15
δὴ τὸν πατριάρχην ὕστερον κα 44 θυποκλίνειν εἰς εὐλογίαν τὴν παρ' ἐκείνου, οὐ χρείᾳ μᾶλλον ἢ κολακείᾳ καὶ ὑποποιήσει σφοδρᾷ καὶ ἀφύκτῳ, τὸ ἱκανὸν ἔχειν καὶ βέβαιον ἐπὶ ταῖς ψήφοις ἐπίστευεν. ἐπεὶ δ' ἔδει καὶ τελεῖσθαι τὰ μείζω ὡς εἴθιστο, οἱ δ' ἀρχιερεῖς ὠβελίζοντο (καὶ πῶς γὰρ οὐ; ὅπου γε καὶ εἰς ψήφους μόνας οὐκ ἠξιοῦντο), τῶν τινὶ ἐπι σκόπων Κοζύλης, πεμφθέντι κατὰ χρείαν πρεσβείας ἐκ δυτικῶν, καὶ ἀχράντῳ δόξαντι ἐπὶ τοῖς πραχθεῖσι πάλαι ὡς ξένῳ μάλα τῶν ἡμετέρων, γλυκὺς ἀγκὼν ὃ δὴ λέγεται (τινὲς γάρ, ὡς ἐλέγετο, ἦσαν οἱ καὶ τοῦτον ἐς ἅπαν εἰδότες, τῷ μεγάλῳ κυρίῳ Φιλίππῳ, περὶ οὗ καὶ φθάσαντες ἱστορήκαμεν, καὶ ζῶντι ἱερατικῶς ἐκδου λεύοντα, καὶ σφαγέντος, ἐπὶ χρυσέου πίνακος προκειμένης τῆς κεφαλῆς, οὕτω δόξαν τῇ συζύγῳ Φραντζαίνῃ, τὰ τῶν ἐπιτελευ τίων ὕμνων εἰς μνήμην ἐπιτελοῦντα), τὰ τῆς τελετῆς τοῦ πα τριαρχεύσοντος ἐγχειρίζουσιν· ὃς δὴ καὶ τοῦ αὐτοῦ Κρονίου μη νὸς παραλαβὼν ἐκεῖνον εἰσάγει τὴν τοῦ Προδρόμου τῆς πέτρας μονὴν σὺν ὀλίγοις τισί, καὶ ναὸν εὑρόντες ἐπ' ἀμπελῶνος, ἀργὸν ὡς ἐδόκει κἀκεῖνον ὄντα, ἐκεῖσε τὰ εἰκότα τελέσας μοναχὸν μὲν ἐκ λαϊκῶν ἀποδείκνυσι, διάκονον δ' ἐξ ἀναγνώστου χειροτονεῖ. τῆς δ' αὐτῆς ἡμέρας καὶ πατριάρχην ὁ βασιλεὺς ἐκεῖνον προβάλ 45 λεται. ἐντεῦθεν ἐκεῖνος ἐκκεχωρημένον ἔχων διὰ προτροπῶν ἐνερ γεῖν τά οἱ προσήκοντα, τὸν τοῦ Ἀκακίου, ἀνδρὸς εὐλαβοῦς καὶ τὰ πολλὰ συντετηρημένου καὶ ἐπὶ τοῖς χθὲς πραχθεῖσι δόξαντος ἀμφιγνωμονεῖν, μαθητὴν Γερμανόν, εὐλαβῆ γε κἀκεῖνον ἐς ἅπαν καὶ τὸ ἦθος ἁπλοϊκὸν ὡς καὶ ἐν πνευματικοῖς ταχθέντα τῷ πα τριαρχεύσαντι, ἅμα μὲν σὺν τῷ Κοζύλης πρόεδρον Ἡρακλείας τῆς κατὰ Θρᾴκην καὶ χειροτονητὴν ἑαυτοῦ ψηφίζονται, ἅμα δὲ τῷ ἐπισκόπῳ προτρέπεται, οὕτω τοῦ καιροῦ σχεδιάζοντος, εἰς μητροπολίτην χειροτονεῖν· καὶ ὁ τῆς παλαιᾶς Εἰρήνης θεῖος ναός, πολλὰ καταπλυνθείσης πρότερον τῆς ἱερᾶς καὶ μυστικῆς τραπέ ζης καί τισιν ἁγιασθείσης εὐχαῖς, τὴν ἐκείνου εἶδε χειροτονίαν. αὐτὸς δ' αὖθις κἀκεῖνος πρῶτον μὲν ἱερέα, εἶτα δὲ κἀν τῇ λαμ πρᾷ ἑορτῇ τῶν βαΐων ἀρχιερέα τὸν πατριάρχην χειροτονοῦσιν. οὐ χεῖρον δὲ μικρὰ καὶ περὶ τῆς χειροτονίας διαλαβεῖν.
15. Ἥγνιστο μὲν εὐχαῖς τε καὶ ἁγιάσμασιν ἡ τῆς μεγί στης ἐκκλησίας ἱερὰ τράπεζα, συνήγοντο δὲ περὶ τὸν χειροτονη θησόμενον οἳ δὴ καὶ τῶν σχιζομένων συγκατεκλίνοντο, ἄνδρες πρὸς μὲν τὰ τελούμενα ἀμαθεῖς, δόξαντες δὲ τῷ ζήλῳ προστε τηκέναι. μαρτύριον δὲ τὸ μηδ' εἰδέναι μηδ' ὅλως μὴ ὅτι γε χει 46 ροτονίας τάξιν, ἀλλ' οὐδ' αὐτὴν τὴν τοῦ βήματος, ὡς καὶ κιν δυνεύειν διὰ ταῦτα παροραθῆναι τὴν ἐκείνων ἀκριβῆ παρατήρη σιν. ἐκείνοις γὰρ ἦν ὁ σκοπὸς ἀπερεῖν κληρικοῖς μὴ παρεῖναι μηδ' ὄψιν προσβάλλειν τοῖς τελουμένοις, κἂν ὅστις καὶ εἴη· ἡ δ' ἀνάγκη τῶν πραττομένων, ὡς εὐοδοῖντο τὰ τῆς τελετῆς ἁμη γέπη, ἕνα τῶν τοῦ κλήρου προσληφθῆναι, καὶ ἐν αὐτοῖς τοῖς ἀδύ τοις τὸ μέγιστον, τὸν ἐκκλησίαρχον ἔπειθεν, ἐφ' ᾧ ξυνεπιλαμ βάνειν σφίσι καὶ πράττοντα καὶ διδάσκοντα. καὶ οὕτω μὲν ἐκεί νοις ἀποχρῆν ἐπὶ τοῦ παρόντος ἐδόκει, εἰ παραβάντες τὸ μέρος τὸ καθόλου διαφυλάττοιντο. οἱ δὲ τοῦ κλήρου τῆς ἐκκλησίας μὲν τὸ παράπαν ἐξεκλείοντο, ὅπου γε καὶ αὐτὸς ὁ μέγας λογοθέ της, μηδενὸς κωλύοντος, ἀλλ' αὐτός γε κρίνων τὴν ἀπουσίαν ἑαυτοῦ ἀξίαν τοῖς τελουμένοις, μακρόθεν ἐπεζυγωμένης τῆς πύ λης ἱστάμενος μόλις ἑώρα καὶ τῷ ὑπεσταλμένῳ τοῦ ἤθους τὸ ἀνάξιον παρεδείκνυ· ἄνω δέ που τῶν κατηχουμενείων παραβυό μενοι ὀπτῆρας εἶχον τοῦ μὴ παρακύψαι μηδ' ἰδεῖν τὰ πραττό μενα, ὡς ἐντεῦθεν κωλυθησομένου δῆθεν τοῦ μὴ δυναμένου ὑπέ 47 χεσθαι τῷ ἀξίῳ τῆς τῶν συμπαρόντων ἀναξιότητος χάριν δι' ἀ γαθότητα πνεύματος. ἐπεὶ δὲ καὶ τὰ τῆς τελετῆς διήνυστο, καὶ τρισὶ προηγιασμένοις ἄρτοις, ὡς ταῖς τρισὶν ἡμέραις τῆς μεγά λης ἑβδομάδος ἀρκέσουσι, τὸ τῆς ἐκκλησίας πυξίον ἐνικανοῦτο, ὁ πατριάρχης πρὸς βασιλέα αὐτόθεν ἀπήντα ἐκτελέσων μετ' ἐκεί νου τὴν ἑορτὴν κατὰ τὸ σύνηθες, οἱ δὲ καὶ αὖθις τῶν ἱερῶν συνάξεων ἐξεκλείοντο, παρ' οὐδὲν θεμένων