1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

35

γινόμενοι τὴν διαφορὰν ἀντεπάγοντες τῶν πραγμάτων καὶ πρὸς τὴν ὑπογραφὴν ἐρεθίζοντες· ὡς δ' οὐκ ἔπειθον συχνὰς προσβολὰς ποιούμενοι, εἰς ὑποψίαν ἐμβάλλοντες ὧν οὐκ ᾔδεισάν ποτ' ἐκεῖνοι, τοῦ κοινοῦ συνεδρίου ἀπήλων καὶ ὡς ἐχθροὺς ἔκρι νον. οἱ δὲ τὴν μετ' ἐκείνων ὁμιλίαν, τοιαῦτα ζητούντων τε καὶ λεγόντων, ἐρημίαν οἰόμενοι, τὴν δ' ἐρημίαν τὴν ἀπ' ἐκείνων οἷον ἀσφάλειαν, περιήρχοντο πλανῆτες, ἐστερημένοι μὲν τιμῆς ἐστερημένοι δὲ προσόδου πάσης, καὶ τὸ εἰκαῖον τῆς διατριβῆς 113 τῆς καθ' αὐτοῦ τάξεως ἀνθαιρούμενοι. ὡς δὲ καὶ αὖθις προσ εκαλοῦντο καὶ ἀνεκρίνοντο καὶ πάλιν αὖθις, καί γε μῶμον σφίσι καὶ τὸ τοῖς προτέροις προσκεῖσθαι δοκεῖν κἀκεῖ τὸν νοῦν ἔχειν ἐπῆγον ὡς ἔγκλημα μέγιστον, οἱ μὲν οὐδ' οὕτως ἤθελον ὑποκλί νεσθαι, ὑπόνοιαν ἀνυπόστατον προτιμῶντες προφανοῦς ὀρρω δίας, μὴ ἀκριβῶς εἰδότες ὅ τι καὶ ὑπογράψοιεν. ἦν γὰρ ἐν τῷ τόμῳ πρὸς τοῖς ἄλλοις καὶ ἡ τοῦ ῥητοῦ τοῦ θείου ∆αμασκηνοῦ ἐξήγησις οὕτως ἔχουσα "εἰ δὲ καὶ παρὰ τῷ θεολογικωτάτῳ ∆α μασκηνῷ τὸ διὰ λόγου εὕρηται προβολεύς, οὐ τὴν εἰς τὸ εἶναι καθαρῶς τοῦ πνεύματος πρόοδον ἡ λέξις δηλοῦν βούλεται, ἀλλὰ τὴν εἰς ἀΐδιον ἔκφανσιν." τοῦτο δ' ὅ τι σημαίνοι, οὐκ ἔχειν εἰδέναι ἔφασκον, καὶ τὴν διαφορὰν ἐζήτουν μαθεῖν τῆς τ' εἰς τὸ εἶναι προόδου καὶ ἀϊδίου ἐκφάνσεως, ἵνα τὴν μὲν τῶν λέξεων ἀποβάλλωνται τὴν δ' ἐνστερνίσωνται· εἶναι γὰρ αὐτοῖς δοκούσας τὰς λέξεις ταυτοδυνάμους, τήν τε εἰς τὸ εἶναι πρόοδον καὶ τὴν εἰς ἀΐδιον ἔκφανσιν. καὶ οἱ μὲν ταῦτα λέγοντες εἰς τέλος ἀνθί 114 σταντο· ἔνιοι δ' ἀσφάλειαν παρ' ἐκείνων ζητήσαντες ἔγγραφον, ἦ μὴν ἀσφαλῶς ἔχειν τῆς θεολογίας τὴν λέξιν, καὶ αὐτοὺς ἐκεί νους, εἰ μὴ παρ' ἀνθρώποις, ἀλλά γε παρὰ θεῷ κρίνοντι τὸν λόγον ὑπέχειν, οὐ πατριάρχην μόνον ἀλλὰ καὶ ἀρχιερεῖς τοὺς εἰς διδασκάλων τεταγμένους ἀξίαν, ταῦτα ζητήσαντες καὶ λαβόντες ὑπέγραφον.

2. Ὀλίγον τὸ μεταξύ, καὶ εἰς χεῖρας γεγονὼς ὁ τόμος τῷ Βέκκῳ παρέκνιζεν ἀντιξύειν τὸν ξύοντα. καὶ δὴ κἀν πολλοῖς μὲν ἄλλοις τοῦ τόμου ἐπελαμβάνετο, ταύτην δὲ μάλιστα τὴν ἐξήγη σιν μὴ καλῶς ἔχουσαν τῆς ἐννοίας ἐπειρᾶτο δεικνύειν, ὡς ἢ μὴ ὁμωνυμιζομένου δῆθεν τοῦ προβολέως καὶ ποτὲ μὲν εἰς αἴτιον ἐκλαμβανομένου ποτὲ δὲ εἰς δότην καὶ χορηγόν τε καὶ ἁπλῶς παροχέα, ἢ εἰ μέλλοι ἁπλοῦν τὸ προβολεὺς συντηρεῖσθαι, μιᾶς ἐννοίας δηλωτικὰς εἶναι ἀνάγκῃ καὶ ἀμφοτέρας τὰς λέξεις, τήν τε εἰς τὸ εἶναι πρόοδον καὶ τὴν εἰς ἀΐδιον ἔκφανσιν, καὶ οὕτως εἰς ταὐτὸν συντρέχειν ἐκείνῳ τὸν ὡς δῆθεν διαφερόμενον. τοῦτο γράψας καὶ πέμψας τισὶ τῶν αὐτοῦ παρεῖχε τὴν περὶ τούτων κρί σιν τοῖς ὀρθῶς ἐξετάζειν ἐθέλουσιν. οὐ μὴν δὲ ἀλλ' οὐδ' ἐκεί 115 νους ἐλελήθει πάντως τοιαῦτα γράφων ἐκεῖνος, ὀργὴν δὲ ταῦτα καὶ μόνην τέως καὶ τοῦ ἀντιλυπεῖν ὄρεξιν ᾤοντο εἶναι καὶ ἠφρον τίστουν καὶ κατημέλουν γράφοντος. πολὺ δ' ὑφεῖρπε τοῦτο ἀνὰ τὴν Κωνσταντίνου, περὶ μὲν τοῦ καθ' αὑτὸν ὑποστελλομένου τῶν ἀκουόντων ἑκάστου, ὡς μὴ δοκοῖεν ἀφ' ἑαυτῶν μέμφεσθαι, δεῖν δὲ καὶ ὡς ἐνῆν προσέχειν λεγόντων, μή πως ὁ λόγος ἔχοι τὸ πιθανὸν καὶ μέσον δυοῖν ἐριζόντοιν αὐτοὶ κινδυνεύοιεν. ἔφερε δὲ πολλοῖς νοῦν ἡ τοῦ Βέκκου ἀντίρρησις, καὶ ἐφυλοκρίνουν ἀκρι βῶς τὴν ἐξήγησιν, καὶ μᾶλλον ὅτι οὐδ' αὐτοί γε οἱ ὑπογράψαν τες ἐπ' ἀσφάλειαν ὑπέγραφον, ἀλλὰ τῷ παρ' ἐκείνων ἐπερειδό μενοι γράμματι.

(3) συμβὰν δέ τι καὶ περὶ τὸν ἐσκαμματι σμένον χαρτοφύλακα (ὁ γὰρ Μοσχάμπαρ καὶ προαπέστη ἅμα μὲν ὀφφικίου ἅμα δὲ καὶ πατριάρχου, μικροψυχήσας ἐπί τισι, καὶ διὰ ταῦθ' ἑπόμενον ἑαυτῷ καὶ τὸν πεντεκκλησιώτην εἶχεν) ἐπέρρωσε κἀκείνου τὴν περὶ τὸν πατριάρχην δυσμένειαν, καί γ' οὐχ οἷοί τ' ὄντες αὐτῷ διαμάχεσθαι πρὸς τὸν τόμον ἀπεῖδον, 116 δόξαν ἀσφαλείας δογμάτων, μὴ κενὴν διαφορὰν παρὰ πολλῶν ἀποίσεσθαι προνοούμενοι. καὶ δὴ παρασπαίρουσαν ἔτι ὁρῶντες τὴν παρὰ τοῦ Βέκκου τῷ τόμῳ μέμψιν, τοῖς γεγραμμένοις ἐπι φυέντες καὶ οὗτοι τὴν μάχαιραν ὤξυναν. ὁρμαῖς γοῦν παρακρο τηθέντες μείζοσι καὶ τοὺς