1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

187

τοῦ κα ταστάντος δομεστίκου τῶν σχολῶν, Ἀμογαβάρου καὶ τούτου, προσχωρεῖ βασιλεῖ σὺν πεντήκοντα· ὃν καὶ προσδεξάμενος ὁ αὐ τοκράτωρ τοῖς προσήκουσιν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἔστελλεν. ὡς καὶ πρέσβεις ἐκ Ῥόδου ἐξαποστεῖλαι πρὸς βασιλέα φρερίους ἐπὶ τῶν βασιλέως νηῶν, ἀξιοῦντας ἐκχωρηθῆναι σφίσι τὸ φρού 636 ριον, ὡς μετ' ἀγάπης οἰκεῖν καὶ εἰς ὑποταγὴν τοῦ βασιλέως λο γίζεσθαι, μαχομένους ἐκεῖθεν Πέρσαις, καὶ βασιλεῖ τριακοσίους τῶν ἀρίστων πολεμάρχων συγκροτοῦντας, ὅπου ἄρα καὶ προστα χθεῖεν.

(31) οὐ μὴν δὲ καὶ βασιλεὺς ταῦτα τούτοις ἐπείθετο, ἀλλὰ προσετοιμάσας καὶ αὖθις τὰς νῆας ἐπὶ Ῥόδου πέμπει τὰ δυνατὰ προσαρήγων Ῥοδίοις. Τοῦ δ' αὐτοῦ μηνὸς Βοηδρομιῶνος κατὰ τὴν καινὴν κυ ριακὴν καὶ ὁ φυλακίτης Μελιτηνιώτης θνήσκει, τῇ ἐξ ἀρχῆς ἐπιμένων γνώμῃ ὥσπερ καὶ ὁ Βέκκος, μηδὲν πλέον πρὸς βασι λέως ἀξιώσας ἢ τὸ ἐπί τινι τῶν περὶ τὴν πόλιν ἀοικήτων νήσων ἀπαχθὲν τὸ ἴδιον σκῆνος ταφῆναι. ὃ καὶ γέγονε. καὶ εἰς τὴν Πλάτην ἐκκομίζεται καὶ εἰκαίως θάπτεται. μόνος δὲ τῇ φυλακῇ ὁ Μετοχίτης ἐγκαταλέλειπτο, μηδὲν καὶ αὐτὸς ἐνδιδοὺς ἔτι ὧν ἐξ ἀρχῆς ἐξείχετο.

32. Ἀμογάβαροι δὲ τὰ πολλὰ τῷ λιμῷ προσταλαιπω ροῦντες (οὐδὲ γὰρ σπείρειν ἤθελον), ἅμα δὲ καὶ τῆς ἐκ τῶν θνησκόντων δυσωδίας μὴ ἀνεχόμενοι, Ῥαιδεστὸν καὶ Πανία καὶ τὰ τοῦ Γάνου καταλιπόντες παμπληθεὶ κατὰ τὴν τοῦ Καλλίου γίνονται. ἐκεῖ τοὺς ἐς φυλακὴν αὐτάρκη λιπόντες ὅλῳ ῥυτῆρι ἐπὶ Αἶνον καὶ Μεγαρίσιον γίνονται, ὅπου καὶ ἐξ ἀνάγκης καὶ ἐν δείας προσβάλλοντες καὶ ῥιψοκινδύνως μαχόμενοι οὐδὲν ἧττον παρὰ τῶν προσχώρων ἐζημιοῦντο. καὶ πύστις ἦν πιστευομένη 637 ἐνίοις, καὶ τοῖς δοκοῦσι τῶν ἀκουόντων, ὡς τοῦ ποταμοῦ τῆς Μαρίτζης τὸ πολὺ τοῦ ὕδατος πρὸς θάλασσαν ἀποπτύσοντος καὶ βατοῦ ποσῶς γενομένου ποσὶ πρὸς Βολερὸν διαπεραιωθήσονται. ὅθεν καὶ πολλοὶ προφθάνοντες ἐξῴκουν ἐκεῖθεν καὶ τοῖς φρου ρίοις ἐγκατεβύοντο, ὡς προνομῆς τύπον ἔχειν καὶ ὃν τόπον οὔπω τινὶ προενόμευσαν.

33. Ἑτέρωθεν κατ' ἀνατολήν, καὶ μᾶλλον περὶ τὴν Νίκαιαν, δυσφόρως εἶχον τὰ πράγματα, τοῦ Ἀτμὰν κλονοῦντος τὰ τῇδε, καὶ μᾶλλον ὅτι ἡ αὐταδέλφη τοῦ βασιλέως Μαρία καὶ τῶν Μουγουλίων οὕτω πως δέσποινα ὀνομαζομένη ἐπιστᾶσα Νι καίᾳ ἐξ ὑπερτέρου φρονήματος τῷ Ἀτμὰν προσεφέρετο, καὶ εἰς τὸν Χαρμπαντᾶν ἐπεγκαλεῖν δήλη ἦν ἀπειλοῦσα. καὶ γέγονε ταῦτα, καὶ μυριάδες τρεῖς, ὡς ἡ πύστις εἶχε, περί που τὰ ἑῷα μέρη Περσίδος ἐξεπέμποντο. καὶ πρὸς βασιλέα τὰ μήνυτρα ἔφθα νον, καὶ βασιλεὺς πέμπων ἐπολυώρει σφᾶς συχνοῖς καὶ μεγαλο πρεπέσι φιλοτιμήμασιν. οὐδὲν δὲ ταῦτα νωθέστερον τὸν Ἀτμὰν ἐποίουν καὶ περὶ τὰς πράξεις ὡσανεὶ προμηθέστερον, ἀλλὰ καὶ μᾶλλον παρώτρυνον, ὥστε καὶ Νικαίᾳ προσβάλλοντα ἐκσπᾶν 638 μὲν ἀμπελῶνας, ἀφανίζειν δὲ λήϊα, καὶ τέλος προσβαλεῖν Τρι κοκκίᾳ τῷ τῶν Νικαιέων ἐπιτειχίσματι, καὶ περικαθίσαντα σὺν πλήθει παντὶ τῷ περὶ αὐτὸν τῶν Περσῶν πολλὰ μὲν παθεῖν ἐξ ἐκείνων ἀρειμανίων ὄντων καὶ μᾶλλον ῥυτήρων τόξων ἀρχῆθεν, τέλος δὲ τοὺς τάφρους, οἷς ἐθάρρουν, σταυροῖς ἀναχώσαντα καὶ πέτραις καὶ δένδροις καὶ χώμασιν αὐτοὺς παραστήσασθαι, καὶ φόνον μὲν πολὺν ἐξεργάσασθαι, ἑαυτῷ δὲ τὰ πιστὰ δοῦναι, ὥς γε ἐῴκει, πρὸς τὴν τῶν Τοχάρων, εἰ ἐπιστῶσιν, ἐπίθεσιν. Θέρους δὲ ἦν ἀκμή, καὶ αἱ μὲν τοῦ βασιλέως νῆες περί που δέκα μετὰ τοῦ ἐπὶ τοῦ στρατοῦ Μαρούλη πρὸς Θάσον ἐξα πεστέλλοντο. καὶ γὰρ ἐπιστὰς τῇ νήσῳ δυσὶ ναυσὶ πρότερον ὁ τοῦ Μανουὴλ Ζαχαρίου πιστοτάτου τῇ βασιλείᾳ θείου ἀνεψιὸς ἀπιστότατος, καὶ πειρατοῦ τρόπον ἐπιχειρήσας, αἱρεῖ τὸ φρού ριον. ὃ δὴ καὶ ἀνακτίσας ὡς ἐχυρῷ ἐχρᾶτο φρουρίῳ, καὶ ἀπὼν διὰ τῶν οἰκείων κατεῖχε. καὶ διὰ ταῦτα βασιλεὺς ἐξαποστείλας τὸν ἐπὶ τοῦ στρατοῦ σὺν ναυσί, προηγούμενον μὲν αὐτοῖς τὴν ἐπὶ τὴν νῆσον προσεδρίαν ἐπανετίθετο, ἐφ' ᾧ καὶ τὸ φρούριον παραστήσαιντο, ἐπέσκηπτε δὲ πολυωρεῖν καὶ πρὸς Αἶνον διὰ τοὺς 639