26
φόβον οὐ μικρὸν εἶχε, μήπως θεῷ δοκοῦν ἐκείνοις προσέ χειν αὐτὸς ἐπ' ἄλλοις ἔχοι τὸν νοῦν καί γ' ἔξω τοῦ θείου θελή ματος διαπράττοιτο. ὅθεν καὶ συγκαλῶν παρεκάλει, καὶ ἰδίᾳ καὶ φανερῶς, καθιστῶν συνόδους λαῶν, γενέσθαι ποτὲ τῆς εἰ ρήνης ἠξίου, καὶ ἀπιδεῖν πρὸς τὴν τῆς ἐκκλησίας ὁμόνοιαν. ἀλλ' οὐκ ἔπειθεν· ἦν γὰρ ἐκείνοις φανερῶς προσιστάμενον τὸ τοῦ Ἰωσὴφ μνημόσυνον καὶ τὸ τῆς ἐκκλησίας, ὡς ᾤοντο λέγον τες, ῥύπασμα, κοινωνούσης ἀφορισμοῖς. ἀφορισμὸν δ' ἔλεγον τὸν τοῦ Ἀρσενίου πρὸς Ἰωσήφ. οὐκ οἶδα δὲ εἰ καὶ τὰ ὡρκωμοτημένα πάλαι μὴ λαβόντα λύσιν, ἃ δὴ ἔχειν λύειν ἐγκεχωρημένον 83 παρὰ Ἀρσενίου τὸν Ὑάκινθον λαβόντα τὸν θρόνον διεβεβαίουν, μέρος ἦσαν καὶ ταῦτα συμβαλλόμενον πρὸς τὸ ῥύπασμα. εἰ δὲ καὶ τὸ κατὰ τὸν πάπαν προσετίθουν τρίτον, μὴ τοῖς πρότερον ἱκανούμενοι, ἔστω καὶ τοῦτο. καθ' ἃ δὴ πάντα αὐτοὺς ἀθιγεῖς ὄντας καθάπαξ τῶν ῥυπασμάτων αὐτοὺς καὶ τὴν διόρθωσιν δι καίους εἶναι πράττειν, ἄλλως δὲ μηδ' ὁπωσοῦν καταδέχεσθαι τὴν ὁμόνοιαν.
31. Ἦν μὲν οὖν καὶ τῶν Ἀρσενιατῶν τισὶν εἰρηνεύσασιν, καὶ μάλισθ' ὅτι καὶ κατὰ τὸ Ἀτραμύττιον συνελθοῦσιν, ὡς εἴ ρηται, ἐσπούδαστο ταῦτα, ἦν οὖν τότε καὶ σφίσιν ἔφεσις ἐπὶ τοῖς προτέροις ἐκείνοις ἀνακομίζειν τὸ σῶμα τὸ Ἀρσενίου ἐκ Προι κοννήσου. οἳ δὴ καὶ αὖθις βασιλεῖ προσανέφερον καὶ ἠξίουν. πλὴν καὶ σκέμμα τι βαθὺ καὶ γενναῖον ἐν τούτοις ἦν, ὡς ἔδειξεν, ἀξιοῦσιν· ὁ γὰρ ὡς ἀδίκως ἐκβληθεὶς ἐπὶ τὴν προτέραν τιμὴν ἀναγόμενος εἶχε δηλοῦν ἐντεῦθεν τὸν Ἰωσὴφ ἐπιβήτορα, ᾧ δὴ καὶ ἀφορισμὸς προστριβόμενος, ὡς ἔλεγον, παρ' ἐκείνου ὑπορ ρεῖν τὰ κατ' ἐκείνου τελέως ἐδίδου ἂν παρὰ τοῖς αὐτὸν ἐκεῖνον 84 θαυμάζουσιν. ὁ μέντοι γε βασιλεὺς πρὸς τὴν τῆς ἐκκλησίας ὅλως ἀφορῶν εἰρήνην, ὡς τοὺς ὁρῶντας πιστεύειν, προκαταλαμ βάνων δὲ καὶ τοὺς ἄλλους ἐντεῦθεν (τὸ γὰρ σφίσιν ἰσχυρὸν προ τεινόμενον ἡ ἐξορία τοῦ πατριάρχου ἦν, δι' ἣν ὑπήγοντο τοὺς ἄλλους ἀδίκως ἐκβεβλημένου, ὃ δὴ καὶ προαναστέλλειν ἠβούλετο τῷ πρὸς αὐτοῦ καὶ τῶν αὐτοῦ τὴν ἐκ τῆς μετακομιδῆς τοῦ σώ ματος τιμὴν γίνεσθαι), παραχρῆμα νεύει πρὸς τὴν ἀξίωσιν. ἦν δὲ μόνον εἰς τοῦτο τῷ βασιλεῖ προσιστάμενον τὸ φθάσαι λεχθῆ ναι παρά τινων ὡς ἀφορισμὸς ἐπίκειται παρ' ἐκείνου τοῖς ὁτεδή ποτε τὸ σῶμα μετακομίσουσι, παρ' ὃ καὶ μόνον ἕτοιμος ἦν ἐκ τοῦ παραχρῆμα τῇ καταγωγῇ τοῦ σώματος τὸν ἐξορισθέντα τι μᾶν. ἐπεὶ δὲ τοῦτο παρὰ τῶν εἰδότων ἐλέγετο ὡς ψευδῶς ἐλέχθη καὶ ὡς ἐπλάσθη παρὰ τοῦ μαθητοῦ ἐκείνου Ματθαίου τὸ φημι ζόμενον, τῷ τόπῳ προσμένειν μετὰ τοῦ σώματος θέλοντος, εὐ θὺς ταχυναυτοῦντες ἐν ἐνήρει οἱ ἀμφὶ τὸν Μανουηλίτην Θεόδω ρον ἡτοιμάζοντο· οἳ δὴ καὶ ἡμερῶν ὀλίγων ὑπὸ προσηκούσῃ τιμῇ καὶ αἰδοῖ ἀξίᾳ μετ' εὐπλοίας πάσης τὴν Κωνσταντίνου καταλαμ βάνουσι. καὶ τότε ξυνέρχεται μὲν βασιλεὺς ξὺν πάσῃ συγκλήτῳ, συνέρχεται δὲ πατριάρχης συνάμ' ἀρχιερεῦσι, καὶ τῶν κληρικῶν ὅσοι μετ' ἐκεῖνον εἰρήνευον, καὶ λαὸς ἅπας τῆς πολιτείας, οἱ 85 μὲν προσκληθέντες οἱ δὲ καὶ αὐτόκλητοι. καὶ τὰ τοῦ Εὐγενίου καταλαβόντες θήκην μὲν ἐκείνην πέπλῳ τῶν καλλίστων περικα λύπτουσι, καὶ χερσὶν ἱερῶν ἀνδρῶν κατὰ τὸ προσῆκον πιστεύ σαντες ὑπὸ φωσὶ δαψιλέσι καὶ θυμιάμασιν, ὕμνοις καὶ ᾠδαῖς καὶ εὐφημισμοῖς τοῖς πρέπουσι, πεζῇ καὶ βάδην τὸ μέγα καὶ ἱε ρὸν τέμενος τῆς τοῦ θεοῦ σοφίας καταλαμβάνουσι, καὶ σφίσιν ὥσπερ αὐτοῖς οἰκειοῦν τὸ τῶν Ἀρσενιατῶν βουλόμενοι σέμνωμα, ὡς καὶ τοῦ πατριάρχου κοινωνοῖς φανεῖσι καὶ συλλειτουργοῖς ἄν τικρυς, ἐπενδύοντο μὲν τὰς ἱερὰς ἐσθῆτας, πρὸς τῷ τελεῖν δὲ τὴν ἱερὰν λειτουργίαν ὄντες, τῶν ἀντιφώνων ψαλλομένων, στο λὴν καὶ τὸ σῶμα τῶν ἱερῶν ἐπενδύσαντες χερσὶν ἀρχιερέων φερο μένῳ συνεισοδεύουσιν. εἶτα πρὸς τῷ συνθρόνῳ δόξαντες ἐπι καθιζάνειν, τὰ τῆς ἱερᾶς τελετῆς συνεπλήρουν εἰς τέλος πρὸ τῆς ἱερᾶς τραπέζης ἱσταμένῳ τῷ σώματι. ἐντεῦθεν καὶ περὶ τὰ δε ξιὰ τοῦ βήματος τῷ κιβωτίῳ ἐνθέντες ἱστῶσι, κλεισὶ καὶ σφρα γῖσι τὴν ἐκ τῶν Ἀρσενιατῶν κλοπήν, ὡς ἐνῆν, φυλαττόμενοι, καὶ τρίτης