1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

40

ἐκείνους μηδένα ἔχειν τὸν δισταγμὸν ἐπ' αὐτῷ τοῦ μὴ ὀρθόδοξον ἔχειν διωμολόγει. ταῦτα λέξας τε καὶ πλα τύνας ἐπίτηδες τῶν ἄλλων ἑστώτων ἐν σιωπῇ καταπαύει τὸν λόγον.

(9) ὁ δέ γε Γρηγόριος βασιλεῖ συνταξάμενος καὶ τοῖς συν ειλεγμένοις, καὶ τὰ εἰκότα δεξιωσάμενος, ἐκεῖθεν ἀπαίρει, καὶ ἐπὶ σχολῆς τῇ ὑστεραίᾳ συντάττει τὸν τῆς αὐτοῦ παραιτήσεως λίβελλον, ἔχοντα ἐπὶ λέξεως οὕτως. "ἐμὲ προυβίβασαν εἰς τὸν θρόνον τὸν πατριαρχικὸν καὶ εἰς τὸ τῆς ὑψηλῆς ταύτης ἀρχιερω σύνης ἀξίωμα οὔτε αἱ ἐμαυτοῦ σπουδαὶ οὔτε τῶν ἐμῶν φίλων συνάρσεις, ἀλλ' ἀνῄειν ὡς οἶδε μόνος θεός. ἐπεὶ δὲ τοῦτο γέ γονε καὶ διετέλεσα ἔτος ἕκτον ἤδη καὶ πρὸς εἰς τόδε τὸ λειτούρ γημα, πάντα ἐποίουν καὶ ἔλεγον ὥστε καὶ τοὺς σκανδαλιζομένους καὶ τῆς ἐκκλησίας ἀποδιισταμένους εἰς εἰρήνην ἀγαγεῖν καὶ ἑνῶσαι 131 αὐτῇ. ἀλλὰ τὸ σπούδασμα τοῦτο εἰς τοὐναντίον ἢ ἐγὼ ἐβουλό μην προέβαινεν, ὥστε καὶ ἐβόων τινὲς ὡς οὐκ ἂν ἡ εὐκταία αὕτη εἰρήνη γένοιτο, εἰ μὴ ἐγὼ τὸ πατριαρχεῖον καταλιπὼν ἐκ τοῦ μέσου γενοίμην. οὐκ ἠνεσχόμην ἐπὶ χώρας μένειν, οὕτως ἐναν τίως ὁρῶν τὰ τῆς ἐκκλησίας ἔχοντα, ἀλλ' ἠγάπησα μᾶλλον σπεν δομένους τῇ ἐκκλησίᾳ καὶ ἀλλήλοις τοὺς σκανδαλιζομένους ὁρᾶν ἢ ἐμαυτῷ τὴν τοιαύτην κατέχειν ἀρχήν. ἔνθεν τοι καὶ διὰ τὴν αὐτῶν τούτων ἐν θεῷ εἰρήνην καὶ τὴν τῶν ψυχοβλαβῶν σκανδά λων ἀργίαν παραίτησιν ποιοῦμαι τοῦ θρόνου τοῦ πατριαρχικοῦ καὶ τῆς ἀρχῆς τῆς πατριαρχικῆς καὶ τοῦ ἀξιώματος, οὐ μέντοι γε καὶ τῆς ἱερωσύνης, ἐπεὶ ταύτην ἐλεοῦντός με τοῦ θεοῦ φυλά ξω ἐμαυτοῦ διὰ βίου παντός, ὅτι καὶ διὰ μόνην τῶν πολλῶν εἰ ρήνην καὶ πρὸς τὴν ἐκκλησίαν αὐτῶν ἕνωσιν ποιοῦμαι τὴν τοιαύ την παραίτησιν, οὐ μὴν ὅτι ἐμαυτῷ σύνοιδά τι πράξαντι ἀπεῖρ γον τῆς ἱερωσύνης ἐμέ. ἔνθεν τοι καὶ ἔξεστι τοῦ λοιποῦ σὺν εὐ δοκίᾳ θεοῦ ἄλλον ἐκλέξασθαι πατριάρχην καὶ εἰς τὸν θρόνον τὸν πατριαρχικὸν καὶ τὴν ἀρχιερωσύνην ταύτην ἀναβιβάσαι, ὃς ἂν καὶ ὑπὸ θεῷ συμμάχῳ καὶ βοηθῷ, ὅσα καὶ κανονικὸς πατριάρ χης καὶ γνήσιος ἀρχιερεύς, εἰς ἓν τὰ διεστῶτα τῆς ἐκκλησίας μέρη συνάγειν καὶ ἐπισυνάπτειν δυνήσεται. καὶ γένοιτο τοῦτο οἰκτιρ μοῖς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δυ σωπουμένου ταῖς τῆς πανάγνου δεσποίνης ἡμῶν παρθένου καὶ θεομήτορος καὶ πάντων τῶν ἁγίων πρεσβείαις." ταῦτα γρά 132 ψας, οὐ μὴν δὲ καὶ ὑπογράψας οὐδ' ὁτιοῦν, δῆλος ἦν συνεστὼς ἑαυτῷ τὸν θρόνον καὶ εἰς καιρὸν τῆς τιμῆς ἑαυτῷ προμηθούμε νος τῷ μήθ' ὑπογράψαι (ἔδει γὰρ τὸ "ὁ χρηματίσας" γράψαι) μήτε μὴν αἰτίαν θεῖναι τῆς παραιτήσεως ἄλλην ἢ τῶν σχιζομέ νων εἰρήνην, ἧς μὴ προβάσης ἄντικρυς, ὡς ἐπίστευεν, αὐτὸν τὴν ἀρχιερωσύνην ἔχοντα αὐτὸν εἶναι καὶ αὖθις τὸν πατριάρχην ἐκ τοῦ ἀκολούθου ξυνέβαινεν· ὁ γὰρ ἐπὶ τῇ ἱερωσύνῃ ἀκαταιτία τος, ἐπὶ δὲ μόνῃ προφανεῖ αἰτίᾳ τὴν τιμὴν παραιτούμενος, δῆ λον ὡς τῆς αἰτίας μὴ προβάσης αὐτὸς ἂν εἴη καὶ πάλιν, θέλων μόνον, ὁ τὴν τιμὴν ἀναλαμβάνειν ἄξιος. οἱ μέντοι γε περὶ τὸν βασιλέα, καὶ μᾶλλον ὁ τὰ πάντα κυκῶν Θεόληπτος, μόνον ὅτι γράμμα παραιτήσεως παρὰ τοῦ Γρηγορίου ἐδέχοντο, χάριν εἶχον ἐκείνῳ ὡς ἤδη τὸ πᾶν λαβόντες, καὶ τοὺς ἄλλους ἔπειθον μὴ πολυπραγμονεῖν, μὴ ζητεῖν πλέον, μὴ τὴν ὑπογραφὴν ἀπαιτεῖν, ἀρκεῖσθαι δὲ καὶ μόνῳ τῷ γράμματι οἰκειοχείρῳ γε ὄντι, καί γ' ἀπαλλαχθέντας οὕτως ἐκέλευον ἀγαπᾶν. Γρηγόριος δὲ καὶ τοῖς ἐκ μακροῦ δυσμεναίνουσιν ἑαυτῷ πέμπων συγχώρησιν διηλλάττε 133 το· καὶ τοῖς μὲν ἄλλοις καὶ δῶρα προσαπέστελλεν, ὅσους ἄρα τῶν κληρικῶν ἐκ σκανδάλου τοῦ τότε διισταμένους ἀφῃρεῖτο τὰ σιτηρέσια,

(10) τῷ δέ γε Ἡρακλείας Γερμανῷ καὶ τῷ Πρού σης Νεοφύτῳ, οὓς δὴ καὶ καθεῖλεν ἐπ' αἰτίαις, τὸν μὲν Γερμα νόν, ὅτι σκανδαλισθεὶς ἐπ' ἐκείνῳ, τοὺς λογισμοὺς τὴν ἀρχὴν ἐκείνου δεξάμενος καὶ τελέσας εἰς μοναχοὺς καὶ πατρὸς ἐπ' ἐκείνῳ τάξιν ἐπέχων, τὰς ἐξαγορείας παρελογίζετο, τοῦ ἐξομολογουμέ νου μὴ ὁμολογήσαντος ὡς ἐκοινώνει τοῖς προτέροις οὐχ ὅπως εὐ χῶν καὶ ψαλμῳδιῶν, ὡς