1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

18

λοιποῖς τῷ πατριαρχοῦντι, ᾧ δὴ στοιχῶν ἂν ἐκεῖνος τὰ ὅμοια καὶ τοὺς ἄλλους διάθοιτο. οὕτω μὲν οὖν ἐπὶ τοῖς προτέροις καὶ τῶν λοι πῶν ἐρήμην κατακριθέντων, τοῦτο πλέον σχόντων τὸ μὴ μετ' ἀτιμίας καθαιρεῖσθαι, πρὸς ἓν τοῦτο συμπαθῶν φανέντων τῶν καθαιρούντων, (18) μηνὸς ἐνστάντος Πυαντιῶνος, καθ' ὃν εἰς τέλος ἅπαν δένδρον καὶ πᾶν ἐκ γῆς ἀνατέλλον πεφύλλωτο, ψιάδες αἵματος οὐρανόθεν ἐφέροντο, ὅσαι μὲν εἰς γῆν ἔπιπτον, τοῖς χώμασιν ἐπειλυόμεναι μηδεμίαν παρέχουσαί τισιν αἴσθησιν, ὅσαι δὲ φύλλοις ἢ πέτραις ἢ ἱματίοις κατερράδατο, ἐπιμιαίνου σαι τὰ δεχόμενα, ἀκριβῶς παριστῶσαι τὴν φύσιν. ἐμοὶ μὲν οὖν ἀναμφιβόλως φάσκειν διὰ ταῦτα συμβῆναι κἀκεῖνα, οὐ πίστις ἔνε στιν ἀκριβής· ἱστοροῦντι δὲ λέγειν καὶ ταῦτα, κἂν ἐκείνων κἂν ἄλλων ἕνεκα γένοιντο, οὐκ ἀπᾷδον, οἶμαι, δοκεῖ. ἄλλους 55 μέντοι γε ἐκεῖνοι ταῖς ἐκκλησίαις ἀντισηκώσαντες, κατὰ τρόπον τὰ τῆς ἐκκλησίας ὡς εἶχον διίθυνον, τυραννοῦντες οἷον εἰς τὰ πολλὰ τούτων καὶ τὴν βασιλικὴν ἡμερότητα, ἑνὸς καὶ μόνου τὰ πάντα καταπροϊεμένου, τῆς κοινῆς ὁμονοίας καὶ καταστάσεως, ὡς ὑπέσχοντο.

(19) ἀπῄτουν μὲν οὖν καὶ τὴν Αὐγοῦσταν Θεοδώραν λίβελλον μὲν πίστεως, ἀποβολὴν δ' ἔγγραφον τῶν χθὲς γεγονότων, ἀσφάλειαν δὲ καὶ τοῦ μή ποτε ζητῆσαι περὶ τἀν δρὸς αὐτῆς ἐφ' ᾧπερ ἐν ψαλμῳδίαις ταφήσεται· καὶ τὸ ἐπὶ τού τοις ἆθλον, ὡς ἐπὶ τῆς ἐκκλησίας, φασί, βασιλικῶς σὺν τῷ υἱῷ μνημονεύοιτο. ἀπῄτουν δὲ καὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ὁμογνωμοσύνην μὲν ἐπὶ τοῖς καθαιρεθεῖσιν, ἀποβολὴν δὲ καὶ αὐτὸν τῶν πραχθέντων, ἐπεὶ καὶ αἰτίαις ταῖς προρρηθείσαις φθάσας συγκεκοινώνηκεν, ὡς ἂν καὶ αὐτὸς δηλονότι τὰ ὅμοια κατασφαλισάμενος ἐν τοῖς διπτύχοις τοῖς πατριάρχαις συμνημο νεύοιτο. τῷ γὰρ Ἀντιοχείας Θεοδοσίῳ τῷ Πρίγκιπι λεληθὸς μὲν δέος ἐμπίπτει μὴ καί τι δράσωσι τοῦτον τῶν ἀβουλήτων, φανε 56 ρῶς δ' ὑπερηφάνει καὶ ὑπερεώρα τῶν πραττομένων. ἀμέλει τοι καὶ πέμψας, τοῦ βασιλέως μὴ εἰδότος, παρῃτεῖτο κατὰ Συρίαν καὶ ἄλλῳ παρεχώρει τοῦ θρόνου· ἔτι γὰρ ἐσώζετο μὲν Τρίπολις, ἐσώζετο δὲ ἡ κατὰ Συρίαν Πτολεμαΐς, περιῆν δὲ Βηρυτὸς καὶ Σιδὼν καὶ Τύρος καὶ τὰ παράλια, τῆς Ἰταλικῆς ἀρχῆς κραταιοτέρας οὔσης τῶν Αἰθιόπων. οἱ δὲ τῆς ἐκκλησίας ἐκείνης δεξά μενοι τὴν παραίτησιν, κοινῇ ψήφῳ τὸν Ἁγιοσυμεωνίτην καθι στῶσιν Ἀρσένιον, ἄνδρα τὸ σύμπαν ἁγιοπρεπῆ καὶ σεβάσμιον, ὃν δὴ καὶ τέως μὲν οἱ ἐνταῦθα δεξάμενοι ἐπὶ τῶν ἱερῶν ἐκοινώ νουν ἐκείνῳ τῆς μνήμης διπτύχων, ὕστερον δὲ αἰτίαν σχόντα ἐκ φήμης ἡκούσης ὡς οὕτω συμβὰν τῷ ῥηγὶ τῆς Ἀρμενίας τῆς ἐπὶ τῇ ἐκκλησίᾳ ἐκοινώνησε στάσεως, μηδὲν ἀναμείναντες συνεξετά ζειν τὸ γεγονὸς εὐχερῶς ἐξαιροῦσι τοὔνομα. ἐκείνου δὲ μηδ' ἐς βραχὺ περιγενομένου (ἴσως γὰρ ἂν καὶ ἀπήντα πρὸς τὴν κατη γορίαν, εἰ περιῆν) οἱ ἀρχιερεῖς ἀμφιγνωμονήσαντες, οἱ μὲν κατὰ Κιλικίαν τὸν Πομπηϊουπόλεως ∆ιονύσιον, οἱ δὲ ἀμφὶ Συρίαν τὸν Τύρου Κύριλλον καθιστῶσι· καὶ τοῦ ∆ιονυσίου κραδαινομέ νου φθάνει προκριθεὶς ὑπὲρ ἐκεῖνον ὁ Κύριλλος. τὸν γοῦν Ἀλε ξανδρείας ἐνταῦθα παρόντα οὔτ' ὠδύνα τὸ μὴ τοῖς ἄλλοις συμ μνημονεύεσθαι (τὰ γὰρ τοῖς πολλοῖς συμβεβηκότα τὸ καθ' αὑ τὸν λυπηρὸν ἀπέκρυπτεν) οὔτε μὴν τὸ ἀξιοῦσθαι μετέχειν σφίσι 57 τῆς μνήμης ἔθαλπε· τὰ γὰρ παρὰ τὸ πρέπον πραχθέντα, οἷς κοινωνεῖν ἦν γεγονότα, συγκάταινον περιΐστατο.

20. Ἀλλὰ τούτων ἀνηρτημένων καὶ ἔτι ὁ βασιλεὺς τοῦ Τερτερῆ, ὃν δὴ βασιλέα Βουλγάρων ὁ λόγος ἐδείκνυ τοῦ Ἀσὰν ἐκεῖθεν ἀναχωρήσαντος, πέμψαντος καὶ ἀξιοῦντος περὶ τῆς γυ ναικὸς (τὴν γὰρ τοῦ Ἀσὰν αὐταδέλφην ὡς παρανόμως συζευχθεῖ σαν ἀπέστεργε, καὶ ἄλλως ὅτι καὶ τῆς ἐκεῖ ἐκκλησίας μὴ παρα δεχομένης αὐτὸν ἐν ἁγιασμοῖς, ὡς ἔλεγε, περὶ τὴν σύζυγον ἀνο μήσαντα) ταῦτα τοῦ Τερτερῆ διαμηνυομένου καὶ τὰς ἐσαῦθις ἀγα πῶντος σπονδάς, ἀποστείλας ὁ βασιλεὺς καὶ ἀγαγὼν τὴν γυναῖκα Νικαίαθεν (ἐκεῖ γὰρ καὶ συνετηρεῖτο) ἀπολύει πρὸς τὸν Τερτερῆν, πέμψοντα κἀκεῖνον αὐτίκα τὴν τοῦ Ἀσὰν ἀδελφήν, ὃ δὴ καὶ γέ γονε. καὶ