1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

50

προσηκούσας μηδ' ὁπωσοῦν, τέλος ἠξίουν πατριάρ χην ἀμύνειν ἀδικουμένοις τὰ ἔσχατα. ὁ δέ, οὐκ οἶδ' ὅπως, ψυ χρὸς ἐπὶ τούτοις κατεφαίνετο καὶ ἀκίνητος. ὡς δὲ πολλάκις οἱ τοῦ κλήρου ἐπέκειντο καὶ προσελιπάρουν, ὁ δ' ἄφωνος ἦν καὶ τῷ μή τι λέξειν ἔχοντι ἀκριβῶς ἐῴκει. τέλος ἐκκλίνων τὴν ἐκ τῶν πολλῶν βίαν ἀπέπεμπε κατειρωνευσάμενος τὴν τιμωρίαν τῷ κατειπόντι, τὴν τοῦ Πιλάτου πρὸς Ἰουδαίους φωνὴν ἐπειπὼν παραδιδόντος εἰς σταύρωσιν τὸν δεσπότην, "λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε." τοῦτο ἐπῆλθε μὲν ἐκείνῳ ἐκ τοῦ τυχόντος εἰπεῖν ἀγνώστῳ πολλοῖς διαθέσει ψυχῆς, τοῖς δὲ καὶ λίαν δόξαν βαρὺ παρώξυνε τὰς ὁρμάς, καὶ προσλυποῦντες καὶ οὗτοι ἐσχί ζοντο, ὥστε μήτε συνέρχεσθαί οἱ μήτε μὴν συνεύχεσθαι, βασι λεῖ προσανατιθέντας τὴν περὶ τούτων ἐκδίκησιν. βασιλεὺς δὲ τῆς νόσου κατεπειγούσης τὸν πρωτοβεστιάριον, ὡς μηδ' ἀναπνεῖν ἐώσης τοῖς πόνοις, σκέψει καὶ βουλῇ τούτου τὸν Χοῦμνον κοιαί στορα Νικηφόρον εἰς μυστικὸν ἀνάξας ἐπὶ τοῦ μέσου καθίστησι, προσνείμας αὐτῷ κοινωνὸν (οὔπω γὰρ ἐκείνῳ καὶ μόνῳ ἐθάρρει) καὶ τὸν ἐπὶ τῶν δεήσεων Γλυκὺν Ἰωάννην. καὶ δὴ τοῦ αὐτοῦ 165 ἔτους, ἐπιφερόμενος καὶ τοὺς κατακρίτους, τὸν μὲν ἀδελφὸν ἐν κλοβῷ (εἱρκτῇ φορητῇ τις εἴπῃ) τὸν δὲ Στρατηγόπουλον δέσμιον, ἐξελθὼν Νυμφαίου εἰκοστῇ ὀγδόῃ Μαιμακτηριῶνος τὴν μεγαλό πολιν εἴσεισιν. ἦν οὖν τοὐντεῦθεν κωφή τις ὀργὴ παρὰ βασιλέως τοῖς τῆς ἐκκλησίας, καὶ τὸ μὲν ἐπαγόμενον ἔγκλημα δύσνοια, αἱ δὲ πρὸς τοῦτο κατασκευαὶ αἱ ἀπὸ τοῦ πατριάρχου σφῶν ἦσαν ὑποστολαί, ὡς κακῶς δῆθεν τὴν τῆς δυσνοίας αἰτίαν, ἣν καὶ παρὰ τοῦ Σάβα κατηγόρηντο, δυσχεραινόντων. ὥστε καὶ μιᾷ συναγαγὼν ἐκείνους ἔκ τινων ὑποπτευομένων τὴν κατὰ πάντων συνίστα δύσνοιαν, περιποιούμενος δῆθεν ἐντεῦθεν τὸν τοῦ πα τριάρχου θεράποντα. θάλασσαν γὰρ συνόλην καὶ ἀπορροὴν ἐκείνης παρεδειγμάτιζεν, ὡς φύσιν ἔχοντος τοῦ παντὸς ἐκ τοῦ γεύματος οἷον ἐστὶν ἐκείνῳ γινώσκεσθαι. εἶναι δὲ καὶ τούτους οὐ πάντας, ἀλλ' ἐκ τινῶν ἴσως ὑποπτευομένων τοὺς πάντας ὑπά γεσθαι ταῖς αἰτίαις. ἦσαν δὲ ταῦτα δεσποτικὰ μᾶλλον ἢ ἀληθῆ, θέλοντος θεραπεύειν τὸν πατριάρχην. 21. Κἂν ἐπὶ πλέον τῆς ἀπὸ βασιλέως διὰ ταῦτα ἐπει ρῶντο ἀγανακτήσεως, εἰ μὴ καὶ ἕτερ' ἄττα πραχθέντα βασιλέα 166 μὲν ἐθορύβει, ἀρχιερέας δ' ἐκίνει ζητεῖν αἰτίας καθ' ἃς ταῦτα πράττεται ξένα τῶν τῆς ἐκκλησίας νόμων δοκοῦντα· μήτε γὰρ ἰατρὸν χρῆναι τιμωρεῖν ἀλλ' ἰατρεύειν τὸν πάσχοντα, μήτ' ἀρ χιερέα κολάζειν ἀλλὰ θεραπεύειν τὸν ἁμαρτάνοντα. διὰ τοῦτο καὶ συναχθέντες κοινῇ σκέπτονται, καὶ διαμηνύειν ἐκείνῳ καί γε διαπυνθάνεσθαι (ἥψαντο γὰρ τὰ δεινὰ καὶ ἀρχιερέων) ἐγνώκε σαν. τὸ δὲ μήνυμα, καθημένων ἐν τῷ ἐκκλησιαρχείῳ, ἐφ' ᾧ σφίσιν ἐφείη συνελθεῖν ἐκείνῳ ἐρωτῆσαί τε καὶ μαθεῖν πῶς ταῦτα πράττοιντο· μηδὲ γὰρ ἐκκλησιαστικὰ εἶναι ἀλλὰ τυραννικὰ τὰ πραττόμενα. ταῦτα λέγοντες προσετίθουν καὶ τὰ πραχθέντα, ὅσα τε ἔξω ὅσα τε ἐντὸς ἐπράττοντο. τὸν δ' ἀκούσαντα τὸ πα ράπαν μηδὲ φροντίσαι, ἀλλὰ σκήψεις τοῦτ' εἶναι φάναι ἀποστα σίας τῆς ἀφ' αὑτοῦ, καὶ διὰ τὰ μηδὲ δίκαιον ἐγνωκέναι πρὸς τούτους ἀπολογεῖσθαι. ὡς δὲ καὶ αὖθις πειρῶντες οὐκ ἔπειθον, διιστᾶν ἑαυτοὺς ἐκείνου ἐδικαίουν καὶ οὗτοι· τὸ γὰρ τοιούτων πραττομένων συγκοινωνεῖν μὴ ἔχειν λόγον ἀπολογίας τοῖς μεμφο 167 μένοις δικαίως. ἔπειθον δὲ καὶ οἱ περί τε τὸν Γεννάδιον καὶ τὸν Συλαιώτην βασιλέα μὴ ἐᾶν ἀνεξέταστα ταῦτα, ἀλλ' ἐπαρήγειν ἀρχιερεῦσι καλῶς λέγουσιν. αὐτοὺς γὰρ εἶναι πάντως τοὺς τὸν εἰς τὴν πατριαρχείαν ἀναγόμενον χρησταῖς μαρτυρίαις συστήσαν τας, αὐτοὺς δὲ καὶ πάλιν διαγινώσκειν ὡς ἐπιχωλαίνοι ὁ μαρτυ ρηθεὶς οὐ φαῦλος ἐπ' ἄλλοις τὴν ποίμανσιν· μηδὲ γὰρ πάντα πᾶσι διδόναι θεόν. ταῦτ' εἶναι θεοῦ, ὡς πάντας εἰδέναι. καί γε πολλάκις τὸν κατὰ τὸ ἠθικὸν οὐκ ἀπόβλητον κατὰ τὸ οἰκονομικὸν ὑποσκάζειν, καὶ αὖθις ἀριστεύοντα ἐπὶ τούτῳ μὴ φθάνειν τὴν ἐπὶ τῷ πολιτικῷ ἀρετήν. ἀναστέλλεσθαι δὲ τὴν κακίαν καλὸν καὶ προσῆκον εἶναι, πλὴν ἐντὸς μέτρων καὶ νόμων Χριστοῦ. νό μον δὲ Χριστοῦ πάντως εἶναι τὸ ἱερὸν εὐαγγέλιον. ἐκεῖ δὲ ζη