ἀπάγειν εἰς τὴν μονὴν (ἦν δὲ ὁ λύκος ἄνθρωπος, εἰ καὶ παρελο γίζοντο λέγοντες, ὡς ὕστερον ἔγνωστο), καὶ ὡς πεμφθέντος ἐκείνῳ παρά τινος ἀπὸ μελισσείου κηρίου αὐτός τε φάγοι καὶ γλυ κανθείη τὸν φάρυγγα, εὔξαιτο δὲ τὸν