1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

122

βασιλεὺς ὑπενόει μελέτην καὶ ἀπιστίας ὠδῖνα ὑπώπτευε, καὶ μᾶλλον ὅτι τῆς ἀδελφῆς τε λευτησάσης τῇ τοῦ Τερτερῆ συνοικῶν, ἥτις καὶ ἀλλότριον εἶχε πρὸς τὸν κρατοῦντα τὸ γένος. διά τοι ταῦτα καὶ μηνὸς Ἑκα τομβαιῶνος μιᾷ προσκαλεῖ μὲν πατριάρχην προσκαλεῖται δ' ἀρ χιερεῖς καὶ κλῆρον, παρόντων καὶ τῶν τῆς συγκλήτου, συνελ θόντων τε καὶ μοναχῶν καὶ τῶν τῆς πολιτείας, καὶ εἰς κρίσιν βα σιλεὺς καθιστᾷ τὸν δεσπότην· πρὸς ὃν καὶ εἰς ἀπολογίαν κατα στὰς ἐκεῖνος, πολλὰ λέγων καὶ κατὰ τῆς κατηγορίας ἀποδιδρά σκειν πειρώμενος, τέλος καταδικασθεὶς τῷ μεγάλῳ παλατίῳ ἐγ κλείεται τρισκαιδεκάτῃ Κρονίου αὐτὸς καὶ γυνὴ καὶ τὰ τέκνα, ἃ δὴ ἀπὸ τῆς τοῦ Τερτερῆ ἀπεγέννησεν. ἀγέλας δ' ἵππων καὶ πᾶ 409 σαν ὕπαρξιν τὴν ἐκείνου καὶ κτήματα τῷ υἱῷ καὶ βασιλεῖ δίδωσιν. οὐ μὴν δ' ἀλλὰ καὶ αὐτὴν τὴν ἐκείνου οἰκίαν τῷ δεσπότῃ Ἰωάννῃ προσνέμει. ὕστερον δ' ἐκεῖθεν ἀποδρᾶναι πειραθείς, γνωσθέν, ταῖς κατὰ τὰς Βλαχέρνας εἱρκταῖς ἐγκλείεται. 20. Κἀντεῦθεν μηνὸς τοῦ αὐτοῦ Κρονίου καὶ οἱ σχιζό μενοι τῶν ἀρχιερέων ἀπηυδηκότες οἷον καὶ πείσαντες ἑαυτούς, μόλις καταμαλακισθέντες τὰς γνώμας βασιλέως ὡς δυνατὸν κατε πείγοντος, ἐν τῇ τῶν βαΐων ἑορτῇ τῇ μετὰ τοῦ Ἀθανασίου εἰρήνῃ ἀφωσιώσαντο. ὁ δέ γ' Ἀλεξανδρείας Ἀθανάσιος πολλάκις καὶ αὐτὸς παρὰ βασιλέως παρακινούμενος ἀπρὶξ τῆς γνώμης εἴχετο καὶ οὐκ ἐνεδίδου ὅλως οὐδὲ κατένευε τὴν ὁμόνοιαν. παρ' ἣν αἰ τίαν, καὶ τοῦ δόξαι τοῦτον μηδὲ βασιλέως αὐτοῦ μνημονεύειν διὰ ταῦτα, ἤθελον μὲν καὶ αὐτοὶ τοῦ πατριάρχου Ἀλεξανδρείας ἐκκόπτειν τῶν διπτύχων μνημόσυνον, δεινὸν ἡγούμενοι ἢν ἐκεῖ νος μὲν οὐδ' ἴκταρ, τὸ τοῦ λόγου, σφᾶς γε προσδέχοιτο, ἐκεῖ νοι δὲ καὶ οὕτως ἀξιοῖεν ἐκεῖνον καὶ μνημονεύοιεν. τέως δὲ καὶ πόλλ' ἄττα κατ' ἐπήρειαν αἰτιώμενοι, καραδοκοῦντες καὶ οὕτως τὴν τῆς γνώμης μετάθεσιν, τὸ μὲν ἀποθαρρῆσαι αὐτίκα τὴν τοῦ ὀνόματος ἐκκοπὴν ὡς ἄλλως ἄτοπον ὄν, μὴ φανείσης ἀξιολόγου αἰτίας καὶ ἄντικρυς ἐπὶ δόγματι, πατριάρχου ἀποβάλλεσθαι ὄνο μα, μὴ καὶ μᾶλλον θήρα τις ἀνασοβηθείη καὶ ἀντιλαβὰς δοῖεν 410 τοῖς σχιζομένοις εἰς κατάγνωσιν· σοφώτερον δὲ ποιεῖν ἐδόκουν καὶ εἰσέτι διευθετεῖν, ὡς αὐτίκα ἐκκόψοντες, εἰ καὶ ἔτι ἀντέχοι καὶ τὴν ἐπὶ τῷ Ἀθανασίῳ μὴ δέχοιτο πρᾶξιν. ἡ δ' οἰκονομία οὕτω πως ἦν, πατριάρχην μὲν αὐτὸν μὴ λειτουργεῖν ὅλως, ὡς ἂν μὴ συλλειτουργούντων κατὰ τὸ εἰκὸς διακόνων ὁ Ἀλεξανδρείας ἐπὶ τῶν διπτύχων συμμνημονεύοιτο, ἱερεῖς δὲ μόνους ἄτερ δια κόνων ἱερουργεῖν. καὶ τοῦτο ἐπράττετο μὲν καὶ ἐν ἀνακτόρων, ἐπράττετο δὲ καὶ ἐπὶ τῷ μεγίστῳ ναῷ, καὶ ἄλλαις μὲν ἡμέραις, μάλιστα δὲ δημοτελέσι καὶ ἑορτασίμοις, ὡς κἀν τῇ τῆς ὀρθοδο ξίας κοινοπληθεῖ, ὅτε βασιλέως ἐνδημήσαντος καὶ πλήθους ἱκα νοῦ συναχθέντος ὁ μὲν πατριάρχης ἠπράκτει, ἱερεὺς δὲ μόνος ἀπερικτυπήτως πάντῃ καὶ ἀνηκούστως, μηδὲν ἐπαϊόντων διὰ τὸν θόρυβον, τὰ τῆς ἱερουργίας ἐξέπραττεν. ὡσαύτως δὲ καὶ ἐν ταῖς πασχαλίοις ἐγένετο. ὕστερον δ' ἐσαῦθις κατὰ τὴν μνήμην τοῦ ἐν μάρτυσι περιφανοῦς Γεωργίου ἐκκόπτουσι καὶ μνημόσυνον, κατὰ τὸν ἐν τοῖς μαγγάνοις νεὼν λειτουργήσαντες, ὃς ἀνεῖται τῷ μάρ τυρι.

21. Ηὔξανε δ' ὁσημέραι καὶ αὖθις τὸ ἀπὸ τῶν Περσῶν δεινόν, ὥστ' ἀποκεκλεῖσθαι πανταχοῦ τὰς τῆς σωτηρίας ἐλπίδας. τί γὰρ τῶν δυσχερῶν ἀπῆν; καὶ ἐῶ τὰ μακράν. ἀλλὰ τὰ κατὰ θύραν ταῦτα καὶ τῆς βασιλίδος προαύλια. τὰ δ' ἦν εὐθὺς νηὸς 411 ἀποβαίνοντι τῷ τὰ στενὰ τοῦ Βοσπόρου περαιουμένῳ, ὥστ' ἀφε μένῳ θαλάσσης λαμβάνειν κίνδυνον. ἀνέδην γὰρ διέτρεχον παν ταχοῦ τῆς περαίας, καὶ κατεσκήνουν ὅπου ἦν βουλομένοις αὐ τοῖς, καὶ ταῦτ' οὐκ ἰλαδὸν στρατεύουσιν ἀλλ' ἀσυντάκτως καὶ κατ' ὀλίγους, ὥστε κεῖσθαι τὴν περαίαν τῆς Βυζαντίδος Σκυ θῶν, ὃ δὴ λέγεται, ἐρημίαν, μηδενὸς τολμῶντος φανῆναι, ὅτε συνέβαινε καὶ παραβολώτερόν τινες διαπράττεσθαι καὶ ἐκθέειν τολμῶντας, ζήλου τινὸς πείθοντος ἢ καὶ μᾶλλον ἐνδείας πιεζού σης, τριβομένου τοῦ χρόνου καὶ τῶν ἐφοδίων σφίσι καταναλω μένων, ἅπερ οἴκοθεν ἀπεφέροντο. τὰ δ' ἦσαν μᾶλλον εἰς κίν δυνον. ὅθεν