1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

7

ἐκείνη κατώδυνος οὖσα τὸ ποιητέον ὑπὲρ τῆς ἐκείνου ψυχῆς ἐπυνθάνετο. καὶ πρώτως ἔδειξεν ἐκείνη τοιαῦτ' ἐρωτῶσα τὸ παρὰ τοῦ βασιλέως βυσσοδομευόμενον. ἐκεῖνος γὰρ καὶ νύκτας ὅλας παρὰ Ἰωσὴφ ἴαυε, καὶ ἀνάγειν ἐπει ρᾶτο οὕνεκα σμικρᾶς πνοῆς νέκυν τὸ σύνολον ὄντα. ὡς δ' οἱ 17 περὶ ἐκεῖνον ἐκ τοῦ παραχρῆμα πεισθέντες μόνον οὐ κατήπειγον τὴν ἀνάβασιν, οἱ μὲν ὡς ἄν γε τὰ τῆς ἐκκλησίας δῆθεν κατα στήσωσι πράγματα τοῦ κατὰ τὸν πάπαν λυθέντος σκανδάλου, οἱ δὲ ὡς ἂν καὶ πλεῖον τοῦ εἰκότος κατεπαρθεῖεν καί γ' ἀνακαθάρ σεις μὲν ἐκκλησίας, ἀπομόρξεις δ' ἐκείνων καὶ ἱερῶν ἄλλων, ἐπιτιμήσεις δὲ καὶ κολάσεις τῶν τῆς ἐκκλησίας πείθοντες πατριάρ χην τελέσειαν (ἦσαν δ' οὗτοι καὶ μᾶλλον ὁ Γαλησιώτης τε Γαλα κτίων καὶ ὁ Μελέτιος, ὃς καὶ ἅγιος, ὁ ἐν τῇ μονῇ τοῦ ἁγίου καὶ δικαίου Λαζάρου κείμενος, ὧν ὁ μὲν στέρησιν ὀμμάτων ὁ δ' ἐκ τομὴν γλώττης πέπονθεν, ἐπ' αἰτίαις ὁ μὲν ψεύδους, ὡς ἴδοι βασιλέα λέγων ἀζύμοις εἰς ἁγιασμὸν χρώμενον, τὴν ἀνατολὴν διερχόμενος, ὁ δ' ὕβρεως, Ἰουλιανὸν ἄλλον τὸν βασιλέα εἰπὼν κατὰ πρόσωπον), ὁ βασιλεὺς ἔνθεν μὲν ἀποστέλλων τὸν πα τριαρχοῦντα Ἰωάννην τὴν ἐκείνου ἀπελογεῖτο παρόρασιν, ὡς βίᾳ καὶ ἐξ ἀνάγκης γεννησομένην. τὸ γὰρ ἐκ πολλῶν σκάνδαλον 18 ἀναζεῖν πεῖθον καὶ τὸν εὔνουν ἀποστατεῖν, αὐτὸν δὲ νέον εἰς ἀρ χὴν καθιστάμενον ἀνάγκην ἔχειν τὸ ἀνορμοῦν καταστέλλειν καί γε τὰς γνώμας, καθόσον ἔστι, τῶν ὑποδεξομένων ἐξημεροῦν. πολλοὺς δ' ἀκούειν σχίζεσθαι καὶ μεγάλους προφασιζομένους τὴν τοῦ Ἰωσὴφ ἀναχώρησιν καὶ τὸ σκάνδαλον ὃ δὴ πρωϊζὰ ξυνέβη, οὓς παρορᾶν μηδ' ὅλως ξυμφέρειν νεωστὶ μοναρχοῦντι. καὶ δὴ καὶ ἐπ' αὐτῷ γε μεγίστην πληροφορίαν ἔχειν ἀγάπης ἧς ᾔδει τῆς ἀπ' ἐκείνου πρὸς ἑαυτόν, μὴ μόνον πατριάρχου τιμὴν ἀλλά γε δὴ καὶ ζωὴν αὐτὴν ὑπὲρ τοῦ βασιλέως προεῖσθαι καὶ τῆς ἐκείνου συστάσεως. ἄλλως μέντοι μηδὲ χολᾶν ἀξιῶν, αὐτὴν ἐκείνην τὴν ἀγάπην ἣν ᾔδει καὶ τὴν τιμὴν ἕξοντα παρ' αὐτοῦ, εἰ καὶ ἄλλος τῆς ἐκκλησίας προστήσεται. καὶ ταῦτα μὲν πέμπων τὸν Μελιτηνιώτην χαρτοφύλακα καὶ ἀρχιδιάκονον θερμῶς τὴν ἀνάγ κην ἀπελογεῖτο, ἐκεῖθεν δὲ συνδιανυκτερεύων τῷ Ἰωσὴφ καὶ τοῖς περὶ ἐκεῖνον τὴν εἰς τὸ πατριαρχεῖον προκαθίστα ἀνάβασιν. 4. Ὁ μὲν οὖν Ἰωάννης καὶ ἄλλως εὐθὺς ὤν, ἔτι δὲ καὶ τῆς τοῦ πατριάρχου τιμῆς ἐπικόρως ἔχων, ὡς πολλάκις καὶ λέ 19 γων καὶ πράττων ἔδειξεν, ἐλπίζων δὲ καί τι γενέσθαι τῶν ἀγα θῶν ἐκ τῆς τοῦ Ἰωσὴφ ἀναβάσεως (τὰ γὰρ ξυμβάντα οὐκ ἂν πάν τως ξυνέβη ζῶντος ἐκείνου, ὡς ἐκ πολλῶν ἔστιν ὑπονοεῖν), διὰ ταῦτα ἕτοιμος μὲν ὢν ἐκεῖνος κατὰ τὴν Χριστοῦ ἑορτὴν λειτουρ γεῖν, ἕτοιμος δὲ καὶ περὶ τῆς τοῦ ἀποιχομένου κατὰ τὸ εἰκὸς μνή μης φροντίζειν, ἀφεὶς τὰ πάντα τῇ ὑστεραίᾳ τῆς ἑορτῆς κάτεισι, καὶ τῇ τῆς Παναχράντου μονῇ φέρων ἑαυτὸν δίδωσι, ζητήσας παρὰ βασιλέως καὶ τοὺς ἀπάξοντας, πρόφασιν μὲν ὡς ὑπερα σπιοῦντας, ἤν τις τῶν τοῦ κλήρου ἀπαιδεύτως ἐπ' ἐκεῖνον ὁρ μῴη, τῷ δὲ βαθυτέρῳ σκοπῷ τὴν τοῦ λειποταξίου ἐκφεύγων κα τηγορίαν, ὡς ἐκεῖνος ᾤετο, παρὰ θεῷ κρίνοντι. καὶ ταῦτα μὲν ἐπράττετο εἰκοστῇ ἕκτῃ μηνὸς Σκιρροφοριῶνος· (5) τοῦ δ' αὐτοῦ μηνὸς μετὰ τὴν τριακοστὴν τὸ πρὸς ἑσπέραν ἐντεθεὶς λίκνῳ ὁ Ἰωσήφ, μόνον οὐκ ἄπνους, πολλῶν παρ' ἑκάτερα παρεπομέ νων καὶ ἐπευφημούντων τὰ προπεμπτήρια, ἐφ' ὕμνοις καὶ κρό τοις ἀνθρώπων, ἔτι δὲ καὶ τῶν τῆς ἐκκλησίας συνακτηρίων κω δώνων, εἰς τὸ πατριαρχεῖον ἀνάγεται. οἱ δὲ τοῦ κλήρου μόλις τὴν ἑσπερινὴν ὑμνῳδίαν καθ' ἑαυτοὺς ἐκτελέσαντες, ἐπεὶ ὄρ θρος ἦν καὶ πρὸς τὴν ἐκκλησίαν ἀπήντων κατὰ τὸ σύνηθες, σφί σιν ἑαυτοῖς ἄβατον τὸν ναὸν κατενόουν, ὡς μηδὲ σημάντροις καὶ κώδωσιν ἠθροισμένοι· ὡς δὲ καὶ τὴν αἰτίαν ἐμάνθανον, 20 προστεταγμένον μηδ' εἰσιτητὸν εἶναι εἰς ἐκκλησίαν ἐκείνοις θεοῦ, ἔξω που στάντες καὶ τὰ τῆς εὐχῆς ἐκτελέσαντες (τὸ γὰρ τῆς ἑορτῆς περιφανὲς καὶ παραβαίνειν τὰ σφίσιν δοκοῦντα ἔπειθον τοὺς τοῦ κλήρου) τέλος ἐπὶ τῶν οἰκιῶν καθεσθέντες ἐκαραδόκουν τὸ μέλλον, καὶ τί δεῖ νοεῖν τοῖς παραγεγονόσι τὸ πρόσταγμα. ἐπέφωσκεν ἡ ἡμέρα, καὶ οἱ