1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

57

Ἑκατομβαιῶνος μηνὸς τὴν χειροτονίαν δέχεται. Ἐντεῦθεν ἐκείνου πᾶσαν ἐνδειξαμένου τοῖς πράγμασιν ἡμε ρότητα, τὰ τῆς ἐκκλησίας μέλη καὶ μέρη, ἃ δὴ χθὲς καὶ πρὸ τρίτης διῃροῦντό τε καὶ διίσταντο ἐξ ἀντιπνοίας κυμαινούσης σφόδρα, συνηρμολογοῦντό τε καὶ καθίσταντο, οὐ μὴν δ' ὥστε καὶ τοὺς τῆς ἐκκλησίας τελείαν ἄγειν εἰρήνην, τῶν μὲν ἐπισχομέ νων τέλειον διὰ τὴν χθεσινὴν ἀκαταστασίαν, τῶν δέ, εἰ καὶ εἶ χον τούτους ἐν τάξει τοῦ βήματος καὶ συλλειτουργούς, περιορω μένων ἐν μείζονι προκοπῇ, τῶν μοναχῶν προτιμωμένων ἐν ψή φοις ἀρχιερότητος. ὅμως γε μέντοι (τὸ γὰρ κοινὸν οἰστόν, κἂν 187 τῶν λυπηρῶν λογίζηται καὶ ἀνύποιστον) διέφερον τὴν ὀδύνην με τρίως, καὶ τὸ ἐξ αὐτῶν εἰρηνεύοντές τε καὶ γαληνῶς ἔχοντες θεῷ προσανετίθουν τὰ καθ' αὑτούς. ὁ γὰρ Κοσμᾶς οὗτος καὶ Ἰωάν νης ἔτι μὲν ἐκτὸς ὢν τῶν πραγμάτων καὶ ἰδιωτεύων ἐφ' ἅπασι τὸ ἐπὶ τοῖς τῆς ἐκκλησίας τελούμενον ἄδικον ἔκρινε καὶ παντάπασιν ἀκανόνιστον, καὶ δῆλος ἦν, ὡς ἐῴκει, εἰ αὐτὸς ἐπισταίη τοῖς πράγμασι, λύσων τὴν καταδίκην ὡς ἱεροῖς ἀνθισταμένην κανόσι καὶ καιρικαῖς ἀναφυσηθεῖσαν ἀνωμαλίαις, αἷς δὴ καὶ τὸ καθε στηκὸς ταράσσεσθαι πέφυκε, φύσιν ἔχοντος τοῦ κακοῦ μὴ μόνον ἐκεῖνο μένειν κακόν, ἀλλὰ καὶ πολλοῖς ἐπιφύεσθαι. ἐπ' αὐτῶν δὲ γεγονὼς τῶν τῆς ἐκκλησίας πραγμάτων ἄστρασι τὰ κατ' ἐκεί νους ἐῴκει μετρεῖσθαι, συνυπαγόμενος τοῖς λοιποῖς. ὅθεν καὶ πολλάκις τινῶν ἐπικλαιομένων ἐπὶ συνόδου καὶ τὴν κωφὴν κατα δίκην ὀδυρομένων, ἐκεῖνοι μὴ ἔχοντες ὅπῃ ἂν στῶσι καὶ ἀπερεί σωνται (τὰ γὰρ τῶν κανόνων καὶ θεσμῶν τῶν πατέρων προσί σταντο ταῖς βουλήσεσι καὶ ἔλεγχος σφίσιν ἦσαν) ἐπήρειδον τὰς πράξεις τῷ βασιλεῖ, αὐτοὶ μὲν τῶν κειμένων καταρραθυμοῦντες κανόνων, τῷ δέ γε κρατοῦντι τῆς παραβασίας ἐχρῶντο κατὰ τὸ δυνατὸν προτειχίσματι. 188

29. Τότε καὶ βασιλεὺς Κρονίου μηνὸς ἐνστάντος, οὐκ οἶδα εἴτε παρὰ τῆς μητρὸς καὶ δεσποίνης ὡς ἄδικα πράξας πρὸς τὸν κάσιν παρακνιζόμενος, εἴτε μὴν καὶ προφανῆ θέλων θεῖναι Ῥωμαίοις τὸν ἐκείνου πρὸς ἑαυτὸν δόλον καὶ τρόπον, συμπάντας ἀγορήνδε καλεῖ, καὶ ἐν τῷ Ἀλεξιακῷ τρικλίνῳ προκαθίζεται μὲν αὐτός, συνεδριάζουσι δ' οἱ ἐν τέλει ἀρχιερεῖς τε καὶ κληρικοί, παρίσταται δὲ καὶ τῶν τῆς πολιτείας ὅσον περιφανές τε καὶ ἔκ κριτον. καὶ δῆλα τά τε κατ' ἐκεῖνον καὶ τὸν Στρατηγόπουλον γίνονται. καὶ τὸν μὲν ἐμφανίζειν εὐπρεπὲς οὐκ ἐδόκει, τὸν δέ γε Στρατηγόπουλον ἐπὶ τοῦ μέσου παραστησάμενος τὰ κατ' ἐκεί νων ἐκίνει, ὡς ἐλεγχθεῖεν τὰ καὶ τὰ λέγοντες καὶ τὰ βουλευσά μενοι, κἀντεῦθεν δικαίαν ἢ μᾶλλον καὶ συμπαθῆ τὴν κατ' ἐκεί νων παρίστα ψῆφον.

30. Τότε καί τις τῶν Βουλγάρων ἔκποθεν φανεὶς αὐτό ματος Λαχανᾶν τε ἑαυτὸν ἐπιφημίζει, καὶ δῆλος ἦν πραξείων κατὰ τῶν ἐχθρῶν, εἰ βασιλεὺς ἐπιτρέποι, τὰ μέγιστα. τὸ μὲν οὖν πρῶτον καὶ αὐτὸν ἐθορύβησε βασιλέα, εἰ ὃν εἶχον πεφονευ μένον παρὰ Νογᾶ τοῦ τῶν Τοχάρων ἄρχοντος, τοῦτον βλέπουσι ζῶντα καὶ τὰ μεγάλα περὶ αὐτοῦ φανταζόμενον. ὅθεν καὶ τῆς 189 ἰδίας αὐτανεψίας Μαρίας, τῆς καὶ τῷ Λαχανᾷ συνοικησάσης πάλαι, ᾧ δὴ καὶ παιδίον θῆλυ ἀπέτεκεν, δεικνὺς ἐξ ἀδήλου ἐπυνθάνετο εἰ αὐτὸς εἴη ταῖς ἀληθείαις ὁ Λαχανᾶς. τῆς δὲ μὴ ὅπως ἐκεῖνον εἶναι, ἀλλ' οὐδὲ τὸ παράπαν ἐοικέναι οἱ διαβε βαιουμένης, ἐν οὐ καλαῖς ὑπονοίαις εἶχον τὸν βάρβαρον. ὡς δὲ καὶ αὐτὸς ζάκοτός τις φαινόμενος οὐκ ἄντικρυς οὐδ' οὕτως ἑαυτῷ περιετίθει τὸν Λαχανᾶν, εἰ καὶ λέγοιτο, ἀλλ' ὅμως εὐ λάβειάν τινα περὶ τὸ θεῖον ὑποκρινόμενος ἐδίδου τισὶν ὁρῶσι τὰ μέγιστα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἐκεῖνον μὲν ἐν τηρήσει εἶχον καὶ φυλακαῖς ἐδίδουν, τὴν τῶν πολλῶν ἐλπιδοτρίβησιν ἐπ' αὐ τῷ ἐντεῦθεν ὑποτεμνόμενοι· μηδὲ γὰρ ὅλως εἶναι βάρβαρόν τε καὶ πλάνον κατανοούμενον ἀγαθόν τι ποιεῖν. πολλοὶ δ' ἐπ' ἐκείνῳ οὐχ ὅπως ἀκούοντες ἐλπιδοκοπούμενοι, ἀλλὰ καὶ τὰς ἐλ πίδας ἱστάντες (τοῖς γὰρ πονοῦσιν ἐσχάτως ἐκ τῶν παρόντων εἰς θεραπείαν μηδὲν βοηθουμένοις καὶ οἷς ἤλπισαν, ἅπτεσθαι καὶ τῶν ἁπλῶς δοκούντων χρησίμων ἀνάγκη, καὶ μᾶλλον, εἰ ξένα τινὰ εἴη