8
μὲν ἐπιβατηρίους εὐχὰς ἐσχεδίαζον ὡς ἐπὶ τῇ μεγάλῃ ἐκκλησίᾳ καθαίρεσθαι προσδοκῶντες, οἱ δὲ ἐτέλουν ἁγιασμοὺς τοὺς δι' ὕδατος, καὶ πρόστωα καὶ ἐξώστωα ἀναστήματά τε καὶ κίονες, ἀλλὰ καὶ τίμιαι εἰκόνες τοῦ μεγίστου νεὼ διὰ τῆς τοῦ ὕδατος ἐπιρραντίσεως ἡγιάζοντο. διήρχετο τοί νυν τυφλῷ ποδὶ χειροκρατούμενος ὁ Γαλακτίων καὶ ἐπερράντιζε, καὶ τό, ὡς ἐκείνοις ἐδόκει, μύσος τῶν σεβασμίων εἰκόνων ὑπ' αὐτοῖς ἀπεκαθαίρετο ἁγιάζουσιν. ἐζήτουν δὲ καὶ οἱ ὁρῶντες ἀπολυμαίνεσθαι, (6) καὶ δὴ ἄλλα μὲν λαϊκοῖς ἄλλα δὲ ἱερωμέ νοις ἐσχεδιάζοντο ἐπιτίμια. καὶ τὰ μὲν τῶν λαϊκῶν μέλον ἦν ἐκτιθέναι τοῖς μοναχοῖς, καὶ ὡς σφίσιν ἐδόκει, πολλῶν καὶ ὀλί γων ἐτίμων τοῖς προσιοῦσιν, εἰ μὲν ἐπὶ μόνῃ ψαλμῳδίᾳ καὶ ἱεροῦ κλάσματος μεταλήψει τὰ τῆς κοινωνίας εἶχον, μετρίοις, εἰ δὲ καὶ ἐπὶ τῶν θείων δώρων μετοχῇ, ἐπιτιμῶντες τοῖς μείζοσιν. 21 ἀρχιερεῦσι δέ γε καὶ κληρικοῖς, αὐτοὶ τῷ πατριάρχῃ ὑποβαλλό μενοι ἐκείνῳ προσανετίθουν τὰ πρόστιμα. καὶ δὴ νοσοκομουμέ νου αὐτοὶ πράττοντες, ἔστι δ' οὗ κἀκείνῳ τὰ τῆς ἰδίας προσα νατιθέμενοι γνώμης, ἐν πολλοῖς ἑπομένῳ καὶ ἄκοντι, καθίστων τὴν ἐκκλησίαν ὡς σφίσι δέδοκτο. ποιναὶ γὰρ βαρεῖαι τοῖς κατά τι προστησομένοις εἵποντο. ὅθεν καὶ τοῦ ναοῦ πᾶσιν ἐγκεκλεισμέ νου, τῶν ἀρχιερέων προσελθόντων ἐφ' ᾧ καὶ μαθεῖν ἐπὶ τίσιν αἰτίαις πράττοιεν ταῦτα, αὐτοὶ τὸν μὲν πατριάρχην προθέντες ἄψυχον οἷον φόρτον, τὸν δὲ μοναχὸν Γεννάδιον προστησάμενοι, τὰ φρίκης ἐκεῖνα πλήρη ἀπελογοῦντο, ὡς παρανενόμηται μὲν σφίσι τὰ μέγιστα, παραβέβασται δὲ τὸ ἱερὸν εὐαγγέλιον. ἐφ' ᾧ καὶ δεινοπαθήσασι ταραχὴ καὶ θόρυβος ἐγεγόνει, καὶ κατεμέμ φοντο τοῦ εἰπόντος, καί γε τοῦ πατριάρχου διεπυνθάνοντο εἰ αὐτοῦ θέλοντος λέγοιντο ταῦτα. ὁ δὲ ἀπέσκωπτε τὸν εἰπόντα, καὶ ὡς οἷόν τε τὰ παριστάμενα προσωμάλιζε. τέλος ἐκτιθεῖσι γνώμην τοῦ πατριάρχου καὶ ἐπ' ἐκκλησίας ἀναγινώσκουσιν, ἀρ χιερεῦσι μὲν καὶ κληρικοῖς τρίμηνον καιρὸν προστιμῶντες, λαϊ κοῖς δὲ κατὰ τὸ μέτρον τῆς κοινωνίας, πλὴν ἐπ' ἔλαττον τὰ τῶν ἐπιτιμημάτων τάττοντες. τοῖς δέ γ' ἀρχιδιακόνοις, τῷ τε Μελιτηνιώτῃ φημὶ καὶ τῷ Μετοχίτῃ, ὅτι πρέσβεις ἐκπεμφθέντες 22 πρὸς βασιλέως ξυνῆλθον τῷ πάπᾳ λειτουργοῦντι καί γε συνί σταντο, ἐπείπερ καὶ ἐνταῦθα οἱ ἀμφὶ τὸν Παράστρον Ἰωάννην φρέριοι, καὶ αὐτοὶ πρὸς τοῦ πάπα κατὰ πρεσβείαν σταλέντες, οὕτως ἔπραττον λειτουργοῦντος τότε τοῦ πατριάρχου Ἰωσήφ, καί γ' ἀνεκτὸν ἐδόκει καὶ μηδὲν ἔχον πρόκριμα, ἀλλ' ὅμως ἐπὶ τοιαύ ταις αἰτίαις ὡς παραβᾶσι τὰ μέγιστα τέλειαν ἐπῆγον καθαίρεσιν. 7. Εἶτα μηνὸς Ἑκατομβαιῶνος πέμπτης ὀψὲ ἱκανῶς τὸν ναὸν καθαγνίσαντες (ἤπειγε γὰρ ἡ τῶν θεοφανείων ἑορτὴ) εἰς κοινωνίαν τοῦ ψάλλειν τοὺς τῆς ἐκκλησίας παραλαμβάνουσι. καὶ δὴ τελεσθέντων τῶν ὕμνων, ἐπεὶ ἔδει καὶ τὴν τοῦ ἁγιάσματος γίνεσθαι τελετήν, συνέρχονται μὲν ἀμφὶ τὴν φιάλην τῆς ἐκκλη σίας ἅμα μὲν ἐκεῖνοι ἅμα δὲ κληρικοὶ ἅμα δὲ καὶ λαός, ὅσοι τῶν Γραικῶν καὶ ὅσοι τῶν Ἰταλῶν, προϊστῶσι δὲ τὸν τυφλὸν Γαλακτίωνα τῆς τελετῆς ἔξαρχον, καὶ ὑπὸ πολλῷ καὶ δαψιλεῖ τῷ φωτί, δοθέντων κηρῶν καὶ αὐτοῖς Ἰταλοῖς, τὰ τῆς ἑορτῆς ἐτε λοῦντο. καὶ οἱ μὲν ταῦτα, τοῦ βασιλέως, ὡς σφίσιν ἤρεσκε, πάνθ' ὑφιέντος πράττειν. ὡς ἂν γοῦν μόνον τὰ τῆς χθεσινῆς καταιγίδος καταστορεσθεῖεν, ἧς χάριν δῆλος ἦν τοῖς ἀμφ' ἐκεῖ νον πιστοῖς καὶ πρότερον ὀδυνώμενος, τῷ πατρὶ συνάρχων τε καὶ συμπράττων, εἰ καὶ μηδ' ὅλως ἀντιβαίνειν εἶχε, ταῖς τοῦ καιροῦ δυσκολίαις ἀγχόμενος. οἱ μὲν οὖν οὕτως συμπαραλαβόν 23 τες καὶ τοὺς τοῦ κλήρου, ἄλλοι δέ γε τοὺς Ἰταλοὺς ὁρῶντες ἱστα μένους μετὰ κηρῶν, δι' οὓς χθὲς καὶ πρὸ τρίτης ἡ ἐκκλησία καθαιρομένη ὑπ' εὐχαῖς ἱλαστηρίοις ἠνοίγετο, ὀνείρους ἐδόκουν ὁρᾶν τὰ τελούμενα. ἀλλ' ὁ τότε καιρὸς ἐξεχώρει, καὶ τοιαῦτα τέως ἐπράττετο. ὁ γὰρ βασιλεύς, νοῦς ὢν ἐκεῖνος φιληδῶν τῷ καλῷ, καὶ τῆς ἐκκλησίας εἰρήνης καὶ αὐτὴν ψυχὴν προϊέμενος, ἠφίει πόλλ' ἄττα καὶ παρὰ τὴν αὐτοῦ γνώμην γίνεσθαι, μόνῳ τῷ τέλει πιστεύων, ἵν' εἴ πως ἐντεῦθεν ὁ λαὸς εἰρηνεύσειε τῶν τῆς διχοστασίας ἀπαμβλυνθέντων κέντρων. παρ' ἣν αἰτίαν καὶ