1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

44

γλυκασμὸν καὶ τῷ πέμψαν τι, καὶ ὡς αὐτὸς ἐντεῦθεν ὁ πέμψας ἐξ ἐκείνου καὶ ἐς ἡμέρας ἀνὰ στόμα τὴν γλυκύτητα περιφέροιτο, τῆς εὐχῆς ἐκείνῳ τόπον ἀποπληρωσάσης κατὰ στόμα τοῦ μέλιτος. ταῦτ' ἐκεῖνοι μὲν ἔλεγον, τὸ δέ γε τοῦ ἀνδρὸς ξένον καὶ ἄηθες καὶ ἀμφοτέροις ἀνὰ μέρος πολλοῖς πιστεύειν ἐδίδου. ὅτι δὲ καὶ ἀσκητὴς ἐκ τῶν εἰ κότων ὑποτοπάζοιτο καὶ ἀκριβὴς περὶ τὰς ἐντολὰς νομίζοιτο, μάρτυρες ἦσαν οἱ ἐκείνῳ φοιτῶντες, νήλιποί τινες καὶ ὠχρίαι 144 καὶ κατεσκληκότες καὶ γυμνοὶ καὶ ἀπέριττοι, μὴ πολλὰ λαλοῦν τες, μὴ περιττὰ ὁμιλοῦντες, κατηφίαι τε καὶ τὰς γνώμας ἀπα ραίτητοι καὶ ἀμείλικτοι τοῖς πᾶσι φαινόμενοι, ἃ καὶ δείγματ' ἦσαν σαφῆ τῆς τοῦ διδάσκοντος ἀκριβείας καὶ τοῦ περὶ τὰς ἐντο λὰς δεισιδαιμονήματος. ταῦτα λεγόμενά τε καὶ φημιζόμενα φθά νουσι καὶ ἐς βασιλικὰς ἀκοάς. ὁ δὲ πολλὰ μὲν εἰδὼς καὶ ἐφ' ἑαυτῶν ψευδῆ λαλοῦντας ἀνθρώπους, ἐκ βασκανίας κινουμένους δῆθεν καὶ παθῶν ἄλλων ὧν ὁ βίος ἐμπέπλησται (μαρτύριον δὲ τὸ μηδένα λέγειν ἐκείνου ἰδιωτεύοντος), τέως δὲ καὶ τὰ περὶ ἐκεί νου σκοπῶν λεγόμενα, καὶ ἀντιβάλλων τοῖς ἀγαθοῖς τὰ κακά, καὶ συνετῶς κρίνων ὡς εἴπερ εὑρεθεῖεν ἀληθῆ τἀγαθά, ἀνάγκη πᾶσα συναφανίζεσθαι τὰ κακά, παρυποστάσεις ὄντα ἐκ τῆς τῶν ἀγαθῶν ἀπουσίας, ὡς μὴ ἅμα τοῦ αὐτοῦ οἴκου καὶ φῶς καὶ σκό τος χωροῦντος, συνάξεις ἐπιτελέσας κοινάς. εὑρὼν τοὺς τἀγαθὰ λέγοντας καὶ τὰ πιστὰ λαβὼν παρ' ἐκείνων ὡς μαρτυρησόντων ἐνόρκως, αὐτίκα διαλαλεῖ τῷ λαῷ κοινῶς περὶ τούτων, καὶ πρῶ τον μὲν τὴν κακίαν ὡς ἐκ τοῦ πονηροῦ δείκνυσι, καὶ τὸν κακὸν θησαυρὸν ὅθεν αἱ κατὰ ἀνθρώπων διαβολαὶ θριαμβεύει· ἔπειτα 145 δὲ καὶ παρ' ἑκάτερα στήσας τὰ ἀγαθὰ μαρτυρήσοντας, προσέ ταττε λέγειν ἐκείνους ἃ δὴ καὶ συνοίδασι περὶ τἀνδρὸς ἑαυτοῖς. οἱ δὲ τοσοῦτον πιθανῶς ἔλεγον, προστιθέντες καὶ ὅρκους τοὺς ἐπὶ πίστει τοῦ βασιλέως καὶ δὴ καὶ τοὺς συνήθεις ἄλλους, ὥστε θαυμάσαι μὲν πάντας, τὸν δέ γε μέγαν λογοθέτην καὶ γραφῇ δοῦναι ταῦτα πεισθῆναι. 15. Οὕτω δὴ καὶ ἅπαξ καὶ δὶς ἐπὶ κοινῶν συνάξεων λα ληθέντων τῶν κατ' ἐκεῖνον, ἐπειδὴ ἔδει καὶ παρὰ βασιλέως προ βάλλεσθαι, ὑποτεμνόμενος ὁ κρατῶν ἐκείνῳ τὸν κόπον, ἐν τῷ μεγίστῳ παλατίῳ κατὰ τὸν Ἰουστινιάνειον τρίκλινον, ὃν ὁ νέος Ἰουστινιανὸς ἐδομήσατο ἔξαιτον ὄντα καὶ μέγαν καὶ θαυμαστόν, λέχριον ὄντα τοῖς κατὰ πύλας εἰσιοῦσι πρώτως καὶ ἄνωθεν ἕως κάτω διήκοντα, λαμπρὸν μὲν τοίχοις λαμπρὸν δ' ἐδάφει, καὶ περιττὸν τὸ κάλλος, ὃς τῷ χρόνῳ παρεγκλιθεὶς ἐπὶ θάτερα νό του βιαίου πνεύσαντος ὕστερον καταπίπτει, ὡς μηδὲ εἰ ἦν οἶκος ἐκεῖσε πάλαι καὶ τοῖς ἰδοῦσι γνωρίζεσθαι, κατὰ τοῦτον τοί νυν τὸν τρίκλινον, ἱστάμενον τότε, τῆς τάξεως γεγονυίας μεγα λοπρεπῶς καὶ ὡς ἔδει πατριάρχην προβάλλεται. εὐθύς τε κλό νος οἷον ἐπισημαίνει τῇ γῇ, καὶ παῖς τις κατὰ τὴν Νέαν πεσὼν 146 κινδυνεύει τῷ πτώματι. τετάρτῃ δὲ καὶ δεκάτῃ μηνὸς Ἐλαφη βολιῶνος ὁ προβληθεὶς πεζῇ καταλαμβάνει τὸ θεῖον τέμενος, μικρὸν δ' ὕστερον καὶ χειροτονεῖται. γίνεται δὲ καὶ τότε σημεῖον σύνηθες· νηνεμίας γὰρ οὔσης τὰς πρὸς τῷ στασειδίῳ φωταγω γοὺς μέσον ἐκ τῶν κατὰ κύκλον ἀπῃωρημένων, ἃς πᾶς τις τῶν ἐν κλήρῳ ἐπ' ἐκβολῇ πατριάρχου σημεῖον εἶχεν (ἅμα γὰρ ἐκεῖναι τελουμένων τῶν ὕμνων ἐσείοντο, καὶ ὁ βλέπων ἐκβολὴν κατενόει τοῦ τότε πατριαρχεύοντος· καὶ γέγονε ταῦτα ἐπ' Ἀρσενίῳ Γερ μανῷ Ἰωσὴφ Ἰωάννῃ καὶ Γρηγορίῳ), ταύτας τότε ξυνέβαινε σείεσθαι. καὶ πολλοῖς βλέπουσιν ἐξητάζετο τὸ τελούμενον, εἰ καὶ μὴ ἐς προῦπτον βασιλέως ἑστῶτος διεπυνθάνοντο. ὡς δ' ὁ Καράκαλος Νικομηδείας τὸν ζυγὸν τοῦ ἁγίου εὐαγγελίου ἐτίθει, καὶ ἤδη τὸν θεῖον θεᾶσθαι χρησμὸν ἔμελλον (φέρουσι γάρ τι κἀκ τούτων ἐπὶ τοῖς τελουμένοις οἱ πολλοὶ πίστεις, κἂν οὐκ ἀναγκαία ἡ ἐπισήμανσις), τὸ εἰς κόλασιν ἀπόφημον ἐν τῷ ἱερῷ εὐαγγελίῳ ἐνεφανίζετο· τὸ δ' ἦν "τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." ᾧ δὴ καὶ προσαλγήσας πρῶτος ἰδὼν ὁ Νικαίας ἐπειρᾶτο καθόσον ἦν συγκαλύπτειν, καὶ μεταλλάττων τὰ τῆς βίβλου φύλλα καρπὸν 147 ἐνέφαινεν ἕτερον. τὸ δ' ἦν "καὶ τὰ