1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

189

προσόδων ἀποστερούμενοι, καὶ ὀνει διζόμενοι ἀμέλειαν, καὶ καθ' ἑορτὰς μεθ' ἱματίων ἀπαντᾶν προσταττόμενοι, ἐπιμέλειαν δὲ ζωῆς παρὰ τοῦ πατριαρχεύοντος οὐδὲ κατ' ὄναρ ἔχοντες, οὕτω γοῦν πάσχοντες τῷ βασιλεῖ προσανέφερον, καὶ μᾶλλον περὶ τῆς προσόδου αὐτῶν. ὁ δὲ βα σιλεὺς οἷον ἐπικαμφθείς, καὶ πατριάρχην μετακαλεσάμενος, εἰς κοινὴν τοῦτο σκέψιν θέμενος, ἐσκόπουν περὶ τούτου. ὁ δὲ πα τριάρχης τὴν τοῦ καιροῦ δυσκολίαν προεβάλλετο. τέλος συνε τάξατο δοῦναι ἑκάστῳ ἀνὰ ἓξ τῶν νομισμάτων, ἄλλῳ δὲ ἀνὰ ὀκτώ. ὁ δὲ βασιλεὺς οὐδὲν ἔλεγεν εἶναι· ὀλίγον γὰρ καὶ ταῦτα 643 βιωτικοῖς. ὅμως τούτου γεγονότος οὐδὲν οὐδεὶς ἐλάμβανεν. ἀλλὰ καὶ ἀπὸ μέσου νυκτὸς ἐγγὺς παρὰ τὴν ἐκκλησίαν ἀπαντᾶν ἠναγκάζοντο, καὶ διὰ μέσου τῆς ὑμνῳδίας ὁμιλῆσαι μηδένα μη δενί, μήτε εἰς ἀριστερὰ κλῖναι μήτε εἰς δεξιά, ἀλλὰ ἀκλινεῖς ἵστασθαι, καθὼς ὁ τῶν ἱερῶν κανόνων βεβαιοῖ λόγος. διὰ ταῦτα γοῦν ἀμελῶς εἶχον καὶ σπανίως ἀπήντων εἰς τὴν ἐκκλησίαν καὶ ὡς εἰπεῖν ἀπεσχίζοντο. ὁ δὲ πατριάρχης γραφὰς ἀποστέλλων αὐτοῖς μετεκαλεῖτο, καὶ μᾶλλον ἔλεγεν ἀναγνωσθῆναι ταύτας μέσον τῆς συνόδου τῶν ἡγουμένων (μετὰ τούτων γὰρ τὰς συνό δους ἐποίει) ὡς δῆθεν εὔλογα λέγων. ἀναγκαζόμενοι οὖν οἱ τῆς ἐκκλησίας πρωτεύοντες ἀποστέλλουσι γράμμα τῷ πατριάρχῃ ἔχον ἐπὶ λέξεως οὕτως. "ἄνωθεν ἡ τοῦ θεοῦ ἐκκλησία, παναγιώτατε δέσποτα καὶ οἰκουμενικὲ πατριάρχα, οὐχ εὗρε θεσμοὺς καὶ τά ξεις, ταύτας ἐφύλαττε μέχρι σοῦ· καὶ οἱ κατὰ καιρὸν πατριαρ χεύσαντες καὶ εἷς ἕκαστος τῶν τοῦ κλήρου τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας κατὰ τὸ στοιχοῦν τῆς ἀρετῆς καὶ τοῦ χρόνου βαθμὸν εὕρισκον. ἡμεῖς δὲ σμικρολογίαν καταγνωσθείημεν καὶ βαρυκάρδιοι ὀνειδισθείημεν, ὅτι ἀφέντες τὰ μείζω ζητεῖν ζητοῦ μεν τὰ ἐλάττω καὶ οὐδὲν εἰς ψυχὴν χρησιμεύοντα; οὐ ζητοῦμεν ἡμέτερα, δέσποτα, ἀλλὰ τὰ τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας. αὕτη 644 ἡ τάξις τῆς ἐκκλησίας καὶ τοῦ κλήρου, ἣν ἡμεῖς εἰς τὸ ἀκριβὲς εἰδότες, ταύτῃ ἐνεγηράσαμεν. καὶ καθ' ἑκάστην ἄλλοι καὶ ἄλ λοι προσήρχοντο καὶ προσεδέχοντο, οὐ μάταιοι ὄντες καὶ φαῦλοι, ὅτι ἓξ νομισμάτων κατ' ἐνιαυτὸν δουλεύειν ἀπέστησαν, οὐ μὰ τοὺς ἱεροὺς θεσμούς, οὓς οἱ πατέρες παρέδοσαν· ἀλλὰ τῇ χάρι τος φυλαττόμενοι δυνάμει πάντες ἐκεῖνοι καὶ πατριάρχαι καὶ ἀρ χιερεῖς ἦσαν, καὶ διδάσκαλοι κοινοὶ καὶ φωστῆρες τοῖς ἐκκλησια στικοῖς ἐμπρέποντες ἀξιώμασι, τίμιοι καὶ βασιλεῦσι καὶ ἄρχου σιν, ἔχοντες ἐλευθερίαν προηγουμένως, ὡς δὴ αὐτῶν γινομένων τῶν τῆς ἐκκλησίας ἁπάντων. καὶ οἱ κατὰ καιροὺς τῆς ἐκκλησίας προστατοῦντες τοὺς τοῦ κλήρου μέλη αὐτῶν ἐλογίζοντο. νῦν δέ, ἀλλὰ τί; ἀλλ' ἔχει τις προβάλλεσθαι τὴν τοῦ καιροῦ δυσκολίαν, ὡς καὶ πολλάκις ἡ ἁγιωσύνη σου. ἀλλὰ μετὰ πάντων τῶν Ῥω μαίων καὶ ἡμεῖς, καὶ ὡς ἕκαστος ἔτυχεν ἔχων οὕτω καὶ ἡμεῖς· ἀλλὰ μόνοι ἡμεῖς δυστυχοῦμεν. καὶ οὐχ ὅτι ἀπορεῖ ἡ ἐκκλησία· ἀλλὰ καὶ εὐπορεῖ, ὅσον οἴδαμεν. ἀλλ' ὅτι ἀπαιτούμενοι κατὰ κυριακὰς καὶ ἑορτὰς ἀπαντᾶν μεθ' ἱματισμῶν ἡμεῖς καὶ καθ' ἑκάστην σχολάζομεν καὶ οὐχ ἁμαρτάνομεν εἰς τοῦτο. ἀλλ' ὅμως καὶ εἰς τοῦτο ἀπολογούμεθα. οἴδαμεν γὰρ τοὺς μεγίστους ἄν δρας ἐκείνους τοὺς πρὸ ἡμῶν, ὧν καὶ τοὺς τόπους ἡμεῖς ἐφθά σαμεν, ὅτι οἴκοι ναοὺς ἔχοντες καὶ ἱερεῖς τὰ τῆς ἀκολουθίας αὐ τῶν ἐξετέλουν, ἐσχόλαζον δὲ καὶ εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ, ὡς 645 εἶχεν ἕκαστος δυνάμεώς τε καὶ προαιρέσεως. αἱ δὲ ὑπηρεσίαι ἐκείνων αἱ τῶν ὀφφικίων ἐκείνων ἦσαν ἐνέργειαι, τοῦ μὲν ὡς οἰ κονόμου, τοῦ δὲ ὡς σακελλαρίου, τοῦ δ' ὡς χαρτοφύλακος, καὶ σκευοφύλακος ἄλλου, καὶ καθεξῆς τῶν λοιπῶν. ξένον οὖν εἰ ἐκείνων ἀφαιρεθέντες τὰ μὴ προσήκοντα ἀπαιτούμεθα. τέως δὲ καὶ συχναὶ γραφαὶ τῆς ἁγιωσύνης σου εἰς τοῦτο ἀναγκάζουσιν ἡμᾶς εἰς ὅπερ οἱ πατέρες ἡμῶν νηπιόθεν ἡμᾶς ἐδίδαξαν καὶ οἱ παιδαγωγήσαντες. εἶτα δὲ καὶ πολυετὴς οὗτος χρόνος, καθ' ὃν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσεδρεύομεν καὶ σχολάζομεν μεθ' ἱερῶν ἐνδυμάτων. ταῦτα ζητησάσης τῆς ἁγιωσύνης σου πράττομεν, οὐ τόσον δι' ἐντολὴν πατρικὴν ὅσον καὶ ἡμῖν αὐτοῖς