20
καὶ εἰρηνεύειν ὡς ἐν πυρὶ γεγονυιῶν τῶν συνθεσιῶν ἁπασῶν. ἦν ταῦτα, καὶ βασιλεὺς μὲν ὁλκὴν παρα σχὼν ἀργύρου ἐξ ἀφνειοτάτης χειρὸς (καὶ τί γάρ; ἀλλὰ καὶ αὐτὴν βασιλείαν προεῖτο ἄν, ὡς ἐδόκει, τῆς εἰρήνης ἐκείνων) τὸν πυ ροδέκμονα λέβητα ἐκέλευεν ἀργυροτυποῦσθαι, αὐτὸς δέ, ἐπεὶ καὶ ἡ μεγάλη καὶ ἁγία ἑβδομὰς ἐφειστήκει, ἡμέραν ἔχουσαν τὸ πλέον τοῦ μεγαλείου καὶ πρὸς τῇ ἀναστασίμῳ οὖσαν εἰς τὴν δο κιμὴν ἐκείνην ἐπέταττεν· ἡ δ' ἦν ἡ τοῦ μεγάλου πάντως σαββάτου. καθ' ἣν συναχθέντες ἅμα, πρότερον πολλὰ τὸ θεῖον 62 περὶ τῶν προκειμένων λιτανεύσαντες, ὑπὸ τοῖς ἁπάντων ὀφθαλ μοῖς, παρόντος ἐκεῖ καὶ τοῦ βασιλέως, εὐλαβῶν χερσὶν τοὺς τό μους ἐπίστευον, οἳ δὴ καὶ πᾶσαν ὑπονοίας αἰτίαν ὑποτεμόμενοι ἐμβάλλουσι τῷ πυρὶ τοὺς χάρτας, θεοκλυτούντων ἐκείνων καὶ τὰ θεοφιλῆ ποτνιωμένων ἐφ' ᾧ προσχεῖν τὸν θεὸν καὶ ἐμφανίσαι τὴν οἰκείαν βούλησιν, τὴν μακρὰν σφῶν ταλαιπωρίαν δυσωπη θέντα. ὡς γοῦν ἐνεβλήθησαν, καλάμη ἦσαν πρὸς κάμινον καὶ ἀμφότεροι, καὶ τὸ πῦρ οὐκ ἠγνόει τὴν ἑαυτοῦ δύναμιν, καὶ συνεπτυγμένων ἀραρότως ἐπελαμβάνετο, ὥστε καὶ μιᾶς ἢ καὶ δευτέρας ὥρας σποδὸν γενέσθαι καὶ ἀμφοτέρους. τότε γοῦν τελέως ἀποκαραδοκήσαντες, τρόπον τῶν τόμων, ὥσπερ ἐκεῖνοι πυρί, οὕτως οὗτοι βασιλεῖ ἐνεδίδουν καὶ δῆλοι ἦσαν ὑποκλινοῦν τες τῷ πατριάρχῃ. ὁ μέντοι γε βασιλεὺς διαχυθεὶς οἷον ἐκεῖθεν ὥς τι δράσας τῶν θαυμαστῶν (θαυμαστὸν γὰρ ἐδόκει γνώμας ἰσχυρὰς ἐν ἀκαρεῖ μαλαχθῆναι), ὡς ἤδη τὸ ὅλον κατωρθωκὼς ἐξ αὐτῆς λαφυραγωγηθέντας προσάγειν τῷ πατριάρχῃ ὡς εἶχεν ὥρμα, καὶ κρυμώδη κατανίφοντος ἠφροντίστει, καὶ λαβὼν ἐκεί νους ἅμα πεζῇ βαδίζων ὀψὲ σαββάτου τῷ πατριάρχῃ παρίστησιν. 63 οἳ δὴ καὶ αὐτόθεν προσιόντες εὐλογίας τε μεταλαγχάνουσι καὶ ἱεροῦ μεταλαμβάνουσι κλάσματος, δῆλοί τε ἦσαν ἐξ ὧν ἔλεγόν τε καὶ ἔπραττον πάντ' ἐῶντες ἐφ' οἷς τὸ πρῶτον ὡς ἰσχυροῖς ἐξ ἀνάγκης μεγίστης ἐσχίζοντο. ἐπέφωσκεν ἡ ἡμέρα, καὶ τὸ θερ μὸν ἐκεῖνο καὶ ἔντονον πρὸς εἰρήνην ψυχροῦσθαι καὶ καταχαλᾶν ἤρχετο, καὶ ὡς κατασοφισθεῖσι σφίσιν ἑαυτοῖς προσεῖχον. ἐν ἀφανεῖ δὲ τέως τὰ τῆς μεταβολῆς ἔχοντες, (κτῆμα γὰρ εἶναι πει θοῦς τὴν εἰρήνην ἀλλ' οὐ τύχης ἔκρινον) μόλις καὶ ἐς ἐκείνης ἡμέρας ἑσπέραν, ὡς ἀφυλάκτως ἐμπεσόντες, ἐν δεινῷ τιθέμενοι ἔμενον, πρωΐας δὲ πλὴν ὀλίγων πάντες παρεκεκίνηντο. ὁ γοῦν κρατῶν ἐπεὶ ἔγνω τὸ πᾶν εἰργασμένος μάτην, συνάγει τε τοὺς προύχοντας καὶ δημηγορεῖ. καὶ τὸν μὲν πατριάρχην ἔσω που πα ραβύσας ἐστολισμένον στολαῖς ἱεραῖς προσέταττεν ἠρεμεῖν, αὐ τοῖς δὲ στρέφων οἷον διττά, καὶ τεχνιτεύων ὡς ἦν πρὸς τὰς ἐκεί νων διπλόας, ὅπως ἂν ἔχοιεν γνώμης τὸν πατριαρχοῦντα διεπυν θάνετο. τοῖς δὲ μὴ ὁμολογεῖν μὲν ἐκεῖνον πατριάρχην ὁ παρ' ἐκείνου ἁγιασμὸς καὶ ἡ εὐλογία προσίστατο, ὁμολογεῖν δέ, τέως δ' ἔχειν ἅττα καὶ λέξειαν σκανδάλου παρεκτικά, οἷς δὴ καὶ πολ 64 λοὶ προσκρούοντες τὴν ὁμόνοιαν ἀπαναίνοιντο, εὔσχημον δοκοῦν, ὅμως ἀμφοτέρωθεν περιΐσταντο καὶ ἐξέφευγον. ὡμολόγουν δὲ τέως τὸν Γρηγόριον πατριάρχην· τοῦτο γὰρ ἦν ἐκείνῳ καὶ τὸ ἐκ Γεωργίου μοναχικὸν ὄνομα. καὶ εὐθὺς ἀπροόπτως παραστὰς ἐκεῖνος πάνυ τοῦ βασιλέως οἰκονομήσαντος, καὶ αὖθις ἀκούσας ὡς πατριάρχης λέγοιτο, ἐπεγκαλεῖ μὲν αὐτίκα σφίσι τὴν ἀποστα σίαν καὶ τὴν τῶν συνθηκῶν παράβασιν, ὡς οὐκ ἀνθρώποις δια ψευσαμένων ἀλλὰ θεῷ, ἐπιφέρει δὲ εὐθὺς τὸν ἀφορισμόν, ἄν δρας εὐλαβεῖς διὰ ταῦτα οἰηθεὶς προσάξασθαι, καὶ μᾶλλον τοὺς ἀμφὶ τὸν Ὑάκινθον καὶ τὸν Λεπενδρηνόν, οἳ δὴ καὶ τοὺς λοι ποὺς ἐπεσύροντο. τὸ δ' ἄρ' ἦν μᾶλλον ἐκείνοις πρὸς ἀποστα σίαν παρότρυνσις, καὶ ἀφίσταντο μικρὰ τῶν ἀφορισμῶν ἐκείνων φροντίσαντες. ἐπέμειναν δὲ καί τινες, οἷς δὴ ὡς πᾶσιν ἠσμένι ζον. ἀπῄτουν δὲ κἀκεῖνοι τὰ ἐπὶ τῇ ἐκκλησίᾳ δεινά, ἃ δὴ πολ λοῖς ἐμπλησθέντων τῶν πρώτων ἐλείφθησαν. τὰ δ' ἦσαν χει ροτονίαν μὲν πᾶσαν τοῦ Ἰωάννου ἀργεῖν, κἂν αὐτὸς ἦν ὁ χειρο τονητὴς κἂν ἐκ προτροπῆς ἐχειροτόνουν ἕτεροι, πλὴν ἐπὶ τοῖς ἐν τὸς τῆς μεγαλοπόλεως, τοῖς δ' ἐκτὸς ἐπιτιμηθεῖσι κατὰ καιρὸν ἀνίεσθαί τε καὶ