1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

124

συνῆσαν σφίσι κατὰ συμμαχίαν καὶ Βηλοκωμῖται, προσλαβὼν ἐκείνους κενῇ τῶν ἐποίκων Βηλοκώμῃ προσβάλλει καὶ κατὰ κρά 415 τος αἱρεῖ, καὶ τοὺς μὲν κτείνει, αὐτὸς δὲ μυρίον πλοῦτον εὑρὼν ἐξολβίζεται, καὶ τὰ πιστά οἱ τῆς ἀσφαλείας ἐκ τῶν ὀχυρωμάτων περιποιεῖ. τούτων ἀπώνατο τῶν δεινῶν καὶ Προῦσα, μόνη πε ριλειφθεῖσα τῶν ἔξωθεν καλλονῶν. τούτων καὶ Πηγαὶ παραθα λασσία πόλις τῶν δυσχερῶν ἐπειράθη. τῶν γὰρ ἔξω πάντων συγκλεισθέντων ἐντός, ὅσοι καὶ τὸ ξίφος ἔφυγον, ἐντίκτει νόσον λοιμώδη τὸ συνεπτύχθαι λιμῷ καὶ κακοπαθείαις. ἔτι δὲ καὶ τῇ νόσῳ ἐς ἑκατοστύας ἔπιπτον. τοῖς δὲ καὶ πρόστιμον ἐτέθη παρὰ βασιλέως ζημίας εἰς χιλιάδας ἐπ' αἰτίᾳ τοῦ μὴ τὸν μέγαν δέξα σθαι δοῦκα, οὕτω τοῦ βασιλέως Μιχαὴλ μετὰ τὴν ἐκεῖθεν ἐπά νοδον ἐπαγγείλαντος, καὶ δέει τοῦ μὴ παθεῖν κἀκείνους τὰ τοῖς Κυζικηνοῖς ξυμβάντα. οὐδὲ γὰρ ἀνεκτὰ οὐδ' ὅσον καὶ ὑποσχεῖν δυνατὰ τἀκεῖ τολμηθέντα ἠγγέλλοντο. βίοι γὰρ ἡρπάζοντο καὶ γυναῖκες ὑβρίζοντο καὶ κόρια διεφθείροντο. καὶ ὁ μὲν ἔχων εὐ θὺς ἐσκυλεύετο, ἀγαπητὸν ἔχων εἰ διδοὺς σώζοιτο· ὁ δὲ μὴ ἔχων τῇ τοῦ ἔχειν ὑποψίᾳ κατεδικάζετο, καὶ αἰώραις δειναῖς καὶ βα σάνοις ἠτάζετο, ἔγκλημα φέρων τὸ μὴ χρημάτων θέλειν τὴν σω 416 τηρίαν πορίζεσθαι. πᾶσα δ' ἐκείνων περιουσία οὐ μᾶλλον τοῦ κεκτημένου ἢ τοῦ καταλαβόντος τῶν Ἀμογαβάρων ἐφαίνετο· οὕτω γὰρ ἰδιωνυμεῖτο τὸ ἔθνος, τῷ ἐξ Ἀβάρων, οἶμαι, κατά γεσθαι. οὐ μόνον δ' αὐτόχθονες ταῦτ' ἔπασχον, ἀλλ' ὡς εἰπεῖν ἀνατολὴ πᾶσα Ῥωμαίων, ὅτι καὶ ὡς προσφυγίῳ χρησάμενοι τῷ ἐπιτειχίσματι πάντες ἐκεῖ κατέδραμον, καὶ καινή τις ἅλωσις ἦν παρὰ τῶν οἰκείων τοῖς ἀπ' ἐχθρῶν φεύγουσιν. ἐῶ σωμάτων ἀκρωτηριασμοὺς καὶ φόνους καὶ μιασμάτων φορυτὸν ἄλλως, οἷς οἱ ἀμύνειν ἐπιστάντες τοὺς ἀθλίους πυργηρουμένους ἐκ πάσης περιέβαλον ἀπηνείας. ὁ γὰρ σφᾶς ἄγων, τὸ μὲν προσθεραπεύειν θέλων ἐκείνους ὡς τὴν ἀρχὴν ἐκείνῳ πεπιστευκότας, τὸ δὲ δεδιὼς τὸν παρ' αὐτῶν κίνδυνον, εἰ αὐτοῦ ἱκανῶς τὰ κατὰ χρείαν εὑ ρόντος ὑστέρησαν ἐκεῖνοι τῶν ἠλπισμένων, οὐδ' ὁπωσοῦν ἀνα στέλλειν εἶχεν, ἀλλ' ἐνεδίδου σφίσι τὰ κατὰ νοῦν πράττειν, καὶ ταῦθ' ἱκανουμένοις καὶ τοῖς ἐκ βασιλέως σιτηρεσίοις, κἂν οὐδὲν 417 ἔτι κατώρθουν οὐδ' ὅλως ἔπραττον. ἀλλ' ἀναληπτέον τὸν λό γον πρὸς τὸ εὐσύνοπτον. Στρατηγὸς ἦν τῇδε Μαρούλης, καὶ μέγας ἄρχων ἐξ ἀξιώ ματος ἐκλεΐζετο. οὗτος τὰ μὲν πλεῖστα ἐκείνῳ προσεῖχε καὶ ἐθε ράπευεν ὑποκείμενος (οὕτω γὰρ καὶ τὸ βασιλικὸν ἐβούλετο πρόσ ταγμα), τέως δ' οὖν καὶ τοὺς οἰκείους κακῶς παρ' ἐκείνων πά σχοντας κατῳκτίζετο, μᾶλλον μὲν οὖν καὶ συνίστα καὶ περιέθαλ πεν. ἧπτο γὰρ κἀκείνων τὸ κοινὸν ἐκεῖνο δεινόν, καὶ εἰς στρα τιώτας τεταγμένους ἔτι καὶ ταῖς ἀληθείαις ἐμπειροπολέμους πε ζοὺς καὶ ἀνόπλους καθίστων καὶ τῶν κατ' οἶκον ἐστέρουν ὡς εἴ τινας ἀγρότας καὶ μετανάστας, ἐνθρυπτόμενοι σφίσιν. οἱ δὲ τῷ τοῦ κρατοῦντος δέει καὶ τῷ ἐξ ἐμφυλίων πολέμων νομιζομένῳ κινδύνῳ ὑποστελλόμενοι, ὡς μή τι νεωτερισθείη τῶν ἀνηκέστων, τέως ἐκ βίας ὥρμων καὶ πολλάκις ἐσφάδαζον ἀμυνούμενοι. τέλος τῶν ἐχθρῶν ἐγγὺς ἀγγελθέντων κατὰ τὸν τοῦ Γουλιέλμου πύργον, 418 οἱ μὲν ἁπαντόθεν συνάμα τῷ σφῶν στρατηγῷ τῷ Μαρούλῃ χω ρεῖν οὐκ ἀπώκνουν ὁμόσε τοῖς πολεμίοις, οἱ δ' ἐλπισμὸν μὲν πα ρεῖχον φανῆναι καὶ συμμαχεῖν, ἀλλὰ τῶν συνήθων οὔμενουν οὐκ ἐλήθοντο· βραδέως γὰρ ἐζώννυντο, καὶ μόλις ἐκόσμουν τοὺς ἵππους, καὶ προμηθεῖς ἦσαν τοῦ ἀκινδύνου σφίσιν, ὡς φαίνε σθαι. καὶ τὸ βράδος ἐδίδου μεσούντων αὐτῶν τὴν ὁδὸν κατορ θοῦν τοὺς προτέρους καὶ μόνους τὴν μάχην. ὡς δ' οἱ μὲν ὑστέ ρουν οἱ δὲ κατωρθωκότες ὑπέστρεφον, ἐνταῦθά τις εἶδε τὸ τῶν συμμάχων κακόηθες, καὶ ὅτι οὐχ ὡς φίλοις, ὡς εἰκὸς ἦν, ἀλλ' ὡς ἐχθροῖς τοῖς ἡμετέροις προσεφέροντο. συνίασι γὰρ ἐξ ὑπο στροφῆς ἐκείνοις οἱ κατωρθωκότες, καὶ δέον ὀνειδίζειν σφίσι τὸ κατεβλακευμένον καὶ ἀμελές, οἱ δὲ καὶ δεινῶν ἐπειρῶντο, καὶ ὡς ἄλλοις πολεμίοις τοῖς ἰδίοις ἔγνωσαν προσβαλεῖν. ἦν δ' ἐκείνοις τὸ τῆς πείρας σοφόν, ὡς ἔδειξε, παρακερδαίνειν ἐκ τούτων τὰ λάφυρα. καὶ ὁ μὲν ὑπείκων διδοὺς τὸ ἐκ τοῦ πολέμου