1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

81

καὶ χαρα δρωθῆναι μὲν τὸν κατὰ τὴν περαίαν ἅπαντα τόπον ἄνωθέν ποθεν τῶν ὑδάτων ἀθρόων κατερχομένων, δένδρα δὲ καταφέρεσθαι χερσόθεν ἐπὶ τὴν θάλασσαν, ἐφ' ὧν καὶ ὄφεις τὰς κατακλύσεις φεύγοντες καὶ δένδρεσι συνειλούμενοι ἐκσπασθεῖσιν ἐκ ῥιζῶν συν εφέροντο, οἱ μὲν καὶ ζῶντες, οἱ δὲ καὶ ἔτι συνεσπειραμένοι τοῖς τῶν δένδρων κλωσὶν ἐναποψύξαντες, οἰκίας δ' ἀγρώτιδας καὶ αἰζηῶν ἀνδρῶν ἔργα, τὰς μὲν ἐξ αὐτῶν ἀνεσπάσθαι τῶν θεμε λίων καὶ φορητὰς μακρόθεν εἶναι τοῖς ὕδασι, μὴ τῆς φορᾶς λη γούσης πρὶν ἂν ἀπεσκῆφθαι τῷ τείχει τῆς πόλεως, τὰ δ' ἀφανί ζεσθαι ταῖς προσχώσεσιν· ἀμπέλους δὲ ἐπὶ γυμνοῖς τοῖς πυθμέσιν ὑποσυρείσης τῆς γῆς ἀμενηνὰς ἵστασθαι, παρὰ τοσοῦτον οὐ κα θυπεικούσας τοῖς ῥύαξι παρ' ὅσον ταπεινούμενα τῇ φορᾷ τὰ φυ τὰ καὶ ἀντίστασιν ἥκιστ' ἔχοντα τριβὴν οὐκ ἐδίδουν τῷ ῥεύματι, ὥστε χρονίζειν καὶ ἀνασπᾶν, ἀλλ' εὐθὺς ἐπιρρέειν ἐπὶ τὸ κά ταντες σφίσιν ὑποκλινομένοις· γῆν δὲ πᾶσαν τῆς Κωνσταντίνου, τὴν μὲν ἐξ ὧν οὐρανόθεν τὴν δ' ἐξ ὧν καὶ ἀλλοτρίων ὑδάτων ἐπιφορὰς ἐδέχετο, ἐπικλύσιμον γίνεσθαι. τὸ δ' ἐπὶ τοσοῦτον ῥαγδαῖον καὶ συνεχὲς κατεφέρετο, ὡς μηδὲ καὶ αὐτὴν τὴν θάλασ 270 σαν κυανίζειν τῷ φυσικῷ χρώματι, ἀλλὰ ποικίλον τι τὴν χροιὰν χρῆμα φαίνεσθαι, ὡς πῇ μὲν κοκκίνην ὁρᾶσθαι, ὅσον οἱ ἐκ μιλτοπαρείων ὀρέων ῥύακες ἐκβάλλοντες ἔρρευθον, πῇ δὲ λευκὴν τῆς κιμωλίας πλεονασάσης, ἀλλαχοῦ μέλαιναν καὶ τεφρώδη καὶ ὑπόκιρρον, πανταχοῦ δὲ θολερὰν εἶναι διὰ τὴν ἀπὸ γῆς ἐπιμιξίαν καὶ τὴν τῆς εἰσβολῆς κίνησιν, μηδ' εἴς τινα κατάστασιν τὸ κε χρωσμένον ἄγουσαν, ἀλλὰ τὰ πάντα εἰς ἓν ἐκεῖνο τὸ θολερὸν ἐπικρατῶς συναγούσης.

29. Ἐν τούτῳ δὲ καὶ Ἰωάννης μὲν ὁ τῶν Λαζῶν ἀρχηγός, ὃν καὶ γαμβρὸν βασιλέως ἐν τοῖς ἄνωθι ὁ λόγος ἐδείκνυ, ἐπὶ παισὶ δυσὶ τὸ βιοῦν τελευτᾷ, ὧν τοῦ μὲν ἐν τῇ πατρικῇ κατα στάντος ἐξουσίᾳ τοῦ Ἀλεξίου, θάτερον τὸν νεώτερον ἡ μήτηρ Εὐδοκία λαβοῦσα παρὰ τὸν ἀδελφὸν καὶ βασιλέα κατὰ τὴν πόλιν γίνεται. θνήσκει δὲ καὶ Ἰωάννης ὁ εἰς πατριάρχην χρηματίσας ὁ Βέκκος, ἐν τῇ κατὰ τὸ τοῦ ἁγίου Γρηγορίου φρούριον εἱρκτῇ, μηνὸς Κρονίου λήγοντος, αὐτοῦ που ἐν τῇ κέλλῃ εἰκαίως ταφείς. ἀλλὰ τοῦτον μὲν καὶ διὰ πόνου ὁ βασιλεὺς ἐποιήσατο, ἐπεὶ καὶ ὃ συγκείμενον ἦν τοῖς περὶ ἐκεῖνον καὶ βασιλεῖ, κινηθῆναι λόγους ἐφ' ὧν συνθέσθαι καὶ εἰρηνεύειν, σοφῶν γε καὶ πνευματικῶν 271 κρινάντων καὶ μὴ τῶν τυχόντων καὶ ἀλογιστοτέρων, οὐκ ἔφθασε τελεσθῆναι· τὸν Μελιτηνιώτην δὲ ἐξαγαγόντες ἐκεῖθεν καὶ τῷ κατὰ τὴν πόλιν Μετοχίτῃ συνδυάσαντες, ἐπεὶ οὐκ ἦν σφίσιν εἰ ρηνεύειν, καθὼς ἀπῄτουν οἵ τε περὶ τὸν βασιλέα καὶ οἱ τῆς ἐκ κλησίας, κατὰ τὸ μέγα παλάτιον κατακλείουσιν, ὅπου καὶ ὁ Ταρχανειώτης Ἰωάννης ἐς ὕστερον κατακλείεται. τὴν δέ γε ἀδελφὴν Εὐδοκίαν ὁ κρατῶν ὑποδεξάμενος, καὶ τὰ εἰκότα συνά μα μητρὶ τῇ ταύτης περιαλγήσαντες συμφορᾷ, παρ' ἑαυτοῖς τέως εἶχον ὡς καὶ αὖθις ἀνταποστελοῦντες πρὸς τὸν υἱόν, καὶ αὐτῷ δὴ τὰ τῆς ἀρχῆς ὡς οἷόν τε κατασφαλισάμενοι, ἐπεὶ καὶ τῷ βασιλεῖ ὁ παῖς παρὰ τοῦ πατρὸς ἐπετέτραπτο.

30. Ἐν τούτῳ τοιγαροῦν ὄντων δεινῶν μὲν ἔνθεν ὁ κρά λης Σερβίας ἔνθεν δὲ ὁ ἐκείνου ὑποστράτηγος Κοτανίτζης καὶ ὁ Τορνίκιος ἠγγέλλοντο τὰ πρόσχωρα δρᾶν. διὰ ταῦτα καὶ ὁ βα σιλεὺς πολὺς ἦν καὶ ἅπας ἐγίγνετο τὸν βάρβαρον ὑπερχόμενος νῦν μὲν πρεσβείαις νῦν δὲ καὶ πολεμικαῖς ἐπεξελεύσεσιν, ἐπεί τοι καὶ τότε τὸν τηνικάδε μέγαν κονοσταῦλον Γλαβᾶν, τὸν τοῦ θεοῦ ἄνθρωπον ἐκεῖνον, συνάμα στιβαρῷ στρατεύματι ἐπ' ἐκεῖνον ἐξέπεμπεν, ὃς δὴ πολλάκις προσβάλλων οὐχ ὅπως ἤνυεν, ἀλλὰ καὶ προσηττᾶτο, ὅτι μηδ' ἐκ τοῦ προφανοῦς εἰσβάλλοντες ἦσαν ἐκεῖνοι, ἀλλὰ λῃστείας τρόπον ὡς τὰ πολλὰ μετεχείριζον, καὶ 272 οὐκ ἦν ὅλως ταῖς τῶν Ῥωμαίων δυνάμεσιν εὐοδεῖν. διά τοι ταῦτα καὶ ἐν Θεσσαλονίκῃ ὁ στρατηγὸς καθήμενος εἰργάζετο μὲν καὶ ἀφ' ἑαυτοῦ τὰ δοκοῦντα πρὸς ἀνταγώνισιν, ὅμως δ' ἐκ πολ λῶν ἀπογινώσκων ἀνδρῶν οἴκοθεν ὡρμημένων περιέσεσθαι, ἅμα τε