13
οὕτω ταῦτα, βασιλεὺς δ' οἰόμενος πραγμάτων ἀπαλλαγῆναι τὸ πᾶν κατορθοῦν ἐνόμιζε. τὸ δ' ἄρα ἦν ὄνειρος.
(12) οἱ γὰρ Ἀρσενιᾶται ἀδείας κἀκεῖνοι λαβόμενοι πείθοντος 37 τοῦ καιροῦ, καὶ πανταχόθεν ὑπεξαναδύντες τῶν φωλεῶν, τοῦ βασιλέως ἀνιέντος ὡς κἀκείνους εἰς εἰρήνην ἄγειν ἐλπίζοντος, ὑπέ τρεχον τοὺς πολλούς, καὶ μᾶλλον θαρροῦντες ἐπ' Ἀνδρονίκῳ τῷ ἀπὸ Σάρδεων, ὃν ὅσον οὔπω ἤξαντα προσεδέχοντο, εἶναί τε τὸν Ἰωσὴφ ὑπ' ἀφορισμὸν ἐκ τοῦ πατριάρχου Ἀρσενίου διεβεβαίουν, καὶ τὴν ἐκείνου κοινωνίαν μὴ ὅτι γ' ἐκεῖνοι ὡς ἄγος ἐξέκλινον, ἀλλὰ καὶ πολλοὺς ἔπειθον φεύγειν, ὥστε καὶ ὁσημέραι πλείους ἐκείνοις προστίθεσθαι, κἀξ ὀλίγων τῶν πρώτων πολλοὺς γίνε σθαι. ἀλλ' ἐφ' ὅσον μὲν ὁ Ἰωσὴφ ἀρρώστως ἔχων τοῦ σώματος τῆς πατριαρχείας ἐπείληπτο, καιρὸν ἥκιστ' εἶχον ἐκεῖνοι πρὸς βα σιλέα· τὸ γὰρ σφῶν ἀκατάλλακτον οἱ τοῦ Ἰωσὴφ ἐκ πλείστου εἰ δότες, καὶ ὅτι αὐτοὶ μὲν πατριάρχην τὸν Ἰωσὴφ εἶχον, ἐκεῖνοι δὲ οὐδ' ἄξιον Χριστιανικῆς ὁμιλίας ἔκρινον, καὶ διὰ ταῦτα ἀδύ νατον τὴν ξύμβασιν κρίνοντες προκατελάμβανον βασιλέα, μαρ τυροῦντες σφίσι τὰ χείριστα, καὶ ὡς οὐδ' ἐπ' ἀγαθοῖς αὐτῷ βα σιλεύοντι ἐκεῖνοι τὴν ἐκκλησίαν σχίζουσι λέγοντες φροντίσιν οὐ ταῖς τυχούσαις ἐδίδουν. ἐπεὶ δ' ἐκραταιοῦτο τῷ πατριάρχῃ ἡ νόσος, καὶ ἤδη ἐς ἅπαν ἐκλελυμένος ἦν ὡς καὶ τὸν θάνατον ἀπεκ δέχεσθαι, καὶ διὰ ταῦτα παρῃτεῖτο τὴν προστασίαν, καὶ γράμμα 38 προύβαινε παραιτήσεως, ὑπορρέουσι μὲν οἱ τούτου, εἰς πλῆθος δὲ ξυστάντες ἐκεῖνοι, ὡς καὶ τὸν πάνυ θαρραλέον δεδιέναι καὶ τὴν ἐκείνων ὑποποίησιν ἀναγκαίαν ἡγεῖσθαι, λόγου μείζονος ἀξιοῦσθαι, νεύσαντος ἐπὶ τούτους τοῦ βασιλέως, καὶ πολλῷ τινὶ νικῶνται τὸ πλῆθος τοὺς τοῦ Ἰωσήφ. ἐξῆρχε μὲν οὖν ἐκείνων ἔνθεν μὲν ὁ Ταρχανειώτης Ἰωάννης καὶ τοῦ βασιλέως αὐτανέψιος (τῆς γὰρ Μάρθας τῶν τριῶν υἱέων ὕστερος ἦν), σὺν ᾧ δὴ καὶ αἱ ἀδελφαὶ τούτου, ἥ τε Θεοδοσία καὶ ἡ Νοστόγγισσα, ἐκεῖθεν δὲ ὁ προδηλωθεὶς Ὑάκινθος. εἶχον δὲ καὶ τὸν ποτὲ Σάρδεων προηγούμενον, ὃς δὴ καὶ πρὸς βασιλέα συχνὰς προσόδους ποιού μενοςὁ γὰρ Ἰωάννης καὶ προσγενὴς ὤν, ἀλλ' ὅμως ἐπ' ἀκρι βείᾳ μεγίστῃ κατορθῶν τὰ τοῦ ζήλου, ὡς ᾤετο, πλεῖστα τῶν περὶ τὸν Ὑάκινθον κατεγίνωσκε καὶ τὰ πολλὰ καὶ αὐτῶν ἀπεσχίζετο. διὰ ταῦτ' ἐκεῖνος τὰ τῆς παρρησίας σφίσι προωδοποίει, ὡς ἀσφαλὲς εἰς ὃ καὶ λέγοιεν ἕξουσιν.
13. Ἐν τοσούτῳ δὲ καὶ μηνὸς ἐνισταμένου Κρονίου νόσῳ τε καὶ γήρᾳ τρυχωθεὶς Ἰωσὴφ ἐκδημεῖ, καὶ ὁ νεκρὸς ἐκείνου τῇ μονῇ τοῦ ἁγίου Βασιλείου εἰς ταφὴν δίδοται. ὁ μέντοι γε βασι λεὺς ἀπαλλαγεὶς ἐκείνου τοὺς Ἀρσενιάτας ὁρμῇ μεγίστῃ ἐπειρᾶτο 39 καταλαβέσθαι, καὶ δὴ τὴν πρὸς αὐτὸν ἀνεικὼς πρόσοδον λόγοις ἐπείρα παντοίοις. τὰ γὰρ παρὰ τῶν Ἰωσηφιτῶν κέντρα, καὶ μὴ παρόντων πλήξαντα, οὐλὰς ἐνεποίει καὶ φόβου καὶ ὑπονοίας, καὶ παντός γε μᾶλλον διὰ ταῦτα τέως αὑτοῦ γε χάριν τὰ κατὰ σφᾶς ἀνέκρινε, Πάτροκλος δ' ἔδοξεν Ἰωσήφ, τῷ μὲν φαινομένῳ, δέει τοῦ μὴ σχισθῆναι τοὺς ἀμφ' ἐκεῖνον παροραθέντος ἐκείνου, ὡς δέ τινες ὑπενόουν, μερίμνῃ τῇ περὶ αὐτοῦ μεγίστῃ, μὴ τὰ τῆς στεφηφορίας ἐκείνου μωμεύοιντο δόξαντος ἀνιέρου ὅλως ἐκεί νου καί γε φέροντος ἄγος ἀφορισμοῦ. ὅμως πολὺς ἦν τὰς γνώ μας ἐκείνων ὑποποιούμενος, τοῦτο μὲν φιλοφρονούμενος λόγοις, τοῦτο δὲ καὶ τοῖς κατὰ σφᾶς ἐδωδίμοις ἀρκούντως δωρούμενος. οἱ δὲ τὰ μὲν τῆς ὑπονοίας τοῦ βασιλέως ὡς εἶχον ἐξεθεράπευον, τὰ δὲ καθ' αὐτοὺς συνιστῶντες ὡς ἐνδίκως καὶ τρόποις θείας βουλῆς ἐξημμένοις σχίζονται, πρὸς θεοσημείας ἀπεῖδον καὶ τέ ρατα. καὶ δὴ σφίσι ναὸν εἰς προσευχὴν ζητήσασιν, εἴ που μό νον ἐκ παλαιτάτου τὰ τοῖς ἱερεῦσιν νομιζόμενα ἠπράκτουν ἐκεῖ, 40 ὡς μηδὲν ἐπιφέρεσθαι τῶν ἐσύστερον μετὰ τὸν πατριάρχην πρα χθέντων Ἀρσένιον ἄγος, ὡς ᾤοντο, ὁ τῶν ἁγίων πάντων ναὸς ἐδίδοτο, εὖ μὲν μεγέθους καὶ κάλλους ἔχων ἅμα μὲν εἰς ὑποδο χὴν τῶν ἀφικνουμένων ἅμα δὲ καὶ εἰς οὐ μετρίαν παραψυχὴν καὶ τέρψιν, ἐκ παλαιοῦ δὲ κεκλεισμένος, ὡς μηδὲ πολλοὺς μεμνῆ σθαι ἤν τί που καὶ ἐτελέσθη ἐν