1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

9

σφίσιν ἐξεκεχώρητο πράττειν, καὶ τὰ δεινὰ ἐφῆπται ὡς παραβε βηκόσι τοῖς κοινωνεῖν ἀναγκασθεῖσιν, ὅπου γε κἂν εἰ κακίας δί κας ὑπέχειν ἐδικαιοῦντο διὰ ταῦτα ἃ δὴ καὶ βιασθέντων ἐπράχθη σαν, ἄλλους ἐχρῆν εἶναι τοὺς προστιμῶντας, οὐ τοὺς χάριν βα σιλικῆς εὐμενείας βιασαμένους, οἳ δὴ καὶ μίαν εἶχον τῆς μὲν πλημμελείας ἀπολογίαν τῆς δὲ προστροπῆς ἀποφυγήν, εἰ καὶ αὐ τοὶ χωροῖεν ὁμόσε τοῖς βιασθεῖσιν. ἀλλ' οὔπω ταῦτα. ἔτι δ' ὑπετύφετο τοῖς ταλαιπώροις τὸ χαλεπόν, κἂν τέως λόγοις ἡμέ 24 ροις καὶ τῇ τοῦ πατριάρχου ἐνστάσει ταῖς ἀληθείαις συνεκαλύπτε το. τοῖς μὲν γὰρ τῶν ἐσχάτων προστιμᾶν ἐδόκει ὡς πλημμελή σασι καὶ τὰ ἔσχατα, πατριάρχῃ δὲ τὴν βίαν εἰδότι καὶ τὴν πάλαι τοῦ βασιλέως ἐπίθεσιν, ὡς καὶ καθοσιώσεως τοὺς ἀνθισταμένους ἐγκαλεῖσθαι καί γε δὴ τὰ τῶν καθωσιωμένων εἰς τιμωρίαν ὑπέ χειν, συγγνωστὰ τὰ ἐκ βίας διεγινώσκοντο. πλὴν ἀλλ' αὐτῷ μὲν μέλον ἦν τῶν νοσοκομιῶν, ἐκεῖνοι δὲ τοὺς ἀρχιερεῖς ὑπο ποιούμενοι τὸ πᾶν τῆς αἰτίας προσανετίθουν τῷ γε πατριαρχεύ σαντι, ὥσπερ ἂν οὐκ αὐτὸς ἦν, ἄλλου μὴ καταδεξομένου τὴν τοῦ θρόνου τιμήν. πλὴν τὸ δύσζηλον, ὥσπερ ἀλόγοις, οὕτω δὴ καὶ λογικοῖς ἐφῆπται. καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀμη γέπη τῶν μώμων ἀνίεσαν καὶ τῆς μέμψεως, πλέον δ' ἐκείνῳ ἐπεῖχον ὡς ἀδικήσαντι, καί γε αὐτὸν μηδ' ἐν ἐπιεικέσι λογίζε σθαι σπουδὴ ἦν πάσης ἀσχολίας καθυπερτέρα. εἰς τί γὰρ ἔδει καὶ κρίνεσθαι, καὶ μᾶλλον διὰ τὸ εἶναι ποιμένα τὸν τοῦ θρόνου καθαιρεθέντα τοῦ πρώτου προτιμηθέντος, κἂν καλῶς εἶχε τῆς γνώμης κἂν μή, εἰ μή γε αὐτὸν μὲν ἐβούλοντο ἀχρειοῦν, τοῖς λοιποῖς δὲ προστρίβειν ἄγος τὸ μέγιστον, καὶ οὓς τέως εἶχον κατ' ἐκείνου συλλήπτορας ὡς ὀρθοσεβεῖς σφαλέντος, τούτους καταδι 25 κάζειν ὡς κοινωνοὺς ἐσφαλμένου καθύστερον, ὡς καί τινα τότε τῶν ἐχεφρόνων λέγειν (ὁ Ἀδριανουπόλεως δ' οὗτος ἦν ὁ Θεόκτι στος) ὡς νῦν μὲν εἰς ὄπτησιν τὴν ἐκείνου ὀβελοῖς ξυλίνοις χρῶν ται τοῖς κρίνουσιν, ὕστερον δὲ καὶ αὐτοὶ πυρὶ δοθέντες καυθή σονται· ὃ καὶ γέγονεν ὕστερον.

8. Τότε δ' οὖν ὑποποιούμενοι μὲν ἀρχιερεῖς, ὑποποιού μενοι δὲ παντοίως καὶ τὸν Ἀλεξανδρείας πατριάρχην Ἀθανάσιον, ἄνδρα πολλοῦ τινὸς ἄξιον, θρόνους τε προτιθεῖσι δύο, ὃν μὲν κενὸν εἰς τιμὴν καὶ σχῆμα τοῦ πατριάρχου Κωνσταντινουπόλεως, ὃν δὲ τὸν Ἀλεξανδρείας προκαθεζόμενον ἔχοντα. καί γ' ἑαυτοὺς καθιστῶσιν εἰς δικαίῳ τοῦ πατριάρχου ἤδη νοσοῦντος τοποτη ροῦντας, σύνοδόν τε συγκροτοῦσιν ἀρχιερέων, παρόντος μὲν ἐκεῖσε καὶ τοῦ μεγάλου λογοθέτου, παρόντος δὲ καὶ Γεωργίου τοῦ Κυπρίου καὶ τοῦ ῥήτορος Ὁλοβώλου, ἄρτι ἐκ τῆς τοῦ με γάλου Ἀγροῦ μονῆς ἐπιδεδημηκότος τῇ Κωνσταντίνου, καί γε τοῦ μοναχοῦ Θεοδοσίου Σαπωνοπούλου, ὃν ἐν πρωτονοταρίοις ἔχοντος τοῦ κρατοῦντος ὁ μοναχὸς διεδέξατο βίος, καὶ ἄλλων πλείστων προκαθημένων. καὶ τὰ τῶν γραφέντων εὐθύνειν ἠβού λοντο, οὐκ εἰρηνικῇ σκέψει μᾶλλον, τὸ μὲν ἀσφαλὲς ἐγκρίνοντες τὸ δ' ἀπεμφαῖνον εὐθύνοντες· ἀλλ' ὅτι τὰ σκάνδαλα ᾔρετο, κἂν 26 καλῶς οἱ γράφοντες εἶχον τῆς δόξης, οὐχ ὅπως ἔκρινον ἐξετάζειν, ἀλλὰ μόνον ὅτι καὶ δόγματα ἐλαλήθησαν καὶ γραφαὶ ἀνεπτύχθη σαν καὶ λόγοι πατέρων εἰς ἀκοὴν ὠτίου ἐτέθησαν, μεγίστην ταῦτα παραβασίαν ἡγούμενοι, τοὺς μηδ' ὅ τι καὶ αἵρεσις εἴη γι νώσκοντας ὡς τὰ μέγιστα παραβάντας ἔκρινον, καὶ μηδὲν ὀρθοῦ ὅλως παρεκκλῖναι διατεινομένους λιβέλλους ἐζήτουν πίστεως. εἰ δ' ἔγρυξέ τις περὶ δογμάτων γράψας, οὐ τὸ γραφέν, τὸν γρά ψαντα δ' αἰτιώμενοι καταδίκαις ὑπῆγον ἐσχάταις. καὶ προηγου μένως αὐτὸς δὴ ὁ τῶν λογοθετῶν μέγας, ὁ καὶ πῦρ πνέων ὑπὲρ δογμάτων, ὡς ἐῴκει, παρεῖχε τὸ σύγγραμμα καίεσθαι, οὐχ ὅτι ἔσφαλταί οἱ, καθὰ δὴ καὶ αὐτὸς ἔνορκος ἐπὶ τῇ συνόδῳ διωμο λόγει, αὐτόθεν λογογραφοῦντι περὶ δογμάτων, ἀλλ' ὅτι γρά φειν ἐπῄει καὶ συντάττειν πατέρων ῥητὰ χρήσιμά πως δοκοῦντά οἱ πρὸς τὰ τότε τελούμενα, ταῦτα καὶ πολλῶν πρότερον καὶ με γάλων αὐτοῖς δὴ συγχρησαμένων ἐφ' ὁμοίαις ταῖς ὑποθέσεσιν· 27 ἀλλ' ὅμως ἐπείπερ οὐκ ἐν