1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

27

ἑκάστης ἑβδομάδος πρὸς τὴν τῶν Ὁδηγῶν κατ' ἔθος λαοῦ συντρέχοντος, κἀκεῖνο ὑπανοιγόμενον τοῖς προσιοῦσιν ἄνε τον ἦν. ἐν ὑστέρῳ δὲ χρόνῳ ἡ Ῥαούλαινα πρωτοβεστιάρισσα ἐν τῇ τοῦ ἁγίου Ἀνδρέου μονῇ τοῦ τῆς κρίσεως ἱερὸν οἶκον εἰς 86 κάλλος ἐξησκημένον καὶ μέγεθος ἀνιστᾷ. καὶ ἐπεὶ σπουδὴν εἶ χεν ἐκείνη πρὸς τὸν πατριάρχην οὐ τὴν τυχοῦσαν καὶ ζῶντα καὶ τελευτήσαντα, ἀξιοῖ βασιλέα καὶ λιπαρῶς δέεται δοθῆναι τὸ σῶμα τῇ κατ' αὐτὴν μονῇ, ἐφ' ᾧπερ ἀποτεθῆναι τῷ παρ' αὐ τῆς ἀνεγερθέντι ναῷ. ὃ δὴ καὶ γέγονεν, ἑτέρας τότε συστάσης κατὰ τὸ εἰκὸς πανηγύρεως, καθ' ἣν βασιλεὺς καὶ σύγκλητος καὶ τῶν ἱερωμένων σχεδὸν οἱ πάντες, οὐδὲ τῆς λαώδους λειπούσης μοίρας, ἐκεῖθεν πεζοποροῦντες τὴν τιμὴν ἐτέλουν τῷ πατριάρχῃ, οὐκ ὀλίγα τοῦ βασιλέως καταβαλόντος καὶ τὰ τῶν πόνων ἐφόδια.

32. Τότε καὶ τὰ κατὰ Συρίαν ἐπράττετο πάνδεινα. ὁ γὰρ τῆς Βαβυλῶνος σουλτὰν πρὸ χρόνων λαβὼν Ἀντιόχειαν καὶ εἰς ἔδαφος κατερείψας, ἀφῆκε τοῖς μετ' ἐκεῖνον ἀκήρυκτον ἔχειν μάχην μετὰ τῶν Ἰταλῶν τῶν τὴν παραλίαν οἰκούντων ἐκ πα λαιοῦ. ὅθεν καὶ ἐπὶ τῶν τότε καιρῶν στρατολογησάμενοι Ἄρα βες ἢ μὴν Αἰθίοπες πρῶτον μὲν αἱροῦσι τὴν Τρίπολιν καὶ ἡβη δὸν τοὺς ἐν αὐτῇ κατασφάττουσι, καὶ αὐτὴν δὴ τὴν πόλιν ἀνα τρέπουσιν ἐκ θεμέθλων, ἔπειτα καὶ τὴν πολυπληθῆ Πτολεμαΐδα τὰ ὅμοια δρῶσι, καὶ πᾶσαν τὴν παραλίαν ἐξανδραποδισάμενοι τὰ θαύματα τῆς Συρίας ἠφάνισαν. καὶ ἔδοξε τὰ ἡμέτερα τέ ρατα ἐπ' ἐκείνοις φανέντα τε καὶ τελειωθέντα· δάκρυα γὰρ ἐκεῖ 87 να καὶ αἵματα πρὸς τὰ μακρὰν ἡμῶν ἀνεφέροντο, ἀποπεμπομέ νων τὰ φοβερὰ ἡμῶν ἑτέροις τοῖς μὴ ὅτι γ' εἰς πεῖραν ἀλλ' οὐδ' εἰς θέαν δυναμένοις μόνην τῶν ἰδίων κακῶν ἡμῖν κοινωνῆσαι. τὸ δ' ἦν ἄρα παραψυχὴ καὶ κακῶν ἀνάρτησις, γνωσθέντος πα θοῦσιν ὡς ὅπου τὸ τῶν δεινῶν σημεῖον, ἐκεῖ ξυμβαίνει καὶ τὸ ἀποτέλεσμα γίγνεσθαι.

33. Ὁ μέντοι γε βασιλεὺς υἱοὺς ἔχων ἐξ Ἄννης τῆς ἐξ Οὔγγρων δύο, Μιχαήλ τε καὶ Κωνσταντῖνον, τὸν μὲν βασιλι κῶς ἀνῆγε καὶ ὡς τῆς βασιλείας διάδοχον ἐθεράπευε, τὸν δὲ Κωνσταντῖνον εἰς δεσπότην ἔτρεφε. τῷ μέντοι γε Μιχαὴλ καὶ ὁ πάππος αὐτοῦ Μιχαὴλ τῆς εἰς τὴν βασιλείαν καταστάσεως ἦρχε, καὶ ὡς βασιλέα παρεῖχε κηρύττεσθαι ὡς οὐ μικρὰν παραψυχὴν τῷ πατρὶ διὰ τὸν τῆς δεσποίνης ἀλύοντι θάνατον. παρ' ἣν αἰτίαν καὶ τὸ ἐκ ῥηγῶν τῶν μεγίστων κῆδος κατὰ δεύτερον συνοι κέσιον μὴ ἔχων ὅλως περιποιεῖν ἑαυτῷ, ὡς ὑπ' ἀρχὴν πάντως ἐσομένου τοῦ ἐξ αὐτῶν, τὴν ἐκ μαρκεσίων Εἰρήνην καί γ' ἐκγό νην τοῦ ῥηγὸς Ἱσπανίας, ἀγαθὸς ἀγαθὴν οὐχ ἧττον τὸ γένος ἢ 88 τοὺς τρόπους, ἄγεται. Γρηγόριος δ' ἦν ὁ ταινιωτής, καὶ τὰ στέφη ἡ Αὐγοῦστα καὶ μήτηρ ἐδέχετο.

34. Ἐπεὶ δ' ἐπὶ τῇ Προύσῃ ἐπικεκήρυκτο πρόεδρος ὁ ἐξ ἀμαγειρεύτων Νικόλαος, μετονομασθεὶς ἐκ μοναχῶν εἰς Νεόφυ τον (καὶ τοῦτο γὰρ κανὼν ἐτίθετο παρ' ἐκείνοις, εἰ καὶ μὴ ἔχων κατὰ τοὺς ἄλλους τὸ ἀπαραίτητον, τὸ σήμερον μὲν ἱστᾶν ἐνώ πιον θεοῦ καὶ ἀγγέλων καὶ τὰς συνθήκας ἀπαιτεῖν τῆς μοναχι κῆς τάξεως, εἶτα τὸν εἰς ὑποταγὴν ταχθέντα τὴν αὔριον εἰς ἀρ χιερέα χειροτονεῖν· ὃ δὴ καὶ αὐτὸ ἐδόκει πολλοῖς ἐπιλήψιμον), καταλαβόντι τὴν λαχοῦσαν τῷ ἱερεῖ ἔδοξε καινόν τι ποιεῖν παρὰ τὰ πραχθέντα διὰ τὸ χθεσινὸν τοῦ πάπα μνημόσυνον, καὶ δὴ κοινῇ προστάσσει ἐφ' ἡμέραις τισὶν ἀπέχεσθαι τῶν κρεῶν ὡς πρόσ τιμον τοῦ ῥυπάσματος. τὸ δ' οὖν βαρὺ Προυσαίοις δόξαν, τῷ αἰτίῳ τῶν χθὲς συμβάντων ἐνίπτοντες κατηρῶντο καὶ μάλα οἱ ἐνεφόρουν ὕβρεις. ὁ δ' ἦν δι' ὅν, ὡς ἔλεγον, ἔμελλον νη στείαις προστιμᾶσθαι καὶ κακουχίαις. τοῦτ' ἀκουσθὲν Βέκκῳ (πολὺ γὰρ ὑφεῖρπε, καὶ πάντες ἀναφανδὸν ἐλοιδόρουν, καὶ οἱ ἐκείνου ἔξω διάγοντες κατὰ πρόσωπον ὠνειδίζοντο) οὐκ ἀνεκτὸν ἐδόκει, οὐδ' ὥστε καὶ ἐνεγκεῖν φορητόν. ὅθεν καὶ θυμὸν ἀνα λαμβάνει μείζω, καὶ ἐπὶ μέσης σταθεὶς τῆς τῆς μονῆς μεγίστης 89 αὐλῆς, ὡς παρὰ πάντων ἀκούοιτο, τῷ μὲν τῆς Προύσης καὶ λίαν καταφρονητικῶς ἔχειν ὡς ἀμαθεῖ τὰ ἐκκλησιαστικὰ αὐτόθεν ἐῴκει, τῷ δὲ πατριαρχοῦντι Γρηγορίῳ καὶ λίαν