17
καὶ εἰς πατέρα τῷ βασιλεῖ, ὡς δ' ἐγώ τινων ἤκουσα, ἀνδρῶν μὴ οἵων τε ψεύ δεσθαι, καὶ δικαίῳ θεοῦ, οὐ παρ' ἄλλων, ἀλλ' αὐτὸς παρ' ἑαυτοῦ ἑαυτὸν φημίζων, καὶ λέγων φυλάττεσθαι γὰρ παρὰ τῆς 51 προνοίας ἐφ' ᾧπερ ἐκδικῆσαι τὸ θεῖον τοῖς ἀνιέροις ἐπεξιόντα. καὶ τό γ' ἐλεεινὸν καὶ ξένον, τὸ ἐπ' ἄλλοις μὲν τοὺς ἐκχωροῦντας ἐφιέναι ταῦτα γίνεσθαι, ἐπ' ἄλλοις δ' ἐκεῖνον τὰς ἐκδικήσεις ποιεῖν ἑτοιμάζεσθαι. ἐκείνοις μὲν γὰρ ἦν θελητὸν τὰ χθὲς καὶ πρὸ τρίτης ἐπὶ τῷ πάπᾳ πραχθέντα κατὰ κανόνας τέως, ὡς κἀ κεῖνοι ἔλεγον ἀξιοῦντες, μετιέναι καὶ καθιστᾶν, ἐκείνῳ δὲ τὰ πάλαι ξυμβάντα διὰ τὰ εἰς τὸν Ἰωάννην παρηνομημένα τὸν υἱὸν τοῦ Λάσκαρι βασιλέως, καὶ τὴν τοῦ πατριάρχου παρόρασιν Ἀρ σενίου διὰ τὴν ἐκείνου ζηλοῦντος παραθεώρησιν, καὶ τρίτον τὴν ἑαυτοῦ ὑποχώρησιν, ἐφ' οἷς δεῖν εἶναι κἀκείνους ξυνέπεσθαι ἀρ χιερεῖς γε ὄντας, καὶ τῷ πατριάρχῃ συναίρεσθαι σὺν αὐτῷ τῆς σπουδῆς, μὴ μέντοι ἀθετεῖν ἐκεῖνον καὶ ἄλλον ζητεῖν, καὶ αὐτὸν μὲν παρορᾶν ζηλοῦντα, ἀντεισάγειν δὲ τῇ αὐτοῦ ἐκκλησίᾳ τὸν Χαλαζᾶν· ἐφ' οἷς καὶ παρακεκνισμένος τοῖς μὲν καθ' αὑτὸν ἐχόλα καὶ παλαιοῖς, ὅσοι δὴ καὶ περιῆσαν εἰσέτι, ὅμως δ' ἐπει 52 λύων τὴν γνώμην κοινῶς ἐπεξῄει πᾶσι. τοίνυν καὶ πρόσταγμα μὲν ἐκτίθεται βασιλέως, αὐτὸν μὲν εἰς πατέρα τάττον, ὡς εἴρη ται, τὰ δέ γ' ἐκείνῳ δόξαντα βεβαιοῦν· ἀντιπροσωποῦντες δὲ τῷ κρατοῦντι οἱ ἀμφὶ τὸν Στρατηγόπουλον πέμπονται Μιχαήλ, ὃς ἐσαῦθις καὶ τῷ τοῦ πρωτοστράτορος τετίμητο ἀξιώματι· τό πος δὲ τῆς ἐκείνων συνάξεως συμπαρόντος καὶ πατριάρχου ὁ τῆς Βλαχερνῶν τῆς θεοτόκου ναός. ἦν δὲ σὺν ἄλλοις κἀκεῖνο προσ τεταγμένον, τὸν κατά τι τοῖς δόξουσιν ἀντιστησόμενον ὡς ἐπὶ καθοσιώσει κρίνεσθαι. προκάθηνται τοίνυν ἅμα μὲν πατριάρ χης, ἅμα δὲ καὶ ὁ Σάρδεων καὶ οἱ ἀμφ' ἐκεῖνον τῶν σχιζομένων παμπληθεῖς ὅσοι· οἱ δὲ τοῦ βασιλέως ἑτέρωθι ἔκδικοι τῶν πρά ξεων προσεκάθηντο. οἱ μέντοι γε ἀρχιερεῖς μετακεκλημένοι εἰσή γοντο κριθησόμενοι. καὶ πλέον οὐκ ἦν ἐκεῖσε τὸ ἀκουόμενον ὅτι μὴ "ἀχθήτω ὁ δεῖνα," καὶ κατὰ πρόσωπον ἡ κατηγορία ὡς πα ρηνόμησεν. ἦσαν δ' οὖν καὶ τῶν μοναχῶν, οἳ δὴ καὶ παρίστων ὡς ἐδιώχθησαν. καὶ εὐθὺς ὁ μὲν κρίνων "ἀρθήτω," οἱ δὲ τὸ "ὁ ἀσεβής" ἐπέλεγον, οἱ δὲ τῶν τοῦ παλατίου χειρῶν καὶ ποδῶν ἡμμένοι μετ' ἀτιμίας ἐξῆγον σύροντες τὸν κατάκριτον, τῶν δὲ μοναχῶν οἱ μὲν ἐδίδουν μεγαλοφώνως τῷ ἀναθέματι, οἱ δὲ καὶ 53 προσαπτόμενοι ἰταμώτερον διέσχιζόν τε μανδύας αὐτῶν καὶ διε τίθεσαν τὰ δεινὰ ὡς ἀναξίως δῆθεν φορούντων. τούτων οὕτω τελουμένων τῆς ἑβδομάδος ἐκείνης, καὶ μηδενὸς ἐκφυγεῖν δυνα μένου τὰς ἄρκυς τῆς τιμωρίας, ὁ μὲν πατριάρχης δυσαρεστῶν ἦν, ὡς ἐδόκει, καὶ τὸ πλεῖστον πραττομένων διαπεφωνήκει, ὅμως δ' εἴπετο καὶ τοῖς δόξασι κατετίθετο. κρύφα δὲ καὶ πονη ρὸν συνέδριον τὴν ἐκείνων σύνοδον καλεῖν οὐκ ἀπώκνει. τέλος, ἐπεὶ καὶ τοὺς μὴ ἑκουσίως ἀπαντῶντας πέμποντες καὶ ἄκοντας ὑπὸ βασιλικοῖς ὑπηρέταις ἔφερον, ζητοῦσι καὶ τὸν Κυζίκου Θεό δωρον. ὁ δὲ τῇ τοῦ Προδρόμου μονῇ ὡς εἶχε παραδυόμενος ἐπειρᾶτο διαφεύγειν τὴν τοῦ καιροῦ δυσκολίαν· οὐ γὰρ τὰ τῆς καθαιρέσεως ἐκείνοις τόσον ἦν ἐπαχθῆ ὅσον τὰ τῆς ἀτιμίας ἣν παρ' ὡνδηποτοῦν ὑφίσταντο. καὶ δὴ πέμπουσι τοὺς ἀπάξοντας. ὃ δ' ἀντέτεινε καὶ ἀντέσπα, καὶ ὡς λεπὰς πέτρας τῆς μονῆς εἴ χετο. ἀλλὰ καὶ ἄλλους ἐπισυνάπτουσι τοῖς προτέροις καὶ αὖθις ἄλλους, καὶ κατηνάγκαζον τῆς μονῆς ἀποστάντα τῷ κατὰ σφᾶς ἐπιστῆναι συνεδρίῳ. ὡς δ' οὐκ ἦν ὅλως πείθεσθαι καὶ βίαν ἐκεῖνοι προσάγειν ἠβούλοντο, αὐτὸς προκαταλαβὼν εἰσέρχεται τὰ ἄδυτα τοῦ ναοῦ, καὶ ὡς ἱερᾷ ἀσυλίᾳ τῇ μυστικῇ τραπέζῃ 54 χρώμενος, ἐκεῖθεν ἀντιπέμπειν τοὺς ἀπεροῦντας μὴ ἐξελθεῖν μήτε μὴν ἀφικέσθαι, κἂν ὅ τι καὶ πράττοιεν. ὡς γοῦν ἀνεσε σόβητο μὲν ἡ θήρα τοῖς ὑπηρέταις, ὑπέστρεφον δὲ κενοὶ πρὸς τοὺς ἀποστείλαντας, τῆς ἡμέρας ἐν τούτοις τελεσθείσης, ἐπα λαστήσαντα τὸν ὡς κριτὴν καθεζόμενον εἰπεῖν ὡς ἡ πρὸς τὸν Κυ ζίκου ἀσχολία πλείστας ἐπὶ τοῖς λοιποῖς πράξεις ἤργησε, καὶ μη δὲν προσθέντα ἀναστῆναι, κανόνα θέμενον καὶ ἐπὶ τοῖς