22
καὶ κυρώσας ὁ βασιλεὺς τὴν Ἄνναν μετ' εἰρήνης ἀπέπεμπε καὶ τιμῆς, αὐτὸς δὲ παντοίως ὑποποιούμενος τὸν πρωτοβεστιάριον καὶ τιμᾶν αἱρούμενος τοῖς μεγίστοις, ὡς καὶ τῷ τοῦ Καίσαρος ἀξιώματι σεμνύειν καθυ πισχνεῖσθαι, πρὸς τὴν δύσιν ὥρμα. ὁ δὲ μόλις ἀξίωμα μὲν ἔλεγε τότε λαμβάνειν διδόντος, ὅτε καὶ αὐτὸς ἄξιόν τι Ῥωμαίοις ἐπεξεργάσεται κατόρθωμα, ὡς μὴ δωρεὰν ἀλλ' ἆθλον λαμβά νειν· τότε δὲ χρείας ἐνούσης χρημάτων αὐτὸς μὲν ἐκ τοῦ κοινοῦ ταμιείου, ὡς αὐτὸν διαβεβαιοῦσθαι πρὸς τοὺς οἰκείους ὕστερον, 69 ἐζήτει τὰ χρήματα, ἡ δὲ περὶ τὸν βασιλέα βουλὴ ἐκ κοινῆς συγ κροτήσεως συλλέγεσθαι ἐδικαίου. ἡ δ' ἦν τὸ τῆς προνοίας τῶν ἐχόντων προνοίας δέκατον. ὃ δὴ καὶ συνήγετο μὲν ὡς δῆθεν ἐκ τῶν δικαίων τῶν δεσποτῶν, τὸ πᾶν δ' οἱ παροικοῦντες ἀπετίν νυον δυναστευόντων ἐκείνων. συναχθέντων μὲν μεγάλων χρη μάτων ἐντεῦθεν, ταῦτα λαβὼν ὁ πρωτοβεστιάριος ἅμα πλεί σταις δυνάμεσιν ἐπὶ ∆ημητριάδος καὶ τῶν ἐκεῖ ταχέως ἐξώρμα, πεζῇ τὰς δυνάμεις ἄγων.
(26) τὸ δὲ ναυτικὸν ὁ ἐκείνου γαμ βρὸς Ῥαοὺλ Ἀλέξιος ἦγε, περί που τὰς ὀγδοήκοντα ναῦς· συνῆν δ' αὐτῷ καὶ ὁ μέγας στρατοπεδάρχης Συναδηνός. καὶ χρή σιμον ἐδόκει τὰ μέγιστα τότε ναυτικὸν τοῖς Ῥωμαίων πράγμασιν, εἰ καὶ μετὰ τὴν ὑποστροφὴν οὕτω δόξαν κατημελεῖτο ὡς ζημιοῦν πλέον ἢ συνοῖσον κατὰ καιρούς. ὑπενοεῖτο γὰρ καὶ ταῦτα, καὶ πρὸς τὸ πιστεύειν ἦσάν τινες οἷς ἤρεσκε τὸ οὕτω πεπρᾶχθαι, ὡς ἐπεί γε τὴν ἐκκλησίαν ἐν ἀταραξίᾳ καταστῆναι ξυνέβη βασιλέως σπεύσαντος, πᾶν ἐντεῦθεν πολέμιον συσταλῆναι τότε καὶ ἀπρα 70 κτήσει τοῦ θεοῦ νεύοντος. ἐκεῖθεν δὲ καί τινες τῶν βασιλικῶν ἀρχόντων καὶ βουληφόρων βουλὰς εἰσῆγον, πολὺ μὲν τὸ ἀντερε τικὸν εἶναι πολὺ δὲ τὸ κατὰ τὰς ναῦς μισθοφορικόν, ὧν ἐκείνων μὲν τὰ τέλη τῷ δημοσίῳ ταμιείῳ καταβαλλόντων, χρημάτων εὐ πορεῖν πολυβδάλουσαν βασιλείαν, καὶ τούτοις κατὰ σπονδάς τε καὶ συνθεσίας ἀκονιτί τε καὶ ἀπραγμόνως διαφέρειν τὰ τῆς ἀρ χῆς. ταῦτ' ἐκεῖνοι πείθοντες βασιλέα, οὐκ ἐνιδόντες καὶ πρὸς τὸ μεγαλεῖον τῆς ἀρχῆς τῶν Ῥωμαίων, ὡς οὐχ οἵας τ' οὔσης ἀρχῆθεν τοῖς οἰκείοις ἐμμένειν, ἀλλὰ ζημίαν ἡγουμένης εἰ μὴ καὶ ἄλλα προσλάβοιτο, καὶ ὅτι τῆς Κωνσταντίνου κρατούσης καὶ νήσους ἐχούσης ἀδύνατα δίχα τριήρεων ἄρχειν, καὶ ταῦτα τοῦ Ἰταλικοῦ ἐξ ὅτι πλείστης κορύζης ἀνεγηγερμένου πρὸς ἀνά ληψιν ὧν χθὲς καὶ πρὸ τρίτης ἐκείνων ἦσαν καὶ τῇ ἀρχῇ τῶν Ῥωμαίων ἐκ τῶν τριήρεων προσεκτήθησαν. ταῦτα βασιλεὺς μὲν ὡς εἰκὸς ξυνεώρα, ἱκανῶς ἔχων καὶ πρὸ τῆς ἐς ἅπαν ἡλικίας τῆς ἐς μάλιστα βασιλικῆς ἐπιστήμης, καὶ τῶν νεῶν εἴχετο· ἀλλ' ἐνίκα τὸ μόρσιμον, καὶ τοῖς λέγουσι πείθειν ἦν. καὶ τὸ εἰρηνι κὸν δὲ τοῦ καιροῦ, συνυποκλινομένων καὶ τῶν λοιπῶν Βενετι 71 κοῖς τε καὶ Γεννουΐταις, ἐκποδὼν μάλιστα καὶ τοῦ Καρούλου γε νομένου, εὐδιάθετον τὴν γνώμην ἐτίθει. οἱ μὲν οὖν τὰς ναῦς παριδόντες ἐνῆκαν ἐκείναις χρόνον ἱκανὸν καὶ μόνον δίχα τοῦ συν εργοῦντος εἰς φθορὰν λογιζόμενον. τὸ δὲ ἐπὶ ταύταις ἀποτε ταγμένον στρατιωτικόν τε καὶ μάχιμον παρ' οὐδὲν ἔχοντες, τοῖς μὲν βαναύσας τέχνας μεταχειρίζειν ἐφῆκαν εἰς ἀποστροφήν, ὁπό ση τις ἐκεῖθεν δυνατὴ ἦν, τοῖς δὲ καὶ αὐτομολεῖν τοῖς ἐχθροῖς, ὥστε συνάμ' ἐκείνοις πειρατῶν τρόπῳ τὴν Ῥωμαίων κακοῦν. Τότε δὲ τοῦ πρωτοβεστιαρίου ἐξορμῶντος πολύ τι πλῆθος εἵπετο ἐπὶ δύσεως. καὶ δὴ προσβαλὼν ∆ημητριάδι ἐκεῖ συνέ ταττε τὰς δυνάμεις, οὓς μὲν πέμπων εἰς σκῦλα καὶ ἁρπαγάς, οἷς δ' ἐπὶ ἀνοικοδομὴν τῶν ἐκεῖ χρώμενος πολισμάτων, ἀποκα ραδοκῶν καὶ τὴν τῆς βασιλίσσης πρᾶξιν ἐπὶ τῷ ἀνεψιῷ Μιχαήλ, ὡς λέλεκται. καὶ πρῶτον αὐτῷ τῶν ἔργων πύργοις ξυλίνοις αὐ θημερὸν εἰς εἴκοσι καὶ τέσσαρας ποσουμένοις περιβαλέσθαι ∆η μητριάδα, διχῇ τε περιταφρεῦσαι, καὶ ὕδωρ ἐκ θαλάσσης ἐνεῖ 72 ναι τοῖς τάφροις, καὶ οὕτως ἀνέδην κατ' ὀλίγον κτίζοντα ἀνεγεί ρειν λίθοις τὸ πόλισμα. διὰ ταῦτα καὶ ἀνοχὰς ἐποιεῖτο, καὶ ἀεργὸς πρὸς τοὺς ἀντιπάλους ἐφαίνετο.