1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

25

τὴν ἐπ' ἐκκλησίας τῶν ἐκκλησιαστικῶν παρ' οἱωνδηποτοῦν ὀψὲ τῆς ὥρας γεγονυῖαν συγ χώρησιν, ἐκεῖσέ που ἀφεθεῖσαν τῆς πράξεως κεῖσθαι συνέβαινεν. ἡ δ' ἠχρείωτο πάμπαν καὶ σέσηπτο, ὡς μηδ' εἰκόνα φέρειν ἄρ του, μὴ ὅτι γ' ἄρτον καὶ ἀμηγέπη φαίνεσθαι, ἀλλά τινα τύπον θρυμμάτων μελάνων θηριακῆς ἤ τινος ἄλλου τοιούτου σκευάσμα τος. τρόμος οὖν ἰδόντα παραυτίκα λαμβάνει τὸν ἱερέα, καὶ ὅ τι πράξοι (οὐδὲ γὰρ ἦν ἐκεῖνον ἑνοῦν εἰς κατάληψιν τοῖς προσ φάτοις) διενοεῖτο. καὶ τὸ πρᾶγμα φοβερὸν ἔδοξεν, οὐ παθὸν τόσον ὅσον φανέν, ἐπείπερ τὰ τῆς εὐθετήσεως ἠμηχάνηται. τοίνυν καὶ εἰς κοινὴν θέαν προυτέθη, καὶ τὸ ποιητέον μεθ' ὅτι πλείστης ἐζητεῖτο τῆς εὐλαβείας. ἀλλ' ὃ ἦν καὶ ἐδόκει καὶ πρέ πον ἦν, τὸ περιὸν τῆς παραλλαγῆς οὐκ ἐδίδου γίνεσθαι, καὶ δὴ πρὸς τὴν μετάληψιν ὀκνῶν ὁ ἱερεὺς οὐ προσίετο. θεῷ δ' ἀνα φέρειν ἄλλως οὐκ ἦν μὴ μεταλαβόντα τὰ δῶρα. καὶ ἔνθεν μὲν 80 φόβος ἐκεῖθεν δ' ἀπορία τοὺς θεωμένους διεμεριζέτην, οὐκ ἔχον τας ὅ τι καὶ πράξοιεν. ὁ γοῦν φόβος τὰς σφῶν γνώμας συνέ στελλε πρὸς μίαν καὶ τὴν αὐτὴν ἄγων βουλήν, τὸ τὸν ἱερέα, κἂν ὅ τι καὶ πάθοι, προσήσεσθαι τὸ φαινόμενον. τοῦ δὲ μηδ' ὅλως προσιτὸν ἐκεῖνο νομίζοντος μηδ' ἄκροις ὡς εἰπεῖν χείλεσι τὸ παράπαν, ἡ ἀπορία παρατολμήσασα ἐσχεδίαζε μηχανὴν πολὺ μὲν τῶν ἀξίων ἀποδέουσαν, ἀναγκαίαν δ' ἄλλως ὑπὲρ πᾶν ἕτερον ὃ δὴ καὶ ἐννοήσειέ τις πώποτε. θεῷ μὲν οὖν ἄρα τῶν τιμίων καὶ ἱερῶν ἐκείνων μέλειν εἰκός, καὶ ἔμελε πάντως, ἐκεῖνον δὲ τότε ὁ τοῖς τοιούτοις ἀφιερώμενος τόπος ἐκ παλαιοῦ, ὃς δὴ καὶ ἱπνὸς ἅγιος λέγεται, ὁσίως ἐπιρριφέντα ὁσίως δέχεται. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.

29. Τότε δὲ καὶ νέφος Σκυθῶν παριστρίων ἐπισυναχθέν, οὐκ οἶδ' ἔκποθεν καὶ ἐκ ποίας τῆς ἀφορμῆς, εἰς δέκα σχεδὸν χιλιάδας ποσούμενον, διελθὸν τὴν Βουλγάρων γῆν καὶ τῶν πέριξ πολλὰ ληϊσάμενον κατὰ τὸν ἔξω ζυγὸν γίνεται. καὶ δὴ προσδό κιμον ἦν ἐκδραμούμενον καὶ τὰ τῆς Μακεδονίας καὶ Θρᾴκης λείαν ποιῆσον τὴν τῶν Μυσῶν ὑμνουμένην. ἔτυχε δὲ τότε τὰ ἀμφὶ τὴν Μεσέμβρειαν κατέχων ἄρχοντος τρόπον καὶ στρατηγοῦ ὁ κουροπαλάτης Οὐμπερτόπουλος, ἀνὴρ ἀγαθωσύνῃ χαίρων καὶ εὐβουλίᾳ κοσμούμενος· ὃς δὴ καὶ συμπλακεὶς ἐξαίφνης, θαρρή 81 σας τῇ τοῦ βασιλέως θεοσεβείᾳ, ὀλίγους ἐπάγων πολλοῖς τοῦ προτερήματος ἐγεγόνει, ὡς τοὺς μὲν ἔργον μαχαίρας γεγονέναι, τοὺς δὲ καὶ ἀποπνιγῆναι κατὰ τὸν ἐκεῖ παραρρέοντα ποταμόν. ὀλίγοι δ' ἐκ πολλῶν διαδράντες, μηδ' ὅπῃ γῆς χωροῖεν εἰδότες, τὰς δυσχωρίας διεκπαίοντες, ᾗ ποδῶν εἶχον ἔφευγον, ἄρτι πρῶ τον μαθόντες ὡς ἄβουλον πλῆθος εὐβουλία μᾶλλον ἢ ἀνδρεία καταγωνίζεται. ταῦτα μαθὼν ὁ βασιλεὺς καὶ πρῶτον μὲν δο ξάσας τὴν θείαν ἀντίληψιν, εἶτα δὲ καὶ ὑπερθαυμάσας τὸν ἄν δρα πολλοῖς δωρεῖται, ὀφέλλων τὴν ἐκείνου τιμήν, οὐκ ἀλλα γαῖς μόνον ἱματίων ἀλλὰ χρυσῷ καὶ ἵπποις αὐτὸν δεξιούμενος, ἐφ' οἷς καὶ τὴν τοῦ μεγάλου παπίου δωρεῖται τιμὴν ὡς ἆθλον ἀρετῆς καὶ τρόπαιον ἄξιον.

30. Βασιλεὺς δ' ἐπιστὰς τῇ πόλει οὐ καθάπαξ ἠφίει τοὺς σχιζομένους τῆς ἐκκλησίας, ἀλλὰ τρόπῳ μετεχείριζε τὴν ἐκείνων ὁμόνοιαν. ὅθεν πέμπων, ἔστι δ' οὗ καὶ προσκαλούμε νος, πολὺς ἦν δεικνύων διὰ φροντίδος ἔχων τὰ ἐκείνων μὴ δεχο μένης παραίτησιν, καὶ μᾶλλον ὅτι τέρατ' ἄττα τελούμενα κατε μάνθανεν, οἷά τ' ὄντα καὶ τὸν λίαν θαρροῦντα δεδίττεσθαι. ἐχόμενα γὰρ τοῦ περιπύστου νεὼ τῆς τοῦ θεοῦ σοφίας, ἔν τινι δημοτικῷ οἰκήματι, ἐν τοίχῳ τῆς θεοτόκου εἰκὼν καθιστόρητο, 82 καὶ ἡ εἰκὼν ἐπὶ πολλαῖς ἡμέραις ἐδακρυρρόει, ἀμάρας ἐξ ὀφθαλ μῶν χέουσα, ὥστε καὶ σπόγγοις τὸ ἐκρέον συνάγεσθαι. ἐλθόν τος δὲ καὶ αὐτοῦ βασιλέως, ἅμα μὲν κατὰ προσκύνησιν ἅμα δὲ καὶ κατὰ θέαν τῶν τελουμένων, καὶ προσταγὲν ἀσφαλισθέντος τοῦ οἴκου βεβαίως, τὰ αὐτὰ ἦν καὶ πάλιν τοῖς πρότερον. καὶ αὖθις ἐν τοῖς Χαρσίου αἷμα τῆς εἰκόνος τοῦ λαμπρὸν ἐν μάρτυσι λάμποντος Γεωργίου δαψιλῶς ἀνέβλυζε. ταῦθ' ὁρῶν κρατῶν δειδήμων ὤν, ὡς τὸ ἀληθὲς εἰπεῖν, περὶ τὰ τοιαῦτα καὶ εὐλα βής,